Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Αναίρεση επιχειρημάτων περί διπλής εκπορεύσεως

Έλεγχος των ατόπων της προσθήκης του Φιλιόκβε, διάκριση κτητικής σχέσεως και αιτιώδους προελεύσεως, καθώς και ποιμαντική συγκατάβαση προς τους ετεροδοξούντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 9

Διὰ τοῦτο κᾀκεῖ τὸ στόμα παραλαβεῖν, ἵνα δείξῃ τῷ λόγῳ γεννωμένῳ, τὸ πνεῦμα συμπροϊὸν ἐκ τοῦ Πατρὸς ὡς ἐκ στόματος. Μᾶλλον οὖν δύναμίν τινα πατρικὴν νοητέον τὸ στόμα, ἐν ἑαυτῇ τὸν λόγον γεννῶσαν, καὶ ἑαυτῆς προάγουσαν σὺν τῷ πνεύματι. Ἀλλ’ εἰ καὶ ταῦτα ἐξῆν εἰπεῖν καὶ ἀπαλλαγῆναι· καὶ μηκέτι πράγματα ἔχειν πρὸς τοὺς λέγοντας, ὡς ἐπεὶ τὸ Πνεῦμα, Πνεῦμα Χριστοῦ καὶ Πνεῦμα τοῦ Λόγου λέγεται, δῆλον ὡς καὶ ἐξ αὐτοῦ ἐκπορεύεται. Ὅμως δέχομαι τὸ Πνεῦμα μὴ λέγεσθαι μόνον, ἀλλὰ καὶ εἶναι Χριστοῦ· καὶ τοὺς οὕτως ἐξειληφότας τὴν Ἀποστολικὴν ῥῆσιν ἁγίους πατέρας ἀσπάζομαί τε καὶ ἀποδέχομαι· εἰ δὲ βούλει, καὶ στόμα Κυρίου δεδόσθω τὸν Υἱόν τε καὶ Λόγον λέγεσθαι· ἵνα τῷ Ἀποστολικῷ λόγῳ τὸν Προφητικὸν παράγειν ἔχεις συνᾴδοντα. Τί τοίνυν ἐκ τούτων βούλει συνάγειν; ἢ δηλονότι τὸ εἰρημένον, ὡς ἐπεὶ τὸ Πνεῦμα Χριστοῦ καὶ Υἱοῦ λέγεται καί ἐστιν, ἀνάγκη τοῦτο καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· τίς οὖν ἡ ἀπόδειξις;

Ἀνάγκη δὲ ποία εἴ τι λέγεται καὶ ἔστι τινός, ἐξ ἐκείνου τοῦτο καὶ ἐκπορεύεσθαι· εἰ μὲν γέγραπταί που τὸ Πνεῦμα, ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, δέχομαι τὴν γραφήν, καὶ οὐκ ἀντιλέγω, μόνον εἰ θεόπνευστός ἐστιν· εἰ δ’ οὐ γέγραπται, ἀλλὰ σὺ τοῦτο καινοτομεῖς, οὐ προσίεμαι, πρὶν ἂν τὸ εὔλογον ἐπιγνῶ· μᾶλλον δὲ οὐδέποτε, εἴ τι τοῖς ὀρθῶς κειμένοις καὶ πεπιστευμένοις ἀντιδοξεῖ· εἰκὸς γὰρ τὸ δόξαν εὔλογον, μὴ καὶ τοιοῦτον εἶναι. Πολλὰ γὰρ ἢ μᾶλλον εἶναι τὰ πλείω, ἃ τὴν ἐμὴν διαπέφευγε γνῶσιν· ὁπότε δὲ προφανῶς πολλῆς καὶ δεινῆς ἀτοπίας τὸ εἰσαγόμενον ἀναπέπλησται, πῶς προσήσομαι;

Ἀντίθεσις. Καὶ τί, φησιν, ἄτοπον, τὸ Πνεῦμα, λέγειν. ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; Λύσις. Τί δέ; πολλὰ καὶ δεινά· πρῶτον μέν, ὅτι καινοτομεῖται τὸ κήρυγμα, καὶ πατέρων ὅρια μετατίθενται. Δεύτερον, ὅτι τὸ τὸν πατρόθεν εἰς ἡμᾶς καθήκοντα θεῖον κλῆρον ἀθετεῖν, καὶ τὴν πίστιν παραχαράττειν, τῆς τῶν πατέρων κοινωνίας ἐστὶν ἀλλοτρίωσις· πρὸς τῷ καὶ τὰς παρ’ ἐκείνων τε θείας ἀρὰς κατὰ τῶν καινοτομεῖν τὴν πίστιν τολμώντων ἐφέλκεσθαι.

Τρίτον, ὅτι τὴν τῶν ἁγίων ὁμολογίαν, ἀτελῆ τό γε καθ’ ἑαυτὸ διὰ τῆς νέας προσθήκης ἀποφαίνων, εἰς κενὸν πεπονῆσθαι παρασκευάζει· τὰ μὲν ἆθλα τοῖς μάρτυσι· τοῖς ἀσκηταῖς δὲ τὰ τῆς ἀσκήσεως σκάμματα, τοῖς ἱερεῦσι δὲ τὰ τῆς ἱερουργίας, αὐτοῖς δὲ τοῖς αὐτόπταις τοῦ λόγου καὶ ὑπηρέταις, τὸν τοῦ κηρύγματος δρόμον. Τέταρτον, ὅτι καὶ τὴν Κυριακὴν ἀπόφασιν ἀπογράφεται· τήν, ἀρκετὸν τῷ μαθητῇ λέγουσαν ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ· τὸ πλέον ἔτι, παρὰ τοὺς θεοφόρους διδασκάλους οἴεσθαι ἐξευρεῖν. Πέμπτον, ὅτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ Πνεῦμα θεολογήσαντος ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, τὸ τολμᾷν τινὰ προστιθέναι τι τῇ θεολογίᾳ παρ’ ἑαυτοῦ, ὡς ἄρα δευτέρου νῦν ἐκ δυσμῶν φανέντος καθηγητοῦ σαφεστέρου τε καὶ ἀκριβεστέρου τῆς θεότητος ἐξηγητοῦ, παρὰ τὸν ἕνα καὶ πρῶτον καὶ μόνον ἡμῶν καθηγητὴν καὶ διδάσκαλον Χριστόν, τὸν ἐκ Θαιμάν, κατὰ τὸν προφήτην, ἐξανατείλαντα, οὐκ οἶδα ποίαν θράσους καὶ ἀπονοίας ὑπερβολήν, οὐ κάτω τίθησιν.

Ἕκτον, ὅτι καὶ τὸ ἓν σῶμα τῆς ἐκκλησίας Χριστοῦ τὸ καλῶς ἡρμοσμένον καὶ ἡνωμένον τῷ Πνεύματι, κακῶς διασπαράζειν καὶ διασχίζειν τὸ καινὸν τοῦτο δόγμα νεανιεύεται· ξένην ἐπεισάγων καὶ ἀσυνήθη φωνήν, καὶ ἀναξίαν τοῦ Πνεύματος· καὶ ἧς οὐκ ἤκουσεν οὐδ’ ἂν ἀκούσοι ποτὲ τὰ γνήσια τοῦ Χριστοῦ θρέμματα, καὶ τῆς αὐτοῦ μόνου Χριστοῦ φωνῆς ἀκούειν δεδιδαγμένα· κᾂν μεῖζον οἴηται τῶν ᾍδου πυλῶν ἀνοίγειν τὸ χάσμα, τὸ τοὺς Ἀποστολικοὺς ἁρπάζειν θρόνους καὶ καταπίνειν, κατισχῦσαι τῆς ἐκκλησίας τερατευόμενον. Ἕβδομον, ἔδει γὰρ αὐτὸ πᾶν μέτρον κακίας διεξελθεῖν, καὶ τὰ ἑπτὰ τῆς πονηρίας εἰσοικίσασθαι πνεύματα, ὅθεν τὸ ἓν ἐξωθεῖται πνεῦμα· ἵνα καὶ τὴν ἑπταπλασίονα δίκην κατὰ τῶν ἐξάρχων αὐτοῦ ἐπισπάσηται, ὅτι τὰς πάλαι καλῶς καταργηθείσας, συγχυθείσας τε καὶ διασπασθείσας αἱρέσεις, Ἀρείου καὶ Σαβελλίου, Εὐνομίου τε καὶ Μακεδονίου τῶν καταράτων ἀνακαινίζον, συγχεῖν αὖθις τὴν τριάδα πειρᾶται, καὶ διασπᾷν τὴν ἄτμητον καὶ ἀσύγχυτον· Πατρὸς μὲν καὶ Υἱοῦ συμφῦρον τὰς ἰδιότητας, ἀποτέμνον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ παντὸς πληρώματος τῆς θεότητος. Δι’ ἃ μὲν οὖν ἐγὼ τὴν καινοτομίαν ἐκκλίνω, ταῦτα καὶ τοσαῦτά ἐστιν· ἴσως δὲ καὶ πλείῳ, εἴ τις περιεργότερον ἐξετάσειε· πλὴν εἰ μὴ ταῦτα δεινὰ καὶ μεγάλα, τίνα τὰ μείζω τε καὶ δεινότερα;

Ἀλλ’ ἐχρῆν μὲν μὴ δ’ ἀπολογεῖσθαι τοῖς οὕτω καινοφώνοις καὶ καινοπίστοις· ἀφίστασθαι γὰρ ἀπὸ τῶν ἑτεροδιδασκαλούντων καὶ τὰς μωρὰς παραιτεῖσθαι συζητήσεις ἐκτρέπεσθαί τε τὰς βεβήλους καινοφωνίας ἐπιτετράμμεθα. Ἐπεὶ δὲ τὰ σπλάγχνα τῆς θείας ἀγάπης, τρίτης μὲν τοὺς τοιούτους ἀπαξιοῖ διαλέξεως, πρώτης δὲ καὶ δευτέρας νουθεσίας κατὰ τὸν μακάριον Παῦλον ἀγαθοπρεπῶς μεταδίδωσι τὴν αὐτῶν μαστευομένῃ διόρθωσιν, καλὸν ἂν εἴη καὶ πάλιν αὐτοῖς μικρὰ προδιαλεχθῆναι· ὅσον καὶ τὸ τοῦ λειπομένου πρὸς ἐξέτασιν προβλήματος αὐτῶν ἀδιανόητον ἐλεγχθῆναι.

Ἀντίθεσις. Εἰ τὸ Πνεῦμά, φησι, Πνεῦμά ἐστι τοῦ Υἱοῦ, καθὰ εἴρηται, Πνεῦμα Χριστοῦ καὶ Πνεῦμα στόματος Κυρίου· κείσθω γὰρ καὶ στόμα λέγεσθαι τὸν Υἱόν. Ἐγὼ δὲ προσθήσω καὶ Πνεῦμα τῆς ἀληθείας, ἣ καὶ μάλιστα ὡμολόγηται, πῶς οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα;

Λύσις· Ὅτι φημί, οὐκ ἀνάγκη τὸ τινὸς ὄν, ἐξ αὐτοῦ πάντως καὶ ἐκπορεύεσθαι· ἢ γὰρ καὶ ὁ Υἱὸς τοῦ Πατρὸς ὢν Υἱός· καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ Πατὴρ καὶ τοῦ Πνεύματος προβολεύς· ἀλλὰ σύναγε τὸ συμπέρασμα. Ὃς οὐδ’ ἐξ Ἁβραὰμ ἴσως καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἄλλων ὅσοι καὶ τεθνηκότες ζῶσι τῷ Θεῷ, ὀκνήσεις εἰπεῖν τὸν Θεὸν ἐκπορεύεσθαι· ὅτι δὴ καὶ Θεὸς αὐτῶν ἐστί τε καὶ λέγεται· καὶ τὴν γῆν οὕτως, καὶ τὸ τῆς γῆς πλήρωμα καὶ πᾶσαν τὴν κτίσιν, καὶ δημιουργικῶς ἔχειν ἐκ Θεοῦ τὸ εἶναι, ἀλλ’ ἐκπορευτῶς, ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς καὶ πάντα τὰ ὄντα. Ἐγὼ δὲ διαφορὰν οἶδα τοῦ εἶναί τι τοῦδε, καὶ τοῦ ἐκ τοῦδε· τὸ μὲν γάρ, οἰκείωσίν τινα βούλεσθαι δηλοῖ· τὸ δέ, ἀναφορὰν πρὸς τὸ αἴτιον· ὅθεν ἐκ τῶν καθ’ ἡμᾶς ὑποδειγμάτων σαφηνίσω σοι τὸ λεγόμενον.

Ἀδελφὸς ἀδελφοῦ μὲν λέγεται· ἐκ τοῦ ἀδελφοῦ δέ, οὐ λέγεται· ἀλλ’ ἐκ τοῦ πατρός· ὃς ἦν ἀμφοῖν αἴτιος. Καὶ ἐπὶ τῶν φυτῶν, ὁ καρπὸς τοῦ κλάδου μὲν λέγεται· ἐκ τοῦ κλάδου δέ, οὐ κυρίως ἂν λέγοιτο εἶναι· ἀλλ’ εἴ περ ἄρα διὰ τοῦ κλάδου· ἄμφω δέ, ἐκ τῆς ῥίζης· ἢ καὶ ἄμφω σπερματικῶς ἐν ἑαυτῇ πρότερον ἔχουσα, κατὰ καιρὸν ὕστερον ἐξ ἑαυτῆς ἀνέδωκεν ἕκαστον. Οὕτως οὖν καὶ ἐπὶ τῆς ὑπὲρ ταύτης τριάδος. Ἐκ μὲν τοῦ Πατρὸς καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· ὅτι δὴ καὶ αἴτιος ἀμφοῖν ὁ Πατὴρ τούτοιν· τοῖν δυοῖν δὲ οὐδέτερον ἐκ θατέρου· ἵνα μὴ δύο τὰ αἴτια γένηται, εἰ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ λέγεται διὰ συγγένειαν, εἰ χρὴ οὕτως εἰπεῖν· οὐδὲν δὲ ἧττον καὶ διὰ τοῦ Υἱοῦ, πρὸς τοῦτο γὰρ φέρει καὶ ἡ τοῦ καρποῦ καὶ ἡ τοῦ κλάδου ἀναλογία· κάτω τὸ πρότερον καὶ τὸ ὕστερον καταλείπουσα· καὶ εἴ τι ἄλλο τῆς κατὰ τὴν ὕλην ἀνομοιότητος. Σοὶ δὲ μηδὲν διορίζοντι, μεταξὺ τοῦ, τοῦδε καὶ τοῦ, ἐκ τοῦδε, οὐ ταῦτα μόνον ἀπαντήσεται ἄτοπα, ἀλλὰ καὶ τῶν πρός τι ὅσα αὐτά, ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἐξ ἀλλήλων ἕξει τὸ εἶναι· οἷον, διπλάσιον· ἥμισυ, μεῖζον, ἔλασσον· δεσπότης, δοῦλος· Πατήρ, Υἱός· τὰ τοιαῦτα πᾶντα· ἵνα κᾀνταῦθα τὴν σύγχυσιν ὡς εἰκὸς καταγάγῃς ἄνωθεν. Προϊὼν δέ, καὶ πᾶν κτῆμα ἐκ τοῦ κτησαμένου ἐρεῖς· ὅτι τοῦ κτησαμένου τὸν ἵππον ἢ τὸν βοῦν ἐκ τοῦ ἀγοράσαντος.

Διατί δ’ οὐχὶ καὶ τὰς στερήσεις συνθήσεις ἐκ τῶν ἕξεων εἶναι, καὶ ἐκ τῶν ἐναντίων τὰ ἐναντία; ὅτι αἱ μὲν στερήσεις τῶν ἕξεων· τὰ δὲ ἐναντία τῶν ἐναντίων εἰσίν. Εἰ δὲ ταῦτα ἀδύνατα, οὐκ ἄρα ἦν ἀληθὲς τὸ λέγειν, ὅτι τό, τινὸς ὄν, καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχει· οὐκοῦν οὐδ’ ὅτι τὸ Πνεῦμα λέγεται τοῦ Υἱοῦ, διὰ τοῦτο καὶ ἐκ τοῦ Υἱοῦ ἔστι τε καὶ ἐκπορεύεται.

Ὅθεν γάρ ἐστι, δῆλον, ὡς ἐκεῖθεν καὶ ἐκπορεύεται· εἴ γε φυσικὴν ὁμολογητέον ἡμῖν εἶναι τοῦ Πνεύματος τὴν ἐκπόρευσιν· τουτέστιν ἐξ αὐτῆς τῆς ὑπερφυοῦς φύσεως τοῦ ἐξ οὗ, ὁποίαν καὶ τὴν γέννησιν τοῦ Υἱοῦ, ἵνα καὶ τῷ τρόπῳ μόνῳ διαφέρωσιν ἀλλήλων αἱ πρόοδοι, ἀλλὰ μὴ καθαρὰ λέγεται.

Ποταμὸς ἐκπορεύεσθαι ἐξ Ἐδέμ, καὶ Ἰσραὴλ ἐκπορευόμενος ἐκ τῆς Αἰγύπτου, καὶ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· καὶ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό· ἐπὶ γὰρ τῶν τοιούτων, οὐ πάντως ἂν ἀληθεύσῃ τις λέγων, ἐξ οὗ πέρ ἐστι φυσικῶς ἕκαστον, καὶ τούτου ἐκπορεύεται. Τὴν ἐκπόρευσιν δὲ τοῦ Πνεύματος μὴ φυσικὴν εἶναι πάντως ὁμολογεῖν, οὐχ ἡμῶν· ἀλλὰ Μακεδονίου καὶ Εὐνομίου, τῶν πάλαι καὶ ἐξοζεσάντων βορβόρων. Ὅθεν οὖν ἔχει τὸ εἶναι, ἐκεῖθεν καὶ ἐκπορεύεται· ἐκ τοῦ Πατρὸς ἄρα τῆς μόνης θεογόνου καὶ πηγαίας θεότητος.

Εἰ δ’ ἐξῆν εἰπεῖν καὶ ἐκ τοῦ Υἱοῦ, οὐκ ὤκνησεν ἂν ἡμᾶς καὶ τοῦτο διδάξαι ὁ Λόγος, ὁ μόνος ἱκανὸς ἐξηγητὴς τῆς θεότητος. Ἀντίθεσις· Ναί, φησιν, ἐδίδαξε καὶ τοῦτο, εἰπών· Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμέν· καὶ δέδοικα μὴ μερίσω τὸ ἕν, ἐὰν μὴν ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι δώσω τὸ Πνεῦμα, ἐκ τοῦ Υἱοῦ δὲ μὴ ἐκπορεύεσθαι.

Λύσις. Ἐκεῖ ἐφοβήθης, ὦ οὗτος, φόβον, οὗ οὐκ ἦν φόβος· οὐκ εἶπεν Ἐγὼ καὶ ὁ Πατὴρ ἓν εἰμί, ἵνα κατὰ πάντα τηρήσῃς τὸ ἕν· ἀλλ’ ἓν μὲν εἰπών, ἔδειξε τὴν μίαν οὐσίαν· ἐσμὲν δὲ πάλιν εἰπών, ἔδωκε καὶ τὴν τῶν προσώπων διαίρεσιν. Τὰ πρόσωπα γοῦν ἐστι διαιρεῖν οὐ τὴν οὐσίαν μερίζειν, τὸ λέγειν τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ μὴ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Ἐγὼ δέδοικα καὶ καλῶς δέδοικα, μὴ φεύγων σὺ τὴν δεδογμένην διαίρεσιν, εἴς τε τὴν σύγχυσιν αὐτόθεν ἐμπίπτῃς, καὶ εἰς τὴν ἀπηγορευμένην ἑτέρωθεν ἐξολισθαίνῃς διαίρεσιν. Πῶς γὰρ οὐ συγχεῖν ἐστι τὰ πρόσωπα Πατρὸς καὶ Υἱοῦ, ὅταν μήτε μόνος εἶναι Πατὴρ ὁ Πατὴρ λέγηται, ἀλλὰ συμμερίζηται τῷ Υἱῷ τὴν πατρικὴν ἰδιότητα, μήτε μόνον Υἱὸς ὁ Υἱός, ἀλλὰ καὶ Πατὴρ παρὰ μέρος κοινωνῶν τῷ Πατρὶ τῆς τοῦ ἁγίου Πνεύματος προβολῆς; Πῶς δὲ οὐ διαιρεῖν ἐστιν ὅσον πρὸς τὴν σὴν ὑπόθεσιν ἐκ τῆς μιᾶς οὐσίας τὸ Πνεῦμα, τῷ μόνον αὐτὸ καταλείπειν τῆς θεογόνου δυνάμεως ἔρημον; Εἰπὲ γάρ μοι· δέχῃ τὴν μίαν θεότητα, καὶ οὐ μερίζεις ἀρειανικῶς τὴν οὐσίαν; ἀλλὰ τὰ τρία τὰ ἐν οἷς ἡ θεότης, ἢ μᾶλλον εἰπεῖν, ἃ ἡ θεότης, ἓν εἶναι ὁμολογεῖς;

Πῶς γὰρ οὔ; Οὐκ οὖν ὥς περ ὁ Λόγος καὶ ὁ Πατὴρ ἕν εἰσιν, οὕτω καὶ τὸ Πνεῦμα καὶ ὁ Πατὴρ ἕν εἰσιν. Εἰ τοίνυν διότι ὁ Λόγος καὶ ὁ Πατὴρ ἕν εἰσι, διὰ τοῦτο νομίζεις δεῖν ὥς περ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω δὴ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; ὥρα σοι καὶ τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος γεννᾶσθαι· ὅτι τὸ Πνεῦμα καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ μεταθήσεις τὴν βλασφημίαν ἐπὶ τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος. Εἰ δὲ τὸν Υἱὸν περιέπειν δοκῶν, μὴ ἓν εἶναι φὴς τὸ Πνεῦμα, καὶ τὸν Πατέρα, δῆλος εἶ τὴν μάχην κατὰ τοῦ Πνεύματος ἐνστησάμενος· μᾶλλον δὲ κατὰ τῆς ὅλης τριάδος· ὅπερ γὰρ ἂν τῶν τριῶν κάτω βάλῃς, τὸ πᾶν κατέβαλες.