Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων

Νικόλαος Μεθώνης

Θεολογικός έλεγχος των αζύμων και η σχέση με προγενέστερες αιρέσεις

Αναίρεση της λατινικής πρακτικής, σύγκριση της θεολογίας των αζυμιτών με την αίρεση του Απολλιναρίου και κριτική της επιστροφής στις ιουδαϊκές νομικές διατάξεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 7

Ἐγὼ μὲν οὖν οὔτω περὶ τούτων ἔχω· τὰ αὐτὰ δὲ καὶ τῶν περὶ τηλικούτων μὴ φιλαλήθως, ἀλλ’ ἐριστικῶς ἢ πειραστικῶς ἤγουν ἐπιδεικτικῶς διαλεγομένων καταψηφίζομαι. Λοιπὸν δ’ ἂν εἴη κοινολογισαμένοις ἡμῖν σὺν παρέδρῳ τῇ ἀληθείᾳ κατεξετάσαι καὶ διακρῖναι μεταξὺ καὶ τῶν τῷ ζυμίτῃ καὶ ἀζύμῳ Χρωμένων ἄρτῳ, τίς μὲν ὁ παραβαίνων, τίς δὲ ὁ κρατῶν τὴν τοῦ Κυρίου παράδοσιν; δῆλον δὲ πάντως ὡς ὁ μὲν τοιοῦτον εἰς τὴν ἱερουργίαν παραλαμβάνων, ὁποῖος ἦν ὁ παρὰ Κυρίου κλασθεὶς ἄρτος ἐν τῇ παραδόσει, οὗτος ἐστὶν ὁ τῇ παραδόσει στοιχῶν, ὁ δέ γε ἀλλοῖον, ὁ παραβαίνων.

Εἰπὲ δὴ πρῶτος αὐτός, ὁ κἀν τοῖς ἄλλοις τὰ πρωτεῖα φέρειν αὐχῶν· πότερον ἄρτον τέλειον εἴτουν ζυμίτην ὁ Κύριος ἔκλασε τελῶν τὴν παράδοσιν, ἢ ζύμης ἐστερημένον καὶ κατὰ τοῦτο ἀτελῆ; Μενοῦνγε ἄζυμον φαίης ἄν.

Πόθεν τοῦτο δῆλον; Τάχα ἐξ ὧν παρὰ Ῥωμαίοις συνήθεια τοιαύτη κρατεῖ, ἐκ Πέτρου δηλαδὴ καὶ Παύλου, τῶν στύλων τῆς ἐκκλησίας, καὶ τῆς Ῥώμης προεδρευσάντων τὴν ἀρχήν, οἳ πάντως τοιαύτην ἐποιήσαντο παράδοσιν, οἵαν ἄρα παρὰ τοῦ Κυρίου παρέλαβον;

Ἀλλὰ Πέτρος καὶ Παῦλος οὐκ ἐν Ῥώμῃ μόνον ἐκήρυξαν· ἀλλ’ ἤρξατο μὲν αὐτοῖς ἀπὸ Ἱεροσολύμων τὸ κήρυγμα, κατέληξε δὲ εἰς Ῥώμην· καὶ πῶς οὐδαμοῦ εὕρηνται ἀλλαχοῦ τοιαύτην ποιησάμενοι τὴν παράδοσιν; Ἢ γὰρ ἂν κακεῖ κατὰ τὸν σὸν λόγον ἡ αὐτὴ ἐκράτει συνήθεια;

Ἀλλὰ μὴν οὐδαμοῦ ταύτην κρατοῦσαν εὑρίσκομεν πλὴν ἢ παρ’ ἐνίοις τῶν Ἀρμενίων, οἳ μίαν φύσιν καὶ θέλημα ἓν καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ δογματίζουσι, καὶ ἀκολούθως τῷ δόγματι καὶ τὴν παρ’ αὐτῶν ἱερουργίαν καινοτομοῦσιν, ὡς ἁπλούστερον καὶ τῷ κατ’ αὐτοὺς μοναδικῷ τήν τε φύσιν καὶ θέλησιν καὶ τὴν ἐνέργειαν Χριστῷ συγγενέστερον τὸ ἄζυμον παρ’ ἑαυτῶν λαμβάνοντες Οἷς τί καὶ Ῥωμαίοις κοινόν, εἰ μὴ ὃ μὴ εἴη θέμις εἰπεῖν κοινωνεῖτε καὶ τῆς αἱρέσεως; Πολλῶν δὲ πλειόνων ὄντων, παρ’ οἷς οὐ κρατεῖ τοιαύτη συνήθεια τῶν καὶ τὸν λόγον ὀρθοτομούντων τοῦ δόγματος καὶ τὰς ἄλλας ἀποστολικὰς καὶ κυριακὰς παραδόσεις τηρούντων ἀπαραβάτους, δίκαιον ἂν εἴη τὴν τῶν πλειόνων συνήθειαν ὥσπερ δὴ καὶ τὴν ψῆφον κρατεῖν, μάλιστ’ ὅπου καὶ ἡ ἐλαττόνων αἱρετικῆς κακοδοξίας ὑπόνοιαν δίδωσιν.

Οὐ ταύτης δὲ δὴ μόνον τῆς εἰρημένης, ἀλλὰ καὶ τῆς Ἀπολλιναρίου φρενοβλαβείας εἴτουν ἀνοίας· ὃς ἄνουν σάρκα καὶ ἄψυχον ἀνειληφέναι τὸν Κύριον ἐκ τῆς Θεομήτορος παρελήρησεν, ἀρκεῖν λέγων ἀντὶ νοῦ καὶ ψυχῆς τὴν θεότητα. Καὶ γάρτοι καὶ οἱ τὸ ἄζυμον ἀντὶ τοῦ Κυριακοῦ σώματος ἐν τῇ ἱερουργίᾳ παραλαμβάνοντες, λεληθότως εἰς τὴν αὐτὴν ὑπολισθαίνουσιν αἵρεσιν. Ἄψυχον γάρ πως τὸ ἄζυμον καὶ νεκρόν, τῆς ζωτικῆς ἐκείνης ἐστερημένον δυνάμεως, ἣν ζύμη τῷ φυράματι συγκραθεῖσα παρέχεται, καθ’ ἣν ἐξαίρεται καὶ φυσᾶται καὶ αὔξεται. Ἀλλὰ καὶ ἅλατος ἄμοιρον, ὁ λόγον ἐπέχειν ἐν τῷ ἄρτῳ τοῦ ἡγεμονικοῦ νοῦ μανθάνομεν, κατὰ τὸ εἰρημένον πρὸς τοὺς μαθητὰς παρὰ Κυρίου· ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς. Τί τοῦτο λέγοντος; Ὑμεῖς ἐστὲ ὁ νοῦς, ἡ λογικὴ καὶ ἡγεμονικὴ τῶν ἀνθρώπων· τούτους γὰρ καὶ γῆν ὠνόμασεν ἐκ τοῦ περιέχοντος· δύναμις.

Διὸ καὶ ἐπήγαγεν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Μωρίαν εἴτουν ἄνοιαν ἐκ τοῦ ἐναντίου κατονομάζων τὴν ἀναλίαν, κατὰ τὸν ἕτερον εἰπὼν εὐαγγελιστήν· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται. Ἀλλὰ ταύταις μὲν κοινωνεῖν ταῖς αἱρέσεσιν ὁ τὴν τῶν ἀζύμων χρῆσιν παραλαμβάνων ἔκ τινος ἀναλογίας ὑπονοεῖται.

Ὅτι δὲ καὶ πρὸς ἰουδαϊσμὸν ἐκτρέπεται καὶ πρὸς τὴν νομικὴν ἔμπαλιν ἀνατρέχει σκιὰν καὶ τὴν τοῦ γράμματος παλαιότητα, κἀντεῦθεν τῆς ἐν χάριτι ἀληθείας καὶ τῆς καινῆς ἐν πνεύματι λατρείας ἐξοστρακίζεται, οὐκέτι ὑπόνοια, ἀλλ’ αὐτόθεν ὃ φασὶ καὶ τυφλῷ δῆλον. Ἢ γὰρ οὐ νομικὸν παράγγελμα ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου φησὶν ἑορτὴ τῷ Κυρίῳ πάσχα· καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρα τοῦ μηνὸς τούτου ἑορτή. ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. Εἰ τοίνυν παλαιὸν καὶ μωσαϊκὸν τοῦτο νόμιμον, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ κοινωνεῖν Ἑβραίοις τοῖς τῶν μωσαϊκῶν νόμων ἀντεχομένοις τοὺς τοῖς ἀζύμοις χρωμένους, καὶ διὰ μιᾶς ταύτης παλαιᾶς ὡς ἐκ τοῦ νόμου παρειλημμένης ζύμης πρὸς ὅλον τὸν νόμον ἀναζυμοῦσθαι, κατὰ τὸ εἰρημένον τῷ θείῳ Παύλῳ· μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· εἰ καὶ παράδοξόν πως δοκεῖ καὶ μηδὲν αἰνίγματι διαφέρει τὸ δίκην ζύμης ὑπέχειν τὸ ἄζυμον. Εἰ γὰρ καὶ ἰδικὸν τοῦτο κεκλήρωται ὄνομα ἄζυμον προσαγορευόμενον, ἀλλ’ ὅτι μέρος τῆς παλαιᾶς νομοθεσίας ἐστίν, ἣν καθόλου διὰ τὴν παλαιότητα ζύμην ὁ μέγας Παῦλος ὠνόμασεν, οὐδὲν ξένον· ἀλλὰ καὶ μάλα οἰκεῖον τὸ ζύμην καὶ τοῦτο τῷ κοινῷ κεκλεῖσθαι ὀνόματι.

Ὥστε τὰ πρὸς Γαλάτας ὑπὸ τοῦ ἀποστόλου περὶ τῆς περιτομῆς εἰρημένα καλῶς ἂν ἔχοι καὶ πρὸς ἀζυμίτας εἰς τὴν περὶ τῶν ἀζύμων μεταληφθέντα ὑπόθεσιν λέγεσθαι, ὅτι ἐὰν ἐσθίητε ἄζυμα, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ μαρτύρομαι παντὶ ἀνθρώπῳ τοῖς ἀζύμοις χρωμένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι· κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Εἰ γὰρ ἀπόβλητος ἡ περιτομή, ὅτι νόμιμος, ἀπόβλητον καὶ τὸ ἄζυμον, ὅτι νόμιμον.

Καὶ μὴν μᾶλλον ἢ ἡ περιτομὴ τὸ ἄζυμον νόμιμον· εἴπερ ἡ μὲν καὶ προνόμου καί ποτε νόμου ὑπεναντία, ὡς ὅτε λύει τὸ σάββατον ἐπικρατεστέρα τοῦ περὶ αὐτὴν γενομένη νόμου· τὸ δὲ ἄζυμον καὶ ἅμα τῷ νόμῳ καὶ οὐδέποτε πρὸς νόμον ἐναντιούμενον·

Τοῦτο ἄρα καὶ μᾶλλον ἢ ἐκείνη ἀπόβλητον καὶ οἷς ἄρα τούτῳ χρωμένοις ἢ περιτεμνομένοις ἁρμόζει τὸ ἐπιτίμιον. Ἀλλ’ οἱ μὲν Γαλάται φυσικὴν περιτομὴν ὡς νόμιμον προσιέμενοι καὶ ἐκ ταύτης δικαιοῦσθαι οἰόμενοι εἰκότως ἐπιτιμῶνται, ὡς τὴν ἐκ πίστεως κατὰ χάριν δικαιοσύνην εἰς τὸν νόμον διὰ τῇς περιτομῆς ἀναφέροντες· ἡμεῖς δὲ διὰ τῶν ἀζύμων πιστεύομεν ἁγιάζεσθαι, οὐχ ὡς διδομένων ὑπὸ τοῦ νόμου, ἀλλ’ ὡς διὰ τῆς ἱερᾶς ἁγιστείας μεταποιούμενα εἰς σῶμα Χριστοῦ. Ὅπερ ἐπειδὴ κατὰ τὴν ἀρχὴν ἐκ παρθενικῶν αἱμάτων ὑπέστη ἀσπόρως καὶ ἀρυπάρως· οὐ γὰρ ἐκ συνουσίας ἀνδρὸς καὶ σπέρματος, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, δι’ ἐπελεύσεως ἑαυτοῦ τὴν παρθενικὴν νηδὺν ἐργαστήριον τοῦ ἀφθόρου τόκου ἀποτελεύσαντος· καὶ αὐτὸ δὲ καθαρὸν ὅλως ὅλον καὶ ἅγιον ἦν, καὶ ἁμαρτίας παντάπασιν ἀνεπίδεκτον, ἧς εἰκὼν ἡ ζύμη τῷ ἀποστόλῳ παρείληπται, εἰκότως ἂν διὰ τοῦ ἀζύμου ἐξεικονίζοιτο· καὶ μᾶλλον ἢ τοῦ ἐνζύμου.

Διὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ὥστε φησὶν ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἢ οὐ Παῦλος ταῦτα φησί, τὸ στόμα τοῦ Χριστοῦ, ὁ τῆς οἰκουμένης διδάσκαλος; Ἢ οὐχ ὁ λόγος τῆς τῶν ἀζύμων χρήσεως εὔλογος;