Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Διάκριση υποστατικής εκπορεύσεως και χρονικής αποστολής

Ανασκευή των επιχειρημάτων που ταυτίζουν την ουσιώδη εκπόρευση με την αποστολή στον κόσμο, διασαφηνίζοντας ότι η αποστολή συνιστά κοινή θεία βούληση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 9

Ἀντίθεσις. Ἀλλὰ τοῦ Υἱοῦ τρανῶς καὶ παρ’ αὐτοῦ τὸ Πνεῦμα ἐξαποστέλλεσθαι λέγοντος· αὐτοῦ γάρ ἐστι ταῦτα τὰ ῥήματα· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν· καὶ πάλιν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’, ὅσα ἂν ἀκούσῃ, λαλήσει· καί, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν· πῶς οὐκ ἀντιλέγειν ἐστὶ τῷ Υἱῷ, τῷ μὴ λέγειν τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; εἰ γὰρ πᾶν τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται, καὶ τὸ ἔκ τινος λαμβάνον ὃ μεταδίδωσι, ἐξ ἐκείνου τὸ μεταδιδόμενον ἔχει ἐξ οὗ καὶ λαμβάνει, δῆλον ὡς καὶ τὰ πνευματικὰ χαρίσματα ἐκ τοῦ Υἱοῦ λαμβάνον τὸ Πνεῦμα δίδωσιν. Εἰδὲ ταῦτα ἐκ τοῦ Υἱοῦ, καὶ αὐτὸ τὸ Πνεῦμα, οὗ εἰσὶν ἐνέργειαι τὰ χαρίσματα, ἐκ τοῦ Υἱοῦ· ἢ πῶς ἐξ οὗ μὴ αὐτό, ἐξ ἐκείνου ἂν σχοίη τὰς ἐνεργείας; εἴπερ ἀντιστρέφειν ἀνάγκη τὴν οὐσίαν, τὴν δύναμιν, τὴν ἐνέργειαν· καὶ ὅθεν τὸ ἕν, ἐκεῖθεν καὶ τὰ ἄλλα.

Λύσις. Παίδων λέγεις ἐν ἀγορᾷ παιζόντων ἀθύρματα, ἢ ἀνδρῶν κακοδαιμόνων ὡς ἀληθῶς καὶ ἀνοήτων συμπλάσματα; ἐν ὑποκρίσει μέν, εὐαγγελικὰ δοκούντων προτείνεσθαι προβλήματα· τῷ ὄντι δέ, ψευδολόγων καὶ κεκαυτηριασμένων τὴν οἰκείαν συνείδησιν, καὶ παιζόντων ἐν οὐ παικτοῖς· ἢ διαβεβαιουμένων, ἃ μὴ γινώσκουσιν. Ἀλλὰ μὴ ταράττου· μηδὲ θρασὺν εἶναί τινα καὶ ἀγέρωχον ἀποφαίνου τὸν τούτοις τὰ σὰ προβλήματα τοῖς λόγοις διαχλευάζοντα, πρὶν τὸ τῶν λόγων ἴδῃς συμπέρασμα.

Οὐ τῷ μὴ λέγειν τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἀντιλέγειν ἐστὶ τῷ Υἱῷ· ἀλλὰ μᾶλλον τῷ λέγοντι, τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἀντιλέγοι ἄν, ὁ πλέον τι τῷ λόγῳ προστιθέναι τολμῶν· ὡς ἂν ἀκριβέστερος ὢν παρὰ τὸν Υἱὸν θεολόγος· καί, ὃ τάχα λαθὸν ἐκεῖνον παρέδραμεν, αὐτὸς διὰ τῆς προσθήκης ἐπανορθούμενος· ποῦ γὰρ εὕρηται λέγων ὁ Υἱὸς ὅτι παρ’ ἐμοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται; τοῦτο μὲν οὐδαμοῦ φαίης ἄν. Ἀλλ’ ὃ τούτῳ ἐστὶν ἰσοδύναμον τό, ἐγὼ πέμψω φής, ἐξ οὗ καὶ τὸν θαυμαστὸν συμπλέκεις συλλογισμόν· ὅτι πᾶν τὸ ἀποστελλόμενον, ἐκ τοῦ πέμποντος ἐκπορεύεται· ἀλλ’ ὦ τᾶν, ἐκ ψευδῶν ἀμφοῖν τῶν προτάσεων, οὐκ ἀληθὲς συνάγεις συμπέρασμα· οὔτε γὰρ πᾶν τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται, οὔθ’ ὁ Υἱὸς παρ’ ἑαυτοῦ τὸ Πνεῦμα πέμψειν ὑπέσχετο· ὡς εἰ καὶ ταὐτόν τι δοίημεν εἶναι τὴν ἀποστολήν τε καὶ τὴν ἐκπόρευσιν, μὴ πάντως ἀνάγκην εἶναι· τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ὅτι μὴ δὲ παρ’ αὐτοῦ ἀποστέλλεσθαι εἴρηται, ἀλλὰ παρὰ τοῦ Πατρός· ὅθεν οὖν ἡ ἀποστολὴ ἐκεῖθεν τάχα ἂν εἴη καὶ ἡ ἐκπόρευσις.

ϹΗ. Ἀλλὰ καὶ ἐγὼ πέμψω, φησίν. Καὶ τί τοῦτο; τὴν εὐδοκίαν τοῦ Υἱοῦ, ἀποστολὴν εἶναι νόμισον· καὶ κινοῦνται μὲν τὴν ἀποστολὴν τῷ Πατρὶ διὰ τὸ σύνδρομον τοῦ θελήματος, δείκνυσι δέ, πόθεν ἡ οὐσιώδης ἐκφοίτησις, εἰπών· παρὰ τοῦ Πατρός· καὶ οὐδὲ τοῦτο μόνον εἰπὼν ἠρκέσθη· ἀλλὰ καὶ σαφέστερον ἐξηγήσατο τὸ λεγόμενον δι’ ὧν ἐπήγαγε· τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἵνα γὰρ μὴ ἀκούσας ἀποστολήν, εἰς ταπεινήν τινα καταπέσῃς καὶ τοῦ Πνεύματος ἀναξίαν ὑπόνοιαν, ὡς ἄρα οὐκ αὐτοδεσπότου τοῦ ἀποστελλομένου τυγχάνοντος, ἀλλ’ ὑποτασσομένου καὶ ἀλλότρια λειτουργοῦντος προστάγματα, διὰ τοῦτο τῶν λειτουργικῶν ἀποδιαστέλλων αὐτὸ πνευμάτων καὶ δεικνὺς τῆς ὑπὲρ ταύτης φύσεως ὄν, φησί, τὸ Πνεῦμα τῆς ἀληθείας· ἔφθη γὰρ πρότερον, αὐτός τε εἶναι, εἰπών, ἡ ἀλήθεια καὶ τὸν Πατέρα τοῦτο καλέσας· ἀφορίζων δὲ αὐτοῦ καὶ τὸν τρόπον τῆς ὑποστάσεως, ὅ, φησι, παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τί ταύτης σαφέστερον τῆς ἀληθείας καὶ φανερώτερον;

Εἶτα σὺ τολμᾷς τῷ λόγῳ τῆς ἀληθείας προστιθέναι τὰ παρὰ τῶν σῶν λογισμῶν εἰσηγούμενα· μὴ λογιζόμενος, ὡς οὐδὲν μὲν τῆς ἀληθείας αὐτῆς ἀληθέστερον, οὐδὲ τῆς σοφίας σοφώτερον, λογισμοὶ δὲ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἔννοιαι, καὶ οὐδὲ τὴν ἀποστολικὴν φρίττουσιν ἀπόφασιν, ἥ φησιν· εἴ τις εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, κᾂν αὐτὸς ἐγώ, κᾂν ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω. Πῶς δὲ οὐ παίζοντος ἢ ἀφρένοντος, τό, πᾶν ἀποστελλόμενον λέγειν ἐκ τοῦ πέμποντος ἐκπορεύεσθαι; διὰ τοῦτο δὲ καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ· εἰ μὲν γὰρ ἀποστολὴν λέγεις αὐτὴν τὴν ἐκπόρευσιν, ἣ μόνη ἐστὶ τοῦ Πνεύματος ἴδιον, μὴ λέγε πᾶν τὸ ἀποστελλόμενον εἴτουν ἐκπορευόμενον.

Τί δὲ καὶ τοῖς πᾶσι δεῖ τό, ὑπὲρ τὰ πάντα συντάττειν; ἀλλ’ αὐτόθεν λάμβανε τὸ ζητούμενον· καὶ μὴ ὡς συλλογισμὸν ἀλλ’ ὡς λῆμμα δέχου τὸ ἐν ἀρχῇ σοι ζητούμενον. Τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἀποστέλλεσθαι εἴτουν ἐκπορεύεσθαι· εἰ δ’ ἄλλο τι φὴς τὴν ἀποστολὴν παρὰ τὴν ἐκπόρευσιν, πῶς συνάπτεις τὰ ἀσύναπτα; πῶς ἑνοῖς τὰ διάφορα; πῶς συμπεραίνεις τὰ ἀσυλλόγιστα, καὶ ἢ σεαυτὸν λανθάνεις, ἢ ἄλλους οἴει, μεταλαμβάνων τὴν ἀποστολὴν εἰς ἐκπόρευσιν; δεῖ γὰρ πάντως ἐν τῷ συλλογισμῷ, τὸν αὐτὸν εἶναι τὸν μέσον δυοῖν προτάσεων ὅρον, καὶ μηδετέρου τῶν ἄκρων παντάπασιν ἕτερον· εἴ γε μέλλοι συνδετικὸς εἶναι τούτων καὶ ὄντως μέσος· ἢ βούλει σοι καὶ αὐτὸς μικρόν τι συμπαίξω, τὴν σὴν προσλαμβάνων πρότασιν καὶ τοὺς ὁμοίους σοι συμπλέκων συλλογισμούς, εἰπεῖν· τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται· ἀλλὰ μὴ ἡλίκου, ὦ θεία Τριάς, καὶ μόνου τοῦ κατὰ τὸ σχῆμα τοῦ λόγου τολμήματος· οὐ γὰρ τὸ ἐμὸν λέγω, ἀλλὰ τὸ τοῦ ἀντιλέγοντος, θριαμβεύω, πάλιν εἰπεῖν, τὸ ἀποστελλόμενον, ἐκ τοῦ πέμποντος ἐκπορεύεται· καὶ ἵνα παρῶ τἄλλα λειτουργικά, κατὰ τὸν Ἀπόστολον, πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, ἀπεστάλη σαφῶς παρὰ τοῦ Θεοῦ καὶ Μωσῆς· οὕτω γὰρ καὶ πρὸς Φαραὼ λέγειν ὥριστο· ὁ ὢν ἀπέσταλκέ με. Ἀπεστάλη καὶ παρὰ τοῦ Θεοῦ καὶ ὁ Βαπτιστὴς κατά τε τὴν προφητείαν·

Ἰδού, ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Καὶ κατ’ αὐτὸν ἐκεῖνον· ὁ πέμψας με γάρ, φησι, βαπτίζειν ἐκεῖνός μοι εἶπεν· ἀπεστάλησαν οἱ Ἀπόστολοι παρὰ τοῦ Κυρίου, καθά φησιν αὐτός· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ κᾀγὼ πέμπω ὑμᾶς· εἰ δὴ τούτων ἑκάστῳ τὴν σὴν ἐπισυνάπτομεν πρότασιν, τήν, ὅτι πᾶν τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται, ποίαν ἀτοπίαν οὐχ ὑπερβαίνει τὰ ἐντεῦθεν συναγόμενα συμπεράσματα; ἢ τοίνυν οὐ ταὐτὸν ἀποστολὴ καὶ ἐκπόρευσις, ἢ εἰ ταὐτόν, ἴδιος ἂν εἴη καὶ τῶν ἄλλων πάμπαν ἐξηρημένος, ὁ τρόπος τῆς τοῦ Πατρὸς ἀποστολῆς τε καὶ ἐκπορεύσεως· ἡμῖν μὲν ἄγνωστος, αὐτῷ δὲ μόνῳ καὶ τῷ συγγενεῖ λόγῳ καὶ τῷ θεογόνῳ Πατρὶ γνωστός· ἢ καὶ ἡμῖν τοσοῦτον γνωστός, ὅσον ὁμογενὴς Υἱὸς ἐξηγήσατο· οὐχ ὅσον καὶ ἡ σὴ προσεξεῦρε γνῶσις, ὡς ἄρα τὴν θείαν γνῶσιν ὑπερελάσασα. Τὸ γοῦν ἡμῖν γνωρισθὲν διὰ τοῦ Υἱοῦ, τοσοῦτόν ἐστι μόνον· ὅτι τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ μὲν ἀποστέλλεται· ἐκ τοῦ Πατρὸς δέ, ὡς ἐκ πηγαίας ἀρχῆς, ἐκπορεύεται· ἢ εἰ βούλει καὶ ἀποστέλλεται καὶ τοῦτο μὲν οὕτω.