Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Συνοδική παράδοση και ακεραιότητα του Συμβόλου της Πίστεως

Η διδασκαλία των πρώτων Οικουμενικών Συνόδων, η ομόφωνη αποδοχή του ιερού συμβόλου και η αυστηρή απαγόρευση της αλλοιώσεώς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 8 από 9

Ταῦτα καὶ πᾶς ἐρεῖ τῶν Ἀποστόλων ὁ θίασος· οὐ γὰρ μεμέρισται ὁ Χριστὸς οὐδὲ τὸ θεῖον διαπεφώνηται κήρυγμα. Τί δὲ οἱ τῶν Ἀποστόλων διάδοχοι; τὸ μὲν καθένα παράγειν εἰς μαρτυρίαν τοὺς κατὰ καιροὺς ἐν ἐκκλησίᾳ Χριστοῦ διαπρέψαντας ἁγίους καὶ θεοφόρους πατέρας, περιττὸν ἂν εἴη καὶ ὑπὲρ τὸν τῆς παρούσης καιρὸν διαλέξεως· ἐν κεφαλαίῳ δὲ τὴν σύμφωνον πάντων ὁμολογίαν παραστησάμενος, συμμετρίας τε πεφροντικέναι δόξαιμ’ ἂν οἶμαι, καὶ μηδὲν ἅμα τῶν δεόντων παραλιπεῖν. Ἡ γοῦν μεγάλη καὶ πρώτη συγκεκροτημένη ἐπὶ Νίκαιαν σύνοδος ἐπὶ καθαιρέσει τῶν δυσσεβῶν δογμάτων, Ἀρείου καὶ Σαβελλίου, Φωτεινοῦ, Μάνεντος, Μοντανοῦ.

Παύλου Σαμοσατέως, Οὐαλεντίου τε καὶ Μαρκίωνος, καὶ πάσης ἄλλης τὸ τηνικαῦτα φυείσης αἱρέσεως, ταῦτα πρὸς τὸν ἀποροῦντα φιλόσοφον περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος ἀπεκρίνατο διὰ τοῦ Μακαρίου Λεοντίου τοῦ Καισαρείας.

Ἐκ τοῦ πρακτικοῦ τῆς πρώτης Συνόδου. Δέχου μίαν Θεότητα τοῦ Πατρός, τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως· καὶ τοῦ Υἱοῦ, τοῦ γεγεννημένου ἐξ αὐτοῦ· καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός· ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ καθά φησιν ὁ ἀπόστολος Παῦλος· εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν αὐτοῦ.

Ἀλλὰ καὶ δι’ ὑποδειγμάτων διασαφοῦσιν, εἰ καὶ πολὺ τῆς ὑποθέσεως ὑστερούντων, ἀλλ’ εὖ μάλα διευκρινούντων ἐκείνῳ τε τῷ φιλοσόφῳ τὸ ἀγνοούμενον, καὶ σοὶ τὸ ἀμφιβαλλόμενον, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἀλλ’ οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται· ἀνάλογον γὰρ λαμβάνουσι τῷ Πατρὶ μέν, τὸν ἐν ἡμῖν νοῦν, τὸ πῦρ, τὴν πηγήν· τῷ Υἱῷ δέ, τὸν λόγον, τὸ ἀπαύγασμα, τὸν ποταμόν· τῷ Πνεύματι δὲ τῷ ἁγίῳ, τὸ ἐξ ἡμῶν πνεῦμα, τὸ φῶς, καὶ τὸ ὕδωρ. Ἐκ τούτων δὲ τῶν ὑποδειγμάτων, τό, τε μοναδικὸν τῆς οὐσίας τῷ φιλοσόφῳ δεικνύουσι, καὶ τὸ τῶν προσώπων τριαδικόν· οὐχ ἧττον δὲ καὶ σοὶ τὸ χρήσιμον εἰς τὴν προκειμένην ζήτησιν χορηγήσουσι· τὴν ἀναλογίαν πλατύτερον ἐξαπλώσαντι. Λόγος μὲν γὰρ καὶ Πνεῦμα, ἐκ νοῦ· ἀπαύγασμα δὲ καὶ φῶς, ἐκ πυρός· ποταμὸς δὲ καὶ ὕδωρ, ἐκ πηγῆς καὶ λέγονται καὶ εἰσίν. Ἐκ δὲ τῶν δευτέρων τὰ τρίτα, ἢ ἐκ τῶν τρίτων τὰ δεύτερα, οὐδαμῶς· καὶ μὴν ἐν τῷ λόγῳ, τὸ πνεῦμα καὶ τὸ φῶς ἐν τῷ ἀπαυγάσματι, καὶ τὸ ὕδωρ ἐν τῷ ποταμῷ.

Ἀλλὰ καὶ ἕκαστον ἑκάστου· τὰ τρίτα δηλαδὴ τῶν δευτέρων, ὥς περ καὶ τῶν πρώτων λέγεται· ἔμπαλιν δὲ τὰ πρῶτα καί γε τὰ δεύτερα, καλεῖται τοῖς τῶν τρίτων ὀνόματα. Μετάθες τὴν ἀναλογίαν εἰς τὴν τριάδα καὶ σωθήσεταί σοι διὰ πάσης τὸ ἀπαράλλακτον. Υἱὸς γὰρ καὶ Πνεῦμα, ἐκ τοῦ Πατρός· ἐξ ἀλλήλων δὲ οὐδαμῶς· καὶ τὸ Πνεῦμα ἐν τῷ Υἱῷ· ἀχώριστον γάρ, ἀλλὰ καὶ Υἱοῦ καὶ Πατρὸς Πνεῦμα. Τὸ ἔμπαλιν δέ, Πνεῦμα καὶ ὁ Υἱός γε καὶ ὁ Πατήρ. Ἔχεις ταῦτα παρὰ τῆς πρώτης συνόδου· Λεόντιος μὲν γὰρ ἔλεγεν, ἀλλ’ ἡ σύνοδος ἐπεκύρου.

Ἥ γε μὴν μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει συστᾶσα θεοσύλλεκτος σύνοδος, ἐπὶ καταστροφῇ τῶν πνευματομάχων καὶ τῆς ἀνοίας Ἀπολλιναρίου καὶ τῶν ἄλλων τῶν αὖθις κατὰ τῆς ὀρθοδοξίας κινουμένων αἱρέσεων, πόνου δίχα παντός, τὸ πανίερον καὶ θεόκριτον προτίθεταί σοι τῆς πίστεως σύμβολον· δι’ οὗ καὶ τὸν τῆς ἐν Νικαίᾳ κεκύρωκεν ὅρον, καὶ τοὺς Πνευματομάχους τῆς ἐκκλησίας ἐξήλασε· Κύριον τὸ Πνεῦμα τὸ ἅγιον καὶ ζωοποιὸν ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Πατρί τε καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον θεοπρεπῶς ἀναγορεύσασα.

Ταῦτα πρῶτοι οἱ τριακόσιοι ὀκτωκαίδεκα. Ταῦτα μετὰ τούτους οἱ πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἐδογμάτισαν. Ταύτῃ τῇ ὁμολογίᾳ οἱ τῆς ὀρθοδοξίας μεγάλοι πρόβολοι, Ἀθανάσιος, Βασίλειος, οἱ τρεῖς Γρηγόριοι, καὶ ὁ τὴν γλῶτταν χρυσοῦς. Τί γὰρ δεῖ πάντας ἀριθμεῖν; συναπέθανον, μᾶλλον δὲ ταύτῃ ζῶσι καὶ μετὰ θάνατον, ὧν τὴν κοινωνίαν πάντες οἱ τῆς καθ’ ὑμᾶς Ῥώμης ἠσπάσαντο πρόεδροι.

Ταύτην ἡ ἐν Ἐφέσῳ τῶν Σων πατέρων κατὰ τοῦ φρενοβλαβοῦς Νεστορίου συναθροισθεῖσα σύνοδος, ἔστερξεν· ἧς ἔξαρχοι, Κελευστῖνος ὁ τῆς Ῥωμαίων, καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων, καὶ Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐτύγχανον.

Ταύτην οἱ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἐπεσφράγισεν· ἀκολούθως τῇ κατ’ Ἔφεσον προλάμπειν ὁρίσασα τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως, τὴν τῶν τριακοσίων ὀκτωκαίδεκα ἁγίων καὶ μακαρίων πατέρων ἔκθεσιν· κρατεῖν τε καὶ τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα μακαρίων ὁρισθέντα πατέρων ἐν Κωνσταντινουπόλει, πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως· κυρώσασα δέ, διὰ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν ἐπιχειροῦντας μυστήριον, καὶ τὰς τοῦ μακαρίου Κυρίλλου συνοδικὰς ἐπιστολάς· πρὸς δὲ ταύταις, καὶ τὴν τοῦ Μακαρίου Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης προέδρου, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις Φλαβιανόν, ἣν καὶ στήλην ὀρθοδοξίας κατὰ τῶν κακοδοξούντων ἑστῶσαν ὠνόμασε· δι’ ἧς καὶ τοὺς ἀφυεῖς προστάτας τῆς τερατευομένης μιᾶς καὶ συγκεχυμένης ἐπὶ Χριστοῦ φύσεως, Εὐτυχέα καὶ Διόσκουρον, καταβέβληκε· καὶ τέλος ὥρισεν ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προσφέρειν, ἤγουν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρους. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ φροντίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον, τούτους εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, ἀλλοτρίους εἶναι· τοὺς ἐπισκόπους μέν, τῆς ἐπισκοπῆς· τοὺς δὲ κληρικοὺς τοῦ κλήρου· εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἀναθεματίζεσθαι.