Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Θεολογικές προϋποθέσεις και έκθεση του τριαδικού δόγματος

Η σημασία της διδασκαλίας του Χριστού ως θεμελίου της θεολογίας περί του Αγίου Πνεύματος και η ορθόδοξη πίστη στην Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 9

Ἀλλὰ πόθεν ἀρκτέον τοῦ λόγου; τίνα δὲ ἄρα θετέον αὐτῷ θεμέλιον, εἴ γε μέλλοι βαίνειν ἐπ’ ἀσφαλοῦς, καὶ πρὸς τὰς τῶν ἐναντίων ἐπιφορὰς ἀτίνακτος ἵστασθαι; ἢ πάντως Παύλῳ πειστέον τῷ μεγάλῳ διδασκάλῳ τῆς οἰκουμένης οὕτως εἰπόντι·

Θεμέλιον ἄλλον θεῖναι παρὰ τὸν κείμενον οὐδεὶς δύναται. Καὶ τίς οὗτος; ἐφερμηνεύοντι, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός. Τοῦτον ἄρα καὶ ἡμῖν θετέον τῷ περὶ τοῦ Πνεύματος λόγῳ θεμέλιον. Εἰ γάρ ἐστι τὸ Πνεῦμα θεός, ὥς περ δὴ καί ἐστι καὶ λέγεται καὶ πιστεύεται· Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ᾗ φησὶν ὁ τὰ τῆς θεολογίας βροντήσας ἀπόῤῥητα· Ἀλλ’ ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο· τουτέστι τὰ κρύφια τῆς θεότητος, ὅσα δῆτα καὶ θέμις ἦν ἐξεκάλυψεν· οὐκ ἄρα θαῤῥητέον ἑτέρωθεν πόθεν τὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου μαθεῖν ἀλήθειαν, ἢ παρ’ ἐκείνου τοῦ ἐξηγητοῦ τοῦ τῆς θεότητος Λόγου, τῆς ἀληθείας αὐτῆς, τοῦ πᾶσαν ὁδὸν ἐπιστήμης ἐξευρίσκοντος καὶ παρέχοντος, τῷ διὰ πρακτικῆς ἀρετῆς πτερνίζοντι τὸν ἀντίπαλον, Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ διὰ θεωρίας, τὸ τῆς ψυχῆς διορατικὸν πρὸς Θεὸν ἀπευθύνοντι καὶ οὕτως Ἰσραὴλ ἠγαπημένῳ ὑπ’ αὐτοῦ χρηματίζοντι· ὃς ἡμῖν καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα ἐγνώρισεν ἐν ἑαυτῷ δείξας καὶ ἄμφω· τὸν μέν, δι’ ὧν εἶπεν· ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα. Καὶ αὖθις· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.

Τὸ δέ, δι’ ὧν ἄλλον ἀνθ’ ἑαυτοῦ παράκλητον αὐτὸ πέμψειν παρὰ τοῦ καὶ αὐτὸν ἀποστείλαντος Πατρός, τοῖς Ἀποστόλοις ὑπέσχετο τὴν ἴσην αὐτοῖς παρέξον προμήθειαν· καὶ ταύτῃ τότε ἰσοδύναμον καὶ τὸ τῆς φύσεως ἀπαράλλακτον ἐπιστάμενος· οὐ μόνον δέ, ἀλλὰ καὶ οἷς ἑαυτῷ τε τὴν παρὰ τοῦ Πατρὸς ἀνεκφοίτητον ἐπιγράφεται ἐπιφοίτησιν· ἐξῆλθον λέγων παρὰ τοῦ Πατρὸς καὶ ἥκω. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι ἀποφαίνεται· ἔτι δὲ καὶ δι’ ὧν ἑαυτῷ τε τὴν τοῦ Πατρὸς εἴδησιν, καὶ τῷ Πατρὶ τὴν ἑαυτοῦ ἐπιμαρτυρεῖ· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, οὕτως εἰδέναι, λέγει, τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Ταύτην τοίνυν ἀρχὴν ὑποθέμενοι τῷ παρόντι λόγῳ· δηλαδὴ τὸ λαμβάνειν τῆς περὶ τοῦ προσκυνητοῦ Πνεύματος ἀληθείας ἐξηγητήν, τὸν συγγενῆ τοῦ Πατρὸς Λόγον, καὶ τοὺς διὰ πίστεως ἡνωμένους αὐτῷ καὶ γενομένους αὐτόπτας αὐτοῦ καὶ ὑπηρέτας, καὶ τοὺς μετ’ ἐκείνους ὅσοι τὰς ἐκείνων παραδόσεις ἀκαινοτομήτως ἐτήρησαν, λέγωμεν ἤδη.

Ἔκθεσις ἐν συνόψει τοῦ καθ’ ἡμᾶς ὀρθοῦ δόγματος μετά τινος συμμέτρου κατασκευῆς. Πιστεύομεν εἰς ἕνα Θεὸν ἐν τρισὶ προσώποις εἴτουν ὑποστάσεσι θεωρούμενον Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, εἰς ὃν καὶ βεβαπτίσμεθα κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑνὸς τῆς Τριάδος, παράδοσιν· οὗτος γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς καὶ ὁμοούσιος αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ. ἐπεὶ καὶ καθ’ ἡμᾶς διὰ φιλανθρωπίαν γέγονεν, οὐχ ὃ ἦν ἀποβαλών, ἀλλ’ ὃ οὐκ ἦν προσλαβών, καὶ τέλειος ὀφθεὶς ἄνθρωπος ὥς περ ἦν καὶ Θεὸς ὁ αὐτὸς τέλειος· ἵνα τὸν ἄνθρωπον, ὃν ἀπαρχῆς κατ’ εἰκόνα οἰκείαν ἔπλασε, τοῦτον δὴ τὴν εἰκόνα τῆς πρώτης πλάσεως διὰ παραβάσεως παραφθείραντα, πάλιν ἀναμορφώσῃ καὶ ἀναπλάσῃ.

Καὶ ταύτην ἐπλήρωσε τὴν οἰκονομίαν, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντίλυτρον τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθα πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ λογισθεὶς ἐν νεκροῖς καὶ μόνος ἐλεύθερος ἐν αὐτοῖς εὑρεθείς, καθότι οὐδὲν εὗρεν ἐν αὐτῷ ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ λύσας τὰς ὠδίνας τοῦ θανάτου, καὶ ἀρχηγὸς τῆς ἀναστάσεως ἡμῶν καὶ τῆς εἰς ἀθανασίαν παλιγγενεσίας γενόμενος· μέλλων εἰς οὐρανούς, ὅθεν κατῆλθεν, ἀναλαμβάνεσθαι, καὶ τοὺς ἐνταυθοῖ γενομένους αὐτόπτας αὐτοῦ καὶ ὑπηρέτας, κήρυκας τοῦ εὐαγγελίου τῆς σωτηρίας εἰς πάντα κόσμον ἐξαποστέλλων, οὕτως αὐτοῖς παραδέδωκε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Εἰς ἓν οὖν ὄνομα θεότητος βεβαπτίσμεθα· καὶ τὴν θεότητα Πατέρα καὶ Υἱὸν εἶναι καὶ Πνεῦμα ἅγιον μεμυήμεθα· μίαν φύσιν τρισυπόστατον· τῶν ὑποστάσεων ἀχωρίστως διηρημένων καὶ ἀσυγχύτως ἡνωμένων· οὔτε γὰρ ὁ Πατὴρ χωρὶς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὔτε ὁ Υἱὸς ἢ τὸ Πνεῦμα χωρὶς τοῦ Πατρός, ἢ θάτερον θατέρου, ἢ εἶναι, ἢ δύνασθαι, ἢ ἐνεργεῖν τι πιστεύεται· ἐπεί, οὐκέτ’ ἂν μία ἦν ἡ φύσις αὐτοῖς, οὐδὲ ἡ δύναμις, οὐδὲ ἡ ἐνέργεια· οὐ μήν, οὐδὲ τὸ τῆς θεότητος ὄνομα ἓν ἦν, εἰς ὃ βεβαπτίσμεθα. Ἀλλὰ μήν, καὶ τοῦτο ἓν κατὰ τὴν εἰρημένην τοῦ Κυρίου παράδοσιν. Καὶ φύσις μία καὶ δύναμις καὶ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὡμολόγηται καὶ πεπίστευται.

Οὐκ οὖν καὶ διαιρουμένη ταῖς ὑποστάσεσιν ἡ θεότης, ἀχώριστός ἐστι, πάλιν εἰ καὶ ἥνωται ἡ τριάς, ἀλλ’ οὐδὲν ἧττον καὶ τριὰς μένει· ἑκάστης τῶν ὑποστάσεων ἀμέριστον σωζούσας καὶ ἀκοινώνητον τὴν καθ’ ἑαυτὴν ἰδιότητα, καθ’ ἣν καὶ τὸ οἰκεῖον ὄνομα τετήρηκεν ἀμετάπτωτον· μόνος γὰρ ὁ Πατήρ, Πατήρ· καὶ μόνον Πατήρ· οὐδὲ γὰρ Υἱὸς ἢ Πνεῦμα· εἰ γάρ τι τούτων, οὐκ ἔστι Πατήρ· καὶ ἅμα τροπή τις τοῦτ’ ἂν εἴη τοῦ ἀκηράτου.

Κατὰ ταῦτα δέ, καὶ μόνος Υἱὸς ὁ Υἱός· καὶ μόνον Υἱός· καὶ μόνον ἅγιον Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο μόνον, καὶ οὐδέτερον τῶν λοιπῶν. Διὰ τοῦτο ἀσύγχυτον ὁμολογοῦμεν τὴν τῆς Τριάδος ἕνωσιν. Καὶ οὐχ οὕτω καὶ σὺ πιστεύεις, ὢ τὴν πάλαι Ῥώμην αὐχῶν, καὶ τῇ προεδρίᾳ τῆς καθέδρας τῶν Ἀποστόλων Χριστοῦ σεμνυνόμενος;

ϹΗ. Οὕτω πάντως· ἡ μὲν γὰρ τῶν ὑποστάσεων σύγχυσις, ἐκ τῆς σαβελλιανῆς αἱρέσεως εἰσαχθεῖσα, τὸν ἤδη κατηργημένον Ἰουδαϊσμὸν ἀνεκαίνιζεν· ἡ δὲ τῆς οὐσίας κατατομὴ καὶ διαίρεσις, ἐκ τῆς ἀρειανικῆς προβιβαζομένη μανίας, εἰς πολυθεΐαν ἑλληνικὴν ἐξωλίσθαινεν· ἥ γε μὴν τῶν ὀρθῶν δογμάτων εὐθύτης τὰς ἑκατέρωθεν ἀποτροπὰς ἀποτρέπουσα, τὴν μέσην βαδίζειν καὶ βασιλικὴν παρηγγύησεν· ὥς πέρ τινος ἀσφαλοῦς ἐχομένη πείσματος τῆς κυριακῆς παραδόσεως· ἣ καὶ τὸ ἓν ἡμῖν ἐγνώρισεν ὄνομα τῆς θεότητος, καὶ τὰ τρία σαφῶς ὑπέδειξε πρόσωπα.