Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων

Νικόλαος Μεθώνης

Η ανωτερότητα της ευαγγελικής χάριτος και καταληκτήρια προτροπή

Η οριστική απόρριψη της νομικής δουλείας, η υπεροχή της Καινής Διαθήκης έναντι του Μωσαϊκού Νόμου, και η τελική έκκληση προς τους Λατίνους για ορθή λατρεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 7

Διὰ τοῦτο κατὰ τὸν ἐν τῷ νόμῳ δειχθέντα τύπον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς σφαγιάζεται τὸ πάντως νοητῶς καὶ ὑπερφυῶς ὅσα τὸ τυπικὸν αἰσθητῶς τε καὶ φυσικῶς πρόβατον τέλειον, ἄρσεν, ἄμωμον, ἐνιαύσιον, οὐκ ἀπὸ τῶν ἀμνῶν μόνον, ἀλλὰ καὶ τῶν ἐρίφων τῆς εὐωνύμου στάσεως λαμβανόμενον, τά τε ἄλλα τῆς προτυπωθείσης ἐν τῷ γράμματι τελετῆς ἐντεῦθεν πνευματικῶς θεωρουμένης, καθὼς ὁ θεολόγος Γρηγόριος περὶ τούτων ἐν πλάτει πεφιλοσόφηκε κάλλιστά τε καὶ ὑψηλότατα. Ἔνθα καὶ τὴν πολλήν σοι κατὰ τῆς ζύμης προαναστέλλων καταφορὰν καὶ τὴν ἀποστολικὴν περὶ ταῦτα ῥῆσιν τῇ Κυριακῇ συμβιβάζων, τὴν μὲν παλαιᾷ καὶ ὀξώδει κακίᾳ προσένειμε, τὴν δὲ ἐργοποιὸν προσεῖπε καὶ ζωτικήν, καὶ τὴν ἄρσιν οὐ ταύτης νομοθετεῖσθαι, ἀλλὰ τῆς ὡς κακίας διαβαλλομένης ἡρμήνευσεν.

Ὥσπερ ἄρα καὶ σὲ διαστέλλειν προσῆκε, καὶ διαστέλλοντα μεταξὺ βεβήλου καὶ ἁγίου μὴ οὕτω ἀπερισκέπτως τῆς ἱερᾶς κατατρέχειν ζύμης, τῆς εἰς βασιλείαν οὐρανῶν ἀναγομένης καὶ τοὺς μετόχους συνεναγούσης· ἀλλ’ ἐκείνην ὡς μάλιστα παραιτεῖσθαι τήν, ὅση κακίᾳ τε προσαφομοιοῦται καὶ πρὸς τὴν παλαιὰν τοῦ νόμου συγκατασπᾷ τοὺς χρωμένους εὐτέλειάν τε καὶ ταπεινότητα, ᾗ συνυπάγεται καὶ τὸ ἄζυμον.

Ἀλλὰ γὰρ ἐπειδή σοι πᾶσα πρόφασις περιῄρηται, πρόσκομμά τε ἅπαν ἐξῆρται, καὶ ἡ βασιλικὴ τῆς ἀληθείας ὁδὸς ἐξωμάλισται κατευθὺ τῆς ἱερᾶς ζύμης ἄγουσα, καὶ τῇ παραθέσει σκολιὰν καὶ διεστραμμένην τὴν πρὸς τὸ ἄζυμον παράκλισιν ἐξελέγχουσα, δεῦρο δὴ ταύτην ὁμοῦ συνοδεύσωμεν καὶ τοῦ μακαρισμοῦ· τῶν ἀμώμων ἐν ὁδῷ τῶν ἐν νόμῳ Κυρίου πορευμένων τυχεῖν ἐπισπεύσωμεν. Τίς ἧ τῶν ἀμώμων ὁδός, καὶ τίνες οἱ ἄμωμοι; Οἱ μὴ κοινωνοῦντες Ἰουδαίοις τε καὶ αἱρετικοῖς, καὶ τὴν αὐτὴν ἐκείνοις ἰόντες καὶ τὸν ἐκεῖθεν μῶμον ἐπισυρόμενοι.

Ὁδὸς δὲ ἀμώμων καὶ νόμος Κυρίου τὸ Εὐαγγέλιον, δι’ οὗ τί μὲν αἱρετόν τε καὶ πρακτέον, τί δὲ φευκτέον τε καὶ παραιτητέον ἡγεῖσθαι καθοδηγούμεθα. Ἐπὶ τῆς Μωϋσέως φησὶ καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι· πάντα οὖν ὅσα ἐὰν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Τὸν Μωϋσέως φησὶ τόπον ἐπέχουσιν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι.

Μωϋσῆς δὲ τί ἄλλο, ἢ ὁ νόμος ὁ παλαιός, καθά φησιν ἐν ταῖς Πράξεσιν Ἰάκωβος ὁ ἀδελφόθεος· Μωσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις ἔχουσι Μωσέα καὶ τοὺς προφήτας. Πάντα γοῦν φησιν, ὅσα φυσικῶς τε καὶ ἀδιδάκτως ὑμῖν ἀρχῆθεν ἐγκατέσπαρται νόμιμα, ταῦτα δὲ καὶ οἱ τοῦ Μωσέως ἤτοι τοῦ νόμου τόπον ἐπέχοντες, ἤγουν ὁ νόμος αὐτὸς τηρεῖν ὑποτίθεται, τηρεῖτε καὶ ὑμεῖς καὶ ποιεῖτε. Ταῦτα δ’ ἦν τό· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὰ ἑξῆς.

Καὶ ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν. Καί· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Καί· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, ὅσα τε ἄλλα σύστοιχα τούτοις. Κατὰ δὲ τὰ ἔργα αὐτῶν, ἅπερ ἔστι τὰ ἐργώδη τοῦ νόμου παρατηρήματα, μὴ ποιεῖτε. Τίνα ταῦτα;

Τὸ σάββατον, ἡ περιτομή, ὁ ἀμνός, αἱ λοιπαὶ θυσίαι, τὰ ἄζυμα, αἱ περὶ λεπροῦ καὶ γονοῤῥυοῦς παρατηρήσεις, αἱ περιῤῥάνσεις, τὰ παραπλήσια. Ἔτι δὲ τό· τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν ἀπολύειν, καὶ τό, δυοῖν ἢ πλειόνων ἀδελφῶν ἑνὸς ἄπαιδος τελευτῶντος τὴν γυναῖκα λαμβάνειν τὸν ἕτερον. Περὶ ὧν καὶ προσεχῶς ἤδη διήλεκται. Πρὸς δέ, καὶ ὅσα παρ’ ἑαυτῶν οἱ φαρισαῖοι καὶ γραμματεῖς τῷ νόμῳ προσέθεντο, πλύνοντες μὲν αὐτοὶ τὰ ἑαυτῶν φυλακτήρια καὶ τὰ κράσπεδα μεγαλύνοντες, βαπτισμοὺς δὲ ξεστῶν καὶ ποτηρίων παραδιδόντες, καὶ χερσὶν ἀνίπτοις ἐσθίειν μὴ ἐπιτρέποντες, ἃ πάντα διὰ μιᾶς ταύτης παρεγγυήσεως ἄρδην ὁ Εὐαγγελικὸς νόμος κατέλυσεν εἰπὼν κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.

Ἀλλ’ ἐν τούτοις μὲν ἔοικέ τινα καὶ τῷ παλαιῷ νόμῳ δίδοσθαι χώραν· ἐν οἷς δὲ τὴν καθ’ ἑαυτὸν παραδίδωσι τελειότητα, τηνικάδε τελείως ἐκβάλλει τὸν νόμον, καταργῶν τὴν κατ’ ἐκεῖνον ἀτέλειαν, καὶ τοῦ μὲν μὴ φονεύειν ἀντεισάγων τὸ μηδὲ παράπαν ὀργίζεσθαι, τοῦ δὲ μὴ μοιχεύειν τὸ μὴ ἐπιθυμεῖν· τοῦ δὲ μὴ ἐπιορκεῖν τὸ καὶ τὸν ἀληθινὸν ὅρκον ἀπότομον τίθεσθαι, τοῦ δικαίως ἀμύνειν τὸν προλυπήσαντα τὸ καὶ προσαδικεῖσθαι παρέχειν ἑαυτὸν ἕτοιμον.

Ὅλου τοίνυν οὕτω τοῦ νόμου καὶ πεπαυμένου διὰ τὸ ἀτελές, διὰ τὸ σκιῶδες, διὰ τὴν σάρκα τοῦ γράμματος, καθὼς πάλιν φησὶν δὲ Κύριος· ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ βαπτιστοῦ, ἀπὸ δὲ τότε ἡ βασιλεία τῶν οὐρανῶν, εἴτουν ἡ εὐαγγελικὴ πολιτεία, βιάζεται· τί δεῖ πρὸς τὰ κατ’ ἐκεῖνον στοιχεῖα παλινδρομεῖν νηπιοπρεπῶς τοὺς εἰς τὴν εὐαγγελικὴν τελειότητα φθάσαντας, καὶ τῇ πνευματικῇ καὶ ἀληθινῇ λατρείᾳ τὴν σαρκικὴν καὶ σκιώδη παραμιγνύναι διὰ τῆς τῶν ἀζύμων παραδοχῆς, καὶ κιβδηλεύειν οὕτω δόκιμον καὶ πεπυρωμένον καὶ κεκαθαρισμένον ἑπταπλασίως ἀργύριον τῆς καθ’ ἡμᾶς ὀρθῆς πίστεως; Μηδὲ γὰρ εἴπῃς, ὅτι καθάπερ ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία κατὰ τὸν θεῖον ἀπόστολον, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη, οὕτως ἐν Χριστῷ οὔτε ζύμη τι ἰσχύει, οὔτε ἄζυμον, ἀλλὰ πίστις τὸ πᾶν ἐνεργοῦσα διὰ τῆς τοῦ Πνεύματος ἐπικλήσεως τὸ δῶρον καθαγιάζουσα, κἂν ἔνζυμον εἴη, κἂν ἄζυμον, κἂν ἐκ σίτου, κἂν ἐκ κριθῆς, κἂν ἐκ κέγχρου, κἂν ἐξ ὀλύρας.

Οὐ γάρ ἐστι πίστις εἰλικρινὴς ἡ τῶν νομικῶν παρατηρημάτων ἀφελκομένη καὶ τῷ πνεύματι τῆς ἐλευθερίας πνεῦμα δουλείας συνεπεισάγουσα, καὶ τῷ τελείῳ προστεθεῖσα τὸ ἀτελές, καὶ τὸ φανὲν καὶ ἀληθινὸν τῷ σκοτεινῷ καὶ σκιώδει συγχέουσα.

Οὐκ ἔστιν αὔτη πίστις, οὐκ ἔστιν. Ἀλλ’ οὐδὲ Παῦλος ὡς ἀδιάφορον ὄν, εἴτε περιτέμνοι τό τις, εἴτε ἀκρόβυστος μένοι μετὰ τὸ προσιέναι τῇ χάριτι, τὸ μηδὲν ἰσχύειν ἐν Χριστῷ ἢ τὴν περιτομὴν ἢ τὴν ἀκροβυστίαν ἀπεφῄνατο.

Πῶς γάρ, ὥς γε τοσαύτην ἐν τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ τῆς περιτομῆς ποιεῖ τε καταδρομήν, κύνας μὲν καὶ κακοὺς ἐργάτας ἀποκαλῶν ἀναιδῶς τῇ πίστει προσεπεμβαίνοντας καὶ τὴν κακὴν ἐργασίαν ἐργαζομένους, τὴν τῶν παραδεχομένων αὐτοὺς ἀπώλειαν τοὺς ὥσπερ οὐκ ἀρκούσῃ καθ’ ἑαυτὴν τῇ ἐκ τῆς πίστεως δικαιώσει τὴν ἐκ τοῦ νόμου παρεισάγοντας, καὶ διὰ τοῦτο τὴν περιτομὴν ὡς νῦν ὑμεῖς τὰ ἄζυμα περιέποντας, αὐτὴν δὲ τὴν κατὰ σάρκα περιτομὴν κατατομὴν οἰκειότερον ὀνομάζων.

Καὶ ἔτι γε μᾶλλον ἐν τῇ πρὸς Γαλάτας τὴν παραδοχὴν τῆς περιτομῆς καὶ τῶν ἄλλων νομίμων ἐγκαλῶν αὐτοῖς ὡς μετάθεσιν εἰς ἕτερον εὐαγγέλιον ἀπὸ τοῦ καλέσαντος ἐν χάριτι Χριστοῦ, καὶ τῷ τούτην μὲν καινοτομοῦντι, κἂν αὐτὸς εἴη Παῦλος κἂν ἄγγελος οὐρανόθεν ἥκων, ἀνάθεμα τίθησιν ἐπιτίμιον· ἀνοήτους δὲ τοὺς Γαλάτας ἀποκαλῶν ὡς τῆς καινοτομίας ἀνασχομένους, καὶ σαρκὶ ἐπιτελεῖσθαι καὶ ὑπὸ κατάρᾳ εἶναι τούτους ἀποφαινόμενος. Ἔτι δὲ καὶ παιδίσκης υἱοὺς καὶ τῆς κληρονομίας ἐκπτώτους, ἧς οἱ ἐκ τῆς ἐλευθέρας, ἤγουν οἱ μὴ στοιχοῦντες τῷ νόμῳ, ἠξίωνται. Ἡμεῖς γάρ φησιν οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ οὖν, ἐν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Ἡλίκη δὲ καὶ ἡ καθεξῆς παρεγγύησις; Ἰδέ, ἐγώ φησι Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Καὶ ἐγὼ δέ φησιν εἰ περιτομὴν ἔτι κηρύσσω, ἀδελφοί, τί ἔτι διώκομαι; ἆρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὁ δὲ τοσαύτῃ χρησάμενος κατὰ τῆς περιτομῆς καταφορᾷ, πῶς ἔμελλε ταύτην ὡς ἀδιάφορον οὖσαν μηδὲν λέγειν ἐν Χριστῷ ἰσχύειν, ὥσπερ δὴ μηδὲ τὴν ἀκροβυστίαν, καὶ οὕτω δοκεῖν ταύτην ἐκχωρεῖν τοῖς πιστεύουσιν; Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλὰ τὸ ἀδιάφορον τῇ περιτομῇ πρὸς τὴν ἀκροβυστίαν τότε διδόναι νοοῦμεν τὸν ἀπόστολον, ὅτε πρὸ τῆς ἐν Χριστῷ πίστεως ὁποτεροσοῦν τούτων μετεῖχεν ὁ προσιὼν ὥστε μὴ διστάζειν τοῦτον, εἰ δεχθήσεται προσιὼν ἢ ἀποπεμφθήσεται διὰ ταύτην ἢ δι’ ἐκείνην· ἀλλ’ εἰδέναι μηδὲν ἑκάτερον ἰσχύειν ἐπίσης. Ἐπεὶ μετὰ τὴν πίστιν τὴν περιτομήν τις καταδεχόμενος εἰς αὐτὴν ἴστω τὴν πίστιν ἐξαμαρτάνων ἀσύγγνωστα, ὡσαύτως δὲ καὶ τὰ ἄζυμα προσιέμενος.

Τὸ γὰρ αὐτὸ τοῖν ἀμφοτέροιν ἔγκλημα καὶ ἐκ τῆς ἐλευθέρας τῆς πίστεως εἰς τὴν τοῦ νόμου δουλείαν ἀναστροφή. Ταῦτα τοίνυν ὦ καλὲ Λατῖνε φιλαλήθως παρ’ ἡμῖν λαλημένα καὶ φιλαδέλφως, καὶ αὐτὸς εὐμενῶς καταδέξαι καὶ ἐπὶ οἰκείᾳ καὶ πάσῃ ἐριθείᾳ καὶ φιλονικείᾳ χαίρειν εἰπών, καὶ τῆς ἀκαίρου καὶ ματαίας ἐκστὰς ἐνστάσεως, φύγε μὲν τὴν πρὸς ἀλλοφύλους, Ἰουδαίους φημί, καὶ τοὺς ἀλόγους αἱρετικοὺς ἐπιμιξίαν, ἄσπασαι δὲ τὴν μεθ’ ἡμῶν τῶν συμφυλετῶν, τῶν γνησίων ἀδελφῶν, τῶν ὀρθοδόξων, κοινωνίαν, καὶ κοινῆ καθαρὰν καὶ ἄχραντον καὶ ἀμώμητον καὶ παντὸς αἱρετικοῦ καὶ ἀθέου φυράματος ἀμιγῆ τὴν πνευματικὴν ἡμῶν λατρείαν τῷ κοινῷ ἡμῶν Δεσπότῃ καὶ Σωτῆρι Θεῷ ἀνοίσομεν, τέλειον τὸ ἱερεῖον τῷ Παντελείῳ προσφέροντες καὶ ἄμωμον καὶ ἀκίβδηλον, ζῶν τῷ Ζῶντι, μᾶλλον δὲ αὐτῇ τῇ Ζωῇ. Κἂν γὰρ τῇ σαρκὶ γέγευσται θανάτου ὁ Κύριος, τὴν παναγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας τοῦ Πατρὸς ἐν τῷ σταυρῷ παραθέμενος, ἀλλ’ ἡ ζωή, ἥτις ὁ Λόγος αὐτὸς Θεός, ἀχώριστος τοῦ ἁγίου διαμεμένηκε σώματος.

Αὕτη πνευματικὴ τῷ ὄντι λατρεία, καθ’ ἣν εἰς τὸ ἓν τὰ τρία συνάγεται· τὸ πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν, τουτέστιν εἰς τὸ σῶμα Χριστοῦ, ὃ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους σαφῶς δεδήλωται, ὅτε τῆς σωτηρίου πλευρᾶς τῇ λόγχῃ νυγείσης τὸ ζωηρὸν ἐκεῖνο καὶ διπλοῦν ἐξέβλυσε ῥεῖθρον, αἷμα καὶ ὕδωρ, ὡς τοῦ πνεύματος δηλονότι, τουτέστι τῆς θεότητος, ἐν τῷ θείῳ σώματι μείναντος. Οὕτω πιστεύομεν, οὕτω προσφέρομεν ἄρτον τέλειον ζῶντα, εἴτουν σῶμα Χριστοῦ, τέλειον καὶ μετὰ τὸ πάθος διαμεμενηκὸς καὶ ὁλόκληρον. Οὐδὲ γὰρ ὀστοῦν αὐτοῦ συνετρίβη. Καὶ τῆς θείας ζωῇς ἀχώριστον τοιοῦτον, οἷον αὐτὸς ὁ πρῶτος ἡμῶν καὶ μέγας ἀρχιερεύς, καὶ θύτης καὶ θῦμα, τοῖς οἰκείοις μύσταις παρέδωκεν· αὐτοί τε πάλιν ἀπ’ ἀρχῆς αὐτόπται τοῦ Λόγου καὶ ὑπηρέται τῇ καθολικῇ Ἐκκλησίᾳ, τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, παρέδωκαν, πάντες μὲν τῇ ἐν Ἱεροσολύμοις, Πέτρος δὲ καὶ Παῦλος ᾖ ἐν Ἀντιοχείᾳ, Παῦλος δὲ ἰδίως καὶ πάσῃ τῇ οἰκουμένῃ, Μάρκος τῇ ἐν Ἀλεξανδρείᾳ, Ἰωάννης καὶ Ἀνδρέας τῇ ἐν Ἀσίᾳ τε καὶ Εὐρώπῃ, καὶ πάντες τῇ πανταχοῦ. Οὐδὲ γὰρ Πέτρος καὶ Παῦλος ἑαυτοῖς ἔμελλον καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐναντιοῦσθαι, καὶ αὐτῷ τῷ Χριστῷ, καὶ ἄλλο τι τῇ ἐν Ῥώμῃ ἐκκλησίᾳ παραδιδόναι παρὸ παρέλαβόν τέ οἱ αὐτοὶ καὶ τοῖς ἄλλοις παρέδωκαν.

Μὴ σὺ τοῦτο εἴπῃς ἀγαπητέ· μὴ τοὺς ἁγίους συκοφαντήσῃς τοὺς θεμελίους τῆς πίστεως, ἵνα τὴν ὅλην πίστιν κατασείσῃς καὶ ἀνατρέψῃς ὡς ἐκεῖνοι, οἳ ποτὲ τὸ πάνσεπτον σῶμα Χριστοῦ θεότητος ἄμοιρον ἐδογμάτισαν, καὶ τῷ τοιούτῳ δόγματι πρόσφορον τὴν διὰ τῶν νεκρῶν ἀζύμων ἱερουργίαν παρέδοσαν.

Φεῖσαι σαυτοῦ, ναὶ παρακαλῶ φεῖσαι τοῦ ἱεροῦ λαοῦ· τοὺς ἁγίους αἰδέσθητι, τὴν ἀλήθειαν δυσωπήθητι, τὸν Θεὸν φοβήθητι καὶ ἀξίως σεβάσθητι. Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἤκουσας τοῦ Θεοῦ τῷ Κάϊν παρεγγυήσαντος, τῇ μερίδι τοῦ Ἄβελ προστέθητι καὶ μεθ’ ἡμῶν τὰ δεκτὰ τῷ Κυρίῳ δῶρα προσένεγκαι εἰς δόξαν τοῦ ἀγεννήτου Πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς Υἱοῦ καὶ τοῦ ἐξ αὐτοῦ μόνου Πατρὸς ἐκπορευομένου Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητός τε καὶ βασιλείας, ᾗ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.