Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων

Νικόλαος Μεθώνης

Προοίμιο και εισαγωγή στο μυστήριο της Θείας Ευχαριστίας

Η μετάβαση στο ζήτημα των αζύμων, η καταδίκη της αλλοίωσης της εκκλησιαστικής ιερουργίας και η ευαγγελική παράδοση του Μυστικού Δείπνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 7

Τοῦ αὐτοῦ λόγος πρὸς λατίνους περὶ τῶν ἀζύμων. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην ὦ λατῖνε φίλε πρὸς σὲ περὶ τῆς πρώτης καὶ ἀσυγγνώστου βλασφημίας, τῆς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον κινηθείσης σοι, ἥτις ἄντικρυς ἀποῤῥήγνυσιν αὐτὸ τῆς Θεότητος, ὡς δὴ μὴ τὸν Πατέρα μόνον ἔχον ἀρχήν, τὴν μόνην τῆς θεαρχίας πηγήν, ἀλλὰ καὶ τὸν Υἱόν· ὃν Θεὸν μὲν οἶδε καὶ θεαρχίαν, ὥσπερ δὴ καὶ αὐτὸ τὸ Πνεῦμα, οὐ μέντοι καὶ θεαρχίας πηγὴν ὀνομάζειν ἡ ἐπιστημονικὴ τῶν θεολόγων ἀκρίβεια, ἵνα μὴ λάθῃ σου ἀφορίζουσα τούτῳ τὴν πνευματικὴν ἰδιότητα.

Καὶ οἶμαί σε ἤδη πεπεῖσθαι καὶ μὴ πλειόνων ἔτι δεῖσθαι τῶν λόγων φρόνιμόν τε ὄντα καὶ τῷ ἑνὶ κατὰ τὴν παροιμίαν ἀρκούμενον, καὶ σοφὸν ἀφορμὴν λαβόντα καὶ σοφώτερον· τὸ δὲ νῦν ἥκω σοι περὶ τῆς δευτέρας καὶ ὁμοίας τῇ πρώτῃ, τῆς ἐπὶ τὸν Υἱὸν ἀναφερομένης, διαλεξόμενος.

Τάχα γὰρ ἐπείπερ ὁ ἀπ’ ἀρχῆς κοινὸς ἐχθρὸς δυσμενὴς καὶ τῆς ὀρθῆς ἀντίπαλος πίστεως καὶ τῶν αἱρετικῶν ζιζανίων σπορεὺς δελεάματι τῆς εἰς τὸν Υἱὸν εὐνοίας τὸ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας ἐπικρυψάμενος ἄγκιστρον οὕτως ἔλαβέ σε τῇ ἐπορέξει τούτου ζωγρήσας καὶ εἴσω τῶν ἑαυτοῦ δικτύων συγκλείσας, ἐντεῦθεν λοιπὸν καὶ τὴν δοκοῦσαν εἰς τὸν Υἱὸν εὔνοιαν ἀφαιρεῖταί σε καὶ εἰς τὸ τίμιον αὐτοῦ σῶμα διὰ τῆς καινοτρόπου ἱερουργίας, τῆς διὰ τῶν ἀζύμων φημί, ἐξυβρίζειν παρασκευάζων.

Καὶ οὗτος οὕτως γοῦν ἀρχαῖος αὐτῷ καὶ συνήθης ὁ τρόπος τῆς δολιότητος. Καὶ γὰρ τὸν Ἀδὰμ ἐκεῖνον τὸν πρῶτον ἄνθρωπον ἐλπίδι θεώσεως δελεάσας, οὕτω καὶ τῆς ἐντολῆς παραβάτην καὶ Θεοῦ ἔκπτωτον καὶ τοῦ παραδείσου ἐξόριστον ἀπειργάσατο, ὁμοῦ καὶ τῆς ἐλπίδος ψευσθέντα καὶ τῶν ἐν χερσὶ χρηστῶν γυμνωθέντα.

Ἀλλ’ ἡμῖν ὁ λόγος διακελεύεται μὴ ἀγνοεῖν αὐτοῦ νοήματα. ναὶ μέντοι καὶ ὁ τῆς θείας ἀγάπης ὑποτίθεται νόμος παρακαλεῖν ἀλλήλους καὶ ὑπομιμνήσκειν τὰ καθ’ ἡμῶν τοῦ πονηροῦ πανουργεύματα, καὶ σπουδάζειν τῷ παρ’ ἀλλήλων συνασπισμῷ κενὸν τὸν ἐχθρὸν καὶ ἄπρακτον ἀποπέμπειν.

Δεῦρο δὴ οὖν πρὸς τῆς ἀληθείας αὐτῆς, ἣν πρεσβεύομεν, τὰς μὲν πρὸς ἔριν εὑρεσιλογίας εἴτουν πιθανολογίας ἀφῶμεν· μὴ γὰρ δὴ γένοιτο χριστιανούς τε ὄντας ἡμᾶς καὶ ἀληθείας προβεβλημένους ὑφηγητὰς παίζειν τὰ θεῖα καὶ κατορχεῖσθαι, καὶ πρὸς ἐξαπάτην ἑαυτῶν μᾶλλον ἢ ἀλλήλων καταψεύδεσθαι τὴν ἀλήθειαν· αὐτὸν δὲ τὸν ἀληθινὸν Θεὸν ἡμῶν, τὸν πρὸ τῶν αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα, ἐπ’ ἐσχάτων δὲ καὶ ἡμῖν διὰ σαρκὸς ὁμιλήσαντα Λόγον, τὴν σοφίαν, τὴν ὁδόν, ζωήν, τὸ φῶς, τὴν ἀλήθειαν, τὸν θεαρχικώτατον Ἰησοῦν, ὁδηγὸν τοῦ παρόντος λόγου, ἐπόπτην τε ὁμοῦ καὶ διαιτητὴν προστησάμενοι, οὕτως ἤδη προσβῶμεν τῇ συζητήσει τῆς ὑποθέσεως.

Τὴν τοίνυν μυστικὴν ταύτην καὶ ἀναίμακτον ἱερουργίαν, καθ’ ἣν τὸν ἄρτον καὶ τὸ ποτήριον καταγιαζόμενα εἰς τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου μεταποιεῖσθαι πιστεύομεν, παρὰ τίνος ἂν τὴν ἀρχὴν φαίης παραδοθῆναι;

Ἆρ’ οὐχὶ παρ’ αὐτοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς ἡμᾶς διδάσκουσιν εὐαγγελία; Παρ’ αὐτοῦ πάντως. Οἷος δὲ καὶ ὁ λόγος τῆς παραδόσεως; Τοῦτο ποιεῖτε φησὶν εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ ὁ θεῖος Παῦλος· ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.

Πῶς καὶ τίνι τρόπῳ, παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐμάθομεν. Λαβὼν γάρ φησι τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· λάβετε, φάγετε. Τοῦτο ἐστὶ τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν καὶ κλώμενον καὶ διδόμενον. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου. Ταυτὸν δὲ εἰπεῖν κατὰ τὸν θεῖον Ματθαῖον· τοῦτο ἐστὶ τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον. Ὁ δὲ σκοπὸς τίς καὶ τὸ τέλος τῆς παραδόσεως; Τί ἄλλο, ἢ μετουσία Χριστοῦ καὶ ζωὴ ἐν Χριστῷ τῶν μετεχόντων αἰώνιος; Ἐάν τις γάρ φησι φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καί· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέσταλκέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κακεῖνος ζήσεται δι’ ἐμέ.

Βαβαί, τί φρικτὸν καὶ φοβερὸν τὸ μυστήριον, ὃ παρέδωκε Θεός· διὰ φιλανθρωπίαν καὶ ἄνθρωπος γέγονεν καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν καὶ θάνατον προερχόμενος, ἵνα τὸν ὑπόδικον τῷ θανάτῳ διὰ τὴν ἁμαρτίαν ἄνθρωπον τοῦ θανάτου ἐξέληται.

Αἰτία τῆς παραδόσεως, ἡ τῆς μεγάλης ταύτης εὐεργεσίας ἀνάμνησις σῶμα καὶ αἷμα Χριστοῦ τὰ τελούμενα. Τῆς τελετῆς τέλος μετουσία Χριστοῦ καὶ ζωὴ αἰώνιος· ταὐτὸν δὲ εἰπεῖν τῶν μετεχόντων ἐκθέωσις. Καὶ τίς οὕτω θρασὺς καὶ πάντολμος, ὡς καινοτομεῖν τὴν παράδοσιν καὶ παραγράφεσθαι τὸ μυστήριον καὶ ἀθετεῖν οὕτω τὸν παραδόντα τε καὶ μυήσαντα; Ἀθετήσας τις νόμον Μωϋσέως, φησὶν ὁ ἀπόστολος, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσι ἀποθνήσκει· πόσω δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;

Ἀλλὰ τίς ὁ καταπατῶν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ τἄλλα εἰρημένα κατηγορούμενος; ἢ δῆλον ὡς ἀναξίως αὐτοῦ μετέχων, καθάπου πάλιν φησὶν ὁ αὐτὸς ἀπόστολος, ἔνθα καὶ τὴν ἐνταῦθα διὰ μόνης συγκρίσεως παραδειχθεῖσαν τιμωρίαν τοῦ παραβαίνοντος σαφέστερον ἀφορίζεται, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον λέγων, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Καὶ τίς ὁ ἀναξίως μετέχων; Ὁ μὴ δοκιμάζων πάντως ἑαυτὸν πρότερον καὶ διακρίνων, εἰ τῆς μετοχῆς ἐστι ἄξιος; Διό φησι δοκιμαζέτω ἄνθρωπος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Εἰ δὲ ὁ καθ’ ἑαυτὸν ἔν τινι τῶν ἀνθρωπίνων παθῶν ὀλισθαίνων καὶ προσιὼν ἀδιακρίτως ὡς ἀναξίως μετέχων καταπατεῖν τε τὸν Υἱὸν Θεοῦ λέγεται καὶ τοσαύτης ἀξιοῦται τῆς κατακρίσεως, ὁ περὶ αὐτὴν τὴν ἱερουργίαν ἁμαρτάνων καὶ ἀμέσως αὐτὸ τὸ Κυριακὸν ἐξυβρίζων σῶμα τῇ πρὸς τὸ ἧττον, εὐλαβοῦμαι γὰρ καὶ χεῖρον εἰπεῖν, μεταθέσει καὶ μεταπλάσει, καὶ ἀπεντεῦθεν τήν τε παράδοσιν ἀθετῶν καὶ τὸν παραδεδωκότα καταπατῶν, τίνος ἂν εἴη καὶ πόσῳ μᾶλλον χείρονός τε καὶ μείζονος ἄξιος τιμωρίας καὶ κατηγορίας;