Οὔκουν ἐν τοῖς οὖσιν οὐδαμοῦ χωρεῖ τὸ ἀόριστον, ἀλλὰ πάντοθεν ἀπελήλαται, εἰς τὸ μὴ ὂν ἄρα χωρήσει· ἀλλὰ τριχῆ τοῦ μὴ ὄντος λαμβανομένου, τοῦ μὲν καθ’ ὑπεροχὴν τοῦ ὄντος καθάπερ ἐπὶ Θεοῦ· τοῦ δὲ ὡς μὴ τόδε τι ἐνεργείᾳ, οἷον ἡ ὕλη· τοῦ δὲ ὡς τὸ μηδαμῆ μηδαμῶς καὶ ὅλως μὴ ὄν· ὅπως μὲν οὐκ ἔχει χώραν ἐπὶ Θεοῦ τὸ ἀόριστον, ἤδη εἴρηται· περὶ δὲ τῆς ὕλης, εἰ μὲν τοῖς Ἑλληνικοῖς ἀναπλάσμασι καὶ μυθεύμασι χώραν δώσομεν, ἵνα ταύτην ἐπινοίᾳ ψιλῇ λάβωμεν ἐν ἐρημίᾳ πάσης ποσότητος καὶ ποιότητος καὶ εἴδους παντός, ἔχοι ἄν τινα λόγον ἡ τοῦ ἀορίστου παραδοχή, πλὴν οὐχ ἁπλῶς, ἀλλ’ ᾗ μὲν αὕτη ἀνείδεος λέγεται, ταύτῃ καὶ ἀόριστος λέγοιτ’ ἄν· ᾗ δὲ δύναται εἶδος δέξασθαι, οὗ δὴ καὶ ἐφίεται, ταύτῃ τοι καὶ τὴν πρὸς τὸν ὅρον οἰκείωσιν ἐπιδέξεται, καὶ πολλῷ μᾶλλον εἰς τὴν συνδρομὴν ἀμφοῖν, οὐ τῷ αὐτομάτῳ, ἀλλ’ ὅπερ ὁμολογεῖν ἀνάγκη, τῷ δημιουργῷ δώσομεν, ὃς καὶ προγινώσκει καὶ προορίζει πότε καὶ πῶς καὶ διὰ τίνος εἴδους ταύτην κοσμήσειεν· εἰ δ’ ὅπερ οὐ λόγος ψιλὸς οὐδ’ ἐπίνοια, ἀλλ’ αὐτὰ διδάσκει τὰ πράγματα, μηδὲν ἕτερον εἶναι τὴν ὕλην δοθῇ παρὰ τὴν ἀπ’ ἀρχῆς παραχθεῖσαν κοσμικὴν οὐσίαν παρὰ Θεοῦ οὐκ ἄποιον οὐδὲ ἄποσον· τέως δ’ οὖν ὅμως ἀδιάκριτον καὶ ἀκατασκεύαστον ἐς αὖθις διακριθεῖσαν καὶ κοσμηθεῖσαν, ὡς ὑφηγεῖται Μωσῆς ὁ θειότατος, ἧς πρὸς ἀναλογίαν καὶ χαλκὸν ὕλην λέγομεν λέβητος, καὶ σίδηρον πρίονος, καὶ ξύλον κλίνης, καὶ λίθον οἰκίας, οὐδὲν ἂν ἔχοιμεν πράγματα μὴ ἀπ’ ἐντεῦθεν ὡρίσθαι λέγειν καὶ ταύτην, ὡς εἰ καὶ μήπω τόδε, ἀλλά τι πάντως ἕτερον οὖσαν, καὶ ἡ ὕλη ἄρα διαπέφευγε τὸ ἀόριστον.