Αὕτη πνευματικὴ τῷ ὄντι λατρεία, καθ’ ἣν εἰς τὸ ἓν τὰ τρία συνάγεται· τὸ πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν, τουτέστιν εἰς τὸ σῶμα Χριστοῦ, ὃ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους σαφῶς δεδήλωται, ὅτε τῆς σωτηρίου πλευρᾶς τῇ λόγχῃ νυγείσης τὸ ζωηρὸν ἐκεῖνο καὶ διπλοῦν ἐξέβλυσε ῥεῖθρον, αἷμα καὶ ὕδωρ, ὡς τοῦ πνεύματος δηλονότι, τουτέστι τῆς θεότητος, ἐν τῷ θείῳ σώματι μείναντος. Οὕτω πιστεύομεν, οὕτω προσφέρομεν ἄρτον τέλειον ζῶντα, εἴτουν σῶμα Χριστοῦ, τέλειον καὶ μετὰ τὸ πάθος διαμεμενηκὸς καὶ ὁλόκληρον. Οὐδὲ γὰρ ὀστοῦν αὐτοῦ συνετρίβη. Καὶ τῆς θείας ζωῇς ἀχώριστον τοιοῦτον, οἷον αὐτὸς ὁ πρῶτος ἡμῶν καὶ μέγας ἀρχιερεύς, καὶ θύτης καὶ θῦμα, τοῖς οἰκείοις μύσταις παρέδωκεν· αὐτοί τε πάλιν ἀπ’ ἀρχῆς αὐτόπται τοῦ Λόγου καὶ ὑπηρέται τῇ καθολικῇ Ἐκκλησίᾳ, τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, παρέδωκαν, πάντες μὲν τῇ ἐν Ἱεροσολύμοις, Πέτρος δὲ καὶ Παῦλος ᾖ ἐν Ἀντιοχείᾳ, Παῦλος δὲ ἰδίως καὶ πάσῃ τῇ οἰκουμένῃ, Μάρκος τῇ ἐν Ἀλεξανδρείᾳ, Ἰωάννης καὶ Ἀνδρέας τῇ ἐν Ἀσίᾳ τε καὶ Εὐρώπῃ, καὶ πάντες τῇ πανταχοῦ. Οὐδὲ γὰρ Πέτρος καὶ Παῦλος ἑαυτοῖς ἔμελλον καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐναντιοῦσθαι, καὶ αὐτῷ τῷ Χριστῷ, καὶ ἄλλο τι τῇ ἐν Ῥώμῃ ἐκκλησίᾳ παραδιδόναι παρὸ παρέλαβόν τέ οἱ αὐτοὶ καὶ τοῖς ἄλλοις παρέδωκαν.