Ἔργον
Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων
Ερμηνεία των αποστολικών χωρίων περί ζύμης
Ανάλυση της αλληγορικής χρήσης της ζύμης από τον απόστολο Παύλο και απόδειξη της καταλληλότητας του ένζυμου άρτου ως τύπου του ζώντος σώματος του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία των αποστολικών χωρίων περί ζύμης
Ανάλυση της αλληγορικής χρήσης της ζύμης από τον απόστολο Παύλο και απόδειξη της καταλληλότητας του ένζυμου άρτου ως τύπου του ζώντος σώματος του Χριστού.
Παύλου μὲν ὦ οὗτος ἐπιγινώσκω τὰ ῥήματα. Δεδοικὼς δὲ μὴ ταυτὸν πάθω τοῖς ἀμαθέσι καὶ ἀστηρίκτοις ὑπὸ τοῦ μεγάλου Πέτρου κληθεῖσιν, οἵτινες τὰ ἐν τοῖς γραφεῖσιν ὑπὸ τοῦ ἀποστόλου δυσνόητα στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὑτῶν ἀπώλειαν, οὐκ ἐν τοῖς ῥήμασιν ἱστάμενος μόνοις, οὐδὲ πρὸς ἕτερον μεταφέρων σκοπὸν παρὰ τὸν ὑπὸ Παύλου προτεθέντα βιάζομαι στρεβλῶν αὐτὰ πιθανότητι φαντασίαν εὐλόγως παρεχόμενος καὶ ἰδίαν στῆσαι πεισμονὴν πειρώμενος, ἥτις οὐκ ἔστιν ἐκ τοῦ καλοῦντος ἡμᾶς. Ἀλλ’ ἐρευνῶν τὰ γεγραμμένα κατὰ τοῦ Κυρίου παράγγελμα καὶ τὸν ἐγκείμενον αὐτοῖς ἀνιχνεύων νοῦν, εὑρίσκω τὸν θεῖον ἀπόστολον οὐ περὶ ζύμης ἐν τούτοις καὶ ἀζύμων διδάξαι προθέμενον, οὐδ’ ἱερουργίας παράδοσιν ἐκτιθέμενον, ἀλλὰ περὶ πορνείας καὶ ἀποχῆς ταύτης τὸν λόγον ποιούμενον· καὶ τὴν μὲν ζύμην τροπικῶς ἀντὶ ταύτης τε καὶ τῆς ὅλης κακίας, ἧς πάλαι μετεῖχον Κορίνθιοι, πρὸς οὓς ὁ λόγος περὶ τῆς ἐν Χριστῷ δικαιοσύνης, παραλαμβάνοντα, τὸ δὲ ἄζυμον, ἀντὶ τῆς καινῆς κατὰ Χριστὸν πολιτείας. Περὶ γὰρ τοῦ παρ’ ἐκείνοις πεπορνευκότος ὑπομνησθεὶς καὶ τοῦτον ἀφορισθῆναι καὶ ἐξαρθῆναι, κατ’ αὐτὸν ἐκεῖνον, εἰπεῖν ἐκ μέσου αὐτῶν δικαιώσας, τί φησι; Θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος;
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
Καὶ μετὰ τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν καὶ τὸν ἀφορισμὸν τοῦ ἡμαρτηκότος ἐπάγει· οὐκ οἴδατε, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Τουτέστιν, ὅτι ἡ τοῦ ἡμαρτηκότος μετὰ πλήθους ἀνάφυρσις ὅλον τὸ πλῆθος κατὰ τὴν ἁμαρτίαν συνδιατίθησι. Ἐκκαθάρατε οὖν φησι τὴν παλαιὰν ζύμην, ὅ ἐστι συναφορίσατε τῷ ἡμαρτηκότι τὴν ἁμαρτίαν, ἣν ὡς αἰγυπτιακὴν ζύμην, ὡς παλαιὰν καὶ ὀζώδη καὶ διεφθαρμένην ἕξιν, τοῦ καθ’ ὑμᾶς ἐν Χριστῷ νέου φυράματος προετήρατε, ἀποκλυσάμενοι διὰ τοῦ βαπτίσματος, οὗ τύπον ἐπεῖχεν ἡ μετὰ τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων φυγὴν διὰ τῆς ἐρυθρᾶς θαλάσσης διάβασις, ἵν’ ἦτε νέον φύραμα καθὼς ἐστὲ ἄζυμοι. Οὐκ εἶπεν, ἵνα ἦ νέον φύραμα καθὼς ἐστὶν ἄζυμον, ὡς ἂν δείξῃ τὴν τῆς ἱερουργίας παράδοσιν ἐν τούτῳ διατυπούμενος. ἀλλ’ ἵνα ὑμεῖς, οἱ ἐν Κορίνθῳ δηλονότι πιστοί, ἦτε τῆς παλαιᾶς ἀμέτοχοι. Καὶ ὃ παρακατιὼν αὖθις ἐπάγει· ἐξαρεῖτε τὸν πονηρὸν ἐκ μέσου ὑμῶν, καθὼς ἐστὲ ἄζυμοι, καθὼς μεταπλάσθητε καὶ ἀνεκαινίσθητε, καὶ ἀντὶ παλαιῶν γεγόνατε νέοι, συνταφέντες Χριστῷ καὶ συναναστάντες διὰ τῆς θείας ἀναγεννήσεως, καὶ τὴν παλαιὰν καὶ προγονικὴν ἁμαρτίαν ἀποβαλλόμενοι. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε καὶ ἀνήνεγκεν ἐπὶ τὸν σταυρόν, καὶ ὑπὲρ ἡμῶν ἐτύθη, αὐτὸς ὢν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Τούτοις οὕτω νοουμένοις ἀκόλουθα νόει μοι καὶ τὰ ἐφεξῆς· μᾶλλον δὲ ὑπ’ αὐτῶν ὁδηγοῦ τῶν ἀποστολικῶν ῥημάτων πρὸς τὴν αὐτῶν ἀνεπισφαλῆ τε καὶ ἀληθῆ νόησιν. Ὥστε φησὶν ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ. Καὶ οὐκ ἔστη ἐνταῦθα, ἀλλ’ ἐπήγαγε· μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας· Καὶ αὗθις ἀλλ’ ἐν ἀζύμοις εἰπών, οὐκ ἠρκέσθη, ὥστε μὴ δόξαι τὴν τῶν ἀζύμων χρῆσιν νομοθετεῖν, ἀλλὰ προσέθηκεν εὖ μάλα νομοθετῶν, ἀντὶ τίνων αὐτῷ τὸ τῶν ἀζύμων παραλαμβάνεται ὄνομα, εἰλικρινείας καὶ ἀληθείας.
Οὐ τοίνυν περὶ ζύμης ἁπλῶς καὶ ἀζύμων ὁ λόγος τῷ ἀποστόλῳ· ἀλλ’ ὅπερ ἐξ αὐτῶν ἤδη τῶν αὐτοῦ ῥημάτων ἡμῖν ἀποδέδεικται, τὴν ἁμαρτίαν ἐκ μέσου τῶν ἐν Κορίνθῳ πιστῶν ποιῆσαι προμηθευσάμενος, ἵνα μὴ κατὰ τὴν εἰκόνα τῆς ζύμης ἐκ τῆς ἀναφύρσεως ὅλῳ ἑαυτῆς μεταθῇ τῷ τῶν συναναμιγνυμένων φυράματι, ἐν ταυτῷ καὶ τὸν νόμον παράγει τὸν παλαιόν, αὐτὸ τοῦτο διὰ τῆς ἐξάρσεως τῆς Αἰγυπτιακῆς ζύμης θεσμοθετοῦντα, ἀλληγορῶν ὥσπερ τὸν ἀμνὸν καὶ τὸ πάσχα καὶ τἄλλα τὰ κατ’ ἐκεῖνον, οὕτω καὶ τῆν ζύμην καὶ τὰ ἄζυμα. Οἷος δὲ ὁ ὑψίνους οὗτος καὶ μέγας καὶ ὀξυδορκὴς τὰ θεῖα θεάματα καὶ τῷ ὕψει τῆς θεωρίας εἰς τρίτον ὑπεραρθεὶς οὐρανόν, οὐχ ἁπλῶς τὸ παρεμπίπτον ἅπαν παρατρέχων θεώρημα, ἀλλὰ παντοίως ἐξονυχίζων τε καὶ λεπτολογῶν, καὶ ὅσον μὲν αὐτοῦ πρὸς οἰκοδομὴν συμβάλλεται τῆς ἐκκλησίας ἀναλεγόμενος· εἴ τι δὲ περιττὸν καὶ εἰκαῖον ἀποπεμπόμενον, τοῦτο κανταῦθα ποιῶν ἀναφαίνεται.
Ἐπειδὴ γὰρ αὐτῷ καθάπαξ διὰ τὴν εἰρημένων αἰτίαν τὸ κατὰ τὴν ζύμην τε καὶ ἄζυμον θεώρημα παρενέπεσε, καὶ ὁ μὲν εἰς δέον αὐτῷ πάντως ἐχρήσατο, προέγνω δὲ ἄρα τῷ πνεύματι, ὡς ἀμαθεῖς τινές ποτε καὶ ἀστήρικτοι στρεβλώσουσι τὴν τοιαύτην χρῆσιν καὶ πρὸς ἰδίαν κακόνοιαν παραχρήσονται, καὶ τὰ τῆς ζύμης καὶ ὑπὲρ τῶν ἀζύμων ταύτην ἐκλαμβανόμενος, ὅρα πῶς εὐφυῶς ἄγαν καὶ ὡς ἐνῆν συντόμως τε καὶ σαφῶς διὰ τῶν αὐτοῦ ῥημάτων, δι’ ὧν ἔμελλε δόξειν τὴν χρῆσιν τῶν ἀζύμων εἰσάγων, τῆς ζύμης δὲ κατηγορῶν, δι’ αὐτῶν μᾶλλον ἐκβάλλει τὰ ἄζυμα, ὡς ἐν λόγῳ σκιᾶς ὑπὸ τοῦ νόμου παρειλημμένα, καὶ τῆς ἀληθείας ἐλθούσης λοιπὸν καταργούμενα. Ὁ μὲν γὰρ προηγούμενος ἦν αὐτῷ τοῦ λόγου σκοπὸς ἡ τῆς ἁμαρτίας ἐκ μέσου τοῦ τῶν πιστῶν πληρώματος ἔξαρσις. Πρὸς τοῦτο δὲ χρησίμως ἀπὸ τοῦ νόμου παραγαγὼν τὸ κατὰ τὸ ἄζυμον καὶ τὴν ζύμην κεφάλαιον, κατὰ ταυτὸν ἅμα καὶ τὸν προκείμενον ἐκπεραίνει σκοπόν, καὶ τὸν παλαιὸν νόμον τῇ ἁμαρτίᾳ συνεξορίζει. Τὸ μὲν γὰρ μὴ ἑορτάζειν ἐν ζύμῃ παλαιᾷ, τὸν νόμον τὸν παλαιὸν ἀποβαλλομένου ἐστίν, ᾧ πάντως συναποβάλλεται καὶ τὰ ἄζυμα· τὸ δὲ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, τοῦτο τοῦ προκειμένου σκοποῦ τὸ μηδὲν κακίας λείψανον ἀποφέρεσθαι.
Πρὸς ἄμφω πάλιν οἰκείως ἐπήνεκται τό, ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, ὡς ἀντικειμένων τῇ μὲν εἰλικρινείᾳ τῆς κακίας καὶ πονηρίας, τῇ δὲ ἀληθείᾳ τῆς κατὰ τὸν νόμον σκιᾶς. Σκιὰν γὰρ εἶχεν, αὐτὸς οὗτος φησὶν ὁ ἀπόστολος, τῶν μελλόντων ὁ νόμος· ἐλθούσης δὲ τῆς ἀληθείας ἡ σκιὰ πέπαυται καὶ κατήργηται.
Ὥστε τοῖς ἀκριβῶς τὰς ἀποστολικὰς ἐρευνοῦσι γραφὰς οὐχ ὑπὲρ τῶν ἀζύμων καὶ κατὰ τῆς ζύμης, ἀλλὰ τὸ ἔμπαλιν μᾶλλον βούλεται νοεῖσθαι τὰ ῥήματα. Ὡς τὰ μὲν ἄζυμα τῷ παντὶ νόμῳ συναποβάλλεται ὡς σκιώδη καὶ παλαιᾶς ζύμης λόγον ἐπέχοντα, τὸ δὲ καθ’ ἡμᾶς ἔνζυμον ἀντεισάγεται, ἀλήθεια ὄν, εἴπερ σῶμα εἶναι Χριστοῦ καὶ λέγεται καὶ πιστεύεται.
Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια· καὶ ὡς φύραμα νέον καὶ παλαιᾶς ζύμης ἄμοιρον μηδὲν μήποτε τῆς Αἰγυπτιακῆς μετέχον κακίας, μήτε τῆς νομικῆς παλαιότητος, ὧν ἑκάτερον ζύμη τῷ μεγάλῳ κήρυκι προσηγόρευται. Τούτων οὕτως ἡμῖν διακρινομένων, σκεπτέον ἂν εἴη λοιπόν, εἰ μὴ καὶ τὸν τῆς χρήσεως τῶν ἀζύμων λόγον τὸν λόγον οὐ προσίεται. Πρῶτον μὲν γάρ, ποῦ τοῦτο εὔλογον τὸ παραλαμβάνειν τὸ πάντη ἄψυχον ἀντὶ ἐμψύχου καὶ μάλιστα ψυχῆς καθαρσίου, τὸν νεκρὸν ἀντὶ τοῦ ἄρτου τῆς ζωῆς; τὸ ἀνούστατον ἀντὶ τῆς σοφίας ἢ τοῦ σοφοῦ; τὸ ἀηδέστατόν τε καὶ ἀδρανέστατον ἀντὶ τοῦ ἀκροτάτου τῶν ἐφετῶν, καὶ χρηστοῦ γεύσασθαι Κυρίου καὶ ἄρτου τοῦ καρδίαν ἀνθρώπου στηρίζοντος; τὸ ἀτελὲς ἀντὶ τοῦ τελείου; τὸ τῆς παλαιᾶς καὶ σεσηπυίας ἀπόζον νομοθεσίας ἀντὶ τοῦ νέου Ἀδάμ, τοῦ καινοῦ σφαγίου, οὗ μύρον ἐκκενωθὲν ὄνομα, τοῦ τὴν κτίσιν πᾶσαν εὐωδιάζοντος; τὸ τῇ σκιᾷ συμπαραδραμὸν καὶ συμπαρελθὸν τῆς φανερωθείσης καὶ ὑπερλαμπούσης ἀληθείας ἀντὶ τοῦ ἀληθινοῦ φωτός, τοῦ φωτίζοντος πάντα ἄνθρωπον. Ἔπειτα.
Ὅτι μὲν ἅγιον καὶ πάναγνον καὶ παρθένον καὶ ἐκ παρθένου καὶ παναγίας Μητρός, ἄρευστον ἐξ ἀρεύστου, ἄφθορον ἐξ ἀφθόρου, τὴν μὲν κατὰ τὴν ἁμαρτίαν τέως φθορὰν τὸ τίμιον σῶμα καὶ θεῖον τίς ἀντερεῖ; Ἀλλὰ καὶ τίς ἂν ἀμφιβάλοι, μὴ καὶ τὸν ἄρτον ἁγιαζόμενον τοιοῦτον μᾶλλον δὲ αὐτὸ ἐκεῖνο ἀποτελεῖσθαι, αὐτοῦ τοῦ Κυρίου περὶ αὐτοῦ φήσαντος· ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἔστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰ δὲ πρὸ τῆς τελειώσεως ὁ τοιοῦτος μάλιστα μὲν οὐδὲ τὸ ἄζυμον τοιοῦτον πρὸ τῆς καθ’ ἡμᾶς τελειώσεως εἰ μὴ καὶ ἀπεμφαῖνον πάντη καὶ μᾶλλον ἀνοίκειον, ὡς ἐκ τῶν εἰρημένων δῆλον. Ἀλλὰ δὴ καὶ τοῖς προσφέρουσι καὶ ὑπὲρ ὧν προσφέρεται προσφορώτατος ὁ τῇ κατὰ σὲ τὴν ἁμαρτίαν εἰκονιζούσῃ ζύμῃ σύμφυτος ἄρτος. Καὶ ἔτι γὰρ ὄντα τοιοῦτον ὅμως οἰκειοῦται Χριστός, καὶ εἰς ἑαυτὸν ἀναδέχεται, καὶ ἁγιάζων, ὅπερ ἔστιν αὐτός, ἐκτελεῖ· ἐπεὶ καὶ τὴν ἐμὴν ἀνέλαβε φύσιν τὴν ἁμαρτωλόν, τὴν κατηραμένην, καὶ ἁμαρτία τε καὶ κατάρα κληθῆναί τε καὶ γενέσθαι οὐ παρῃτήσατο, ἀλλ’ ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.
Καὶ οὕτως ἱερουργήσας αὐτὸς ἑαυτὸν καὶ τελειώσας καὶ τελειωθεὶς ὁ παντέλειος, τὸν ἐμὸν ἁγιασμόν, τὴν ἐμὴν τελείωσιν ἐξειργάσατο. Μᾶλλον οὖν τοιοῦτον παραληπτέον τὸν ἁγιασθησόμενόν τε καὶ τελειωθησόμενον, οἷος ὁ διὰ τῆς αὐτοῦ κοινωνίας τοῦ ἁγιασμοῦ μεθέξων ἐγὼ καὶ τῆς τελειώσεως.
Ὡσαύτως δὲ καὶ τὰ Ναυάτου νομισθείη φυσᾷν ὁ τὸ μὴ τοιοῦτον προσφέρων· αὐτὸ δὲ τὸ καθ’ ὑμᾶς καθαρὸν καὶ τῆς διαβαλλομένης ζύμης ἀμέτοχον κἂν ἀποφοιβάσειε πρὸς ζυμίτας ἡμᾶς καὶ δεομένους καθάρσεως τό, μή μου ἅπτου, καθαρὸς γὰρ εἰμί· παῤῥησιάσαιτο δ’ ἂν καὶ τὰ πρὸς Θεὸν μετὰ τῆς φαρισαϊκῆς ἀπονοίας.
Καὶ εἰς τὸ ἱερὸν τῆς προσευχῆς ἀναβάς, ὁ μὲν ἑαυτὸν καὶ στήσεται καὶ προσεύξεται ἅτε δὴ πρὸς μηδὲν ἔχων ὑπερκείμενον ἀνατείνεσθαι· ἀλλ’ ἐπ’ αὐτῆς ἱδρυμένος τῆς ἄκρας κατὰ Χριστὸν τελειώσεως, ἐφ’ ᾧ καὶ τῶν τελειοτάτων οἰκείων κατορθωμάτων διεξελεύσεται τὸν κατάλογον, ἐμὲ δὲ παραδειγματίσει καὶ ταλανίσει τὸν εἰδότα μακρὰν ἀπέχειν τοῦ τελείου, διὰ τοῦτο μακρόθεν ἑστῶτα καὶ τὸν ἁμαρτωλὸν ὁμολογοῦντα, καὶ τελωνικῶς τὸν ἱλασμὸν ἐξαιτούμενον. Ἢ οὐ ταῦτά σοι βούλεται τὰ παρ’ ἑκατέρων προσφερόμενα δῶρα δηλοῦν; Εἰ γὰρ καθαρὸν αὐτόθι τὸ ἄζυμον, καθαρὸς δήπου καὶ ὁ προσφέρων. Ἢ πῶς τοιοῦτον προσφέρειν τολμᾷ μὴ τοιοῦτος ὤν, ἢ εἶναι οἰόμενος; Ἀλλ’ ὁ μὲν οὕτως προσοίσει καὶ οὕτως προσεύξεται· ὁ δὲ τὸν ζυμίτην προσφέρων δῆλος ἐστὶ μὴ στόματι μόνον καὶ σχήματι τὴν ἐπιγνωμοσύνην ἑαυτοῦ καὶ τὴν συντριβὴν ἐνδεικνύμενος, ἀλλὰ καὶ πρὸ τούτων μετὰ συντετριμμένου τοῦ πνεύματος τῆς ἀξιοθέου θυσίας ποιούμενος τὴν προσέλευσιν, ἐφ’ ᾧ καὶ τὴν ἐκφανῆ προσφέρειν θυσίαν οἰκείαν τε καὶ ὁμόλογον. Τούτοιν πότερόν σοι δοκεῖ διὰ τῆς οἰκείας θυσίας κομίζεσθαι τὴν δικαίωσιν; ἢ τῷ Σωτῆρι δοτέον τὴν κρίσιν πρὸ τοῦ μεγαλαύχου τὸν μεγαλόφρονα δικαιώσαντι;
Ἀλλὰ ταῦτα μὲν περὶ τῆς ἀπονεμομένης ὑπὸ σοῦ τοῖς ἀζύμοις ἀποκληρωτικῶς καθαρότητος. Ἐγὼ δὲ πάντα εἰδὼς καθαρὰ τὰ παρὰ Θεοῦ δημιουργηθέντα, κἂν ὁ νόμος τινὰ διέστειλε, μᾶλλον δὲ πείθομαι Πέτρῳ καὶ τῇ κατὰ τοῦτον ὀθόνῃ, πολλοῦ δέω τὸν ἄρτον διὰ τὴν ζύμην, ἢ τὴν ζύμην αὐτὴν ἐκβάλλειν τοῦ καταλόγου τῶν καθαρῶν· καὶ οὐδ’ ἂν τὸ ἄζυμον παρῃτούμην, εἰ μὴ καὶ τὴν ὑπονοουμένην τῶν εἰρημένων αἱρέσεων κοινωνίαν καὶ τὴν ὁμολογουμένην τοῦ πεπαυμένου νόμου παραδοχήν, καὶ τὴν Ναυάτου μισανθρωπίαν καὶ τὴν φαρισαϊκὴν ζύμην, ἥτις ἐστὶν ὑπόκρισις κατὰ τὸν τοῦ Κυρίου λόγον, ἐβδελυσσόμην.
Καὶ μὴ πάλιν ζύμην ἀκούσας ἀναθαῤῥήσῃς, ὡς ἄρα τὸν Σωτῆρα σύμψηφον ἔχειν ἐν τοῖς κατὰ τῆς ζύμης προβλήμασιν, ἵνα μὴ καὶ σὺ τὴν ἄνοιαν ἐγκληθῇς. Οὐ γὰρ περὶ τῆς ἐν τῷ ἄρτῳ ζύμης οὔθ’ ἡμῖν ἀρτίως, οὔτε τῷ Σωτῆρι πρότερον ὁ λόγος ἀλλ’ ἦ φησὶ Ματθαῖος ὁ θεῖος, περὶ τῆς διδαχῆς τῶν φαρισαίων, ἣν ὁ Κύριος ὑπόκρισιν προσειπὼν φεύγειν ὡς ἀλλοτρίαν τῆς αὐτοῦ διδαχῆς παρηγγύησεν.
Ὅτι δὲ τῆς φαρισαϊκῆς ἐστὶ διδαχῆς καὶ ἡ τῶν ἀζύμων χρῆσις, καὶ ὁ λόγος μὲν ἤδη φθάσας ἐδήλωσε, καὶ ἡ τῶν ἀποστολικῶν δὲ πράξεων ἱστορία παρίστησιν ἐκδηλότερον. Ἐξανέστησαν γάρ φησι τινὲς τῶν ἀπὸ τῆς αἱρέσεως τῶν φαρισαίων πεπιστευκότων, λέγοντες· ὅτι δεῖ περιτέμνειν αὐτούς, τοὺς ἐξ ἐθνῶν δηλονότι πιστούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Ἀλλὰ τί περὶ τοῦ λόγου τούτου συναχθέντες ἐκύρωσαν οἱ ἀπόστολοι; Ἢ πάντως ὅπερ αὐτοῖς πρότερον ὁ Κύριος παρηγγύησε.
Καὶ πρῶτος μὲν Πέτρος ἐξηγησάμενος τὸν διὰ πίστεως καθαρισμὸν τῶν ἐθνῶν, ἀπηγόρευσε τὸ τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπιθεῖναι τῷ τραχήλῳ τῶν μαθητῶν, ὅν φησιν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι, μηδὲν ἕτερον τοῦτο ἢ πειράζειν τὸν Θεὸν ὁρισάμενος. Ἔπειτα δὲ καὶ Ἰάκωβος ἐπέκρινε μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, ἀλλ’ ἐπιστεῖλαι τοῦ τῶν εἰδωλοθύτων ἀπέχεσθαι, καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Καὶ πᾶσι δὲ ταῦτα τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ συνέδοξε, καὶ δὶ ἐπιστολῶν ἐδηλώθη τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἐξ ἐθνῶν ἀδελφοῖς διὰ Βαρνάβα καὶ Παύλου, Ἰούδα τε καὶ Σίλα τῶν προφητῶν.
Διά γε οὖν ταῦτα παραιτοῦμαι τὸ ἄζυμον· καὶ ἔτι διότι μὴ τοῦ Κυριακοῦ μόνον σώματος κατὰ πλείστην ὅσην διάστασιν ἀλλοτρίωται, ἀλλὰ δὴ καὶ τοῖς τε παρ’ ὧν προσφέρεται καὶ τοῖς ὑπὲρ ὧν ἐκεῖνο ἀρνεῖται τὴν οἰκειότητα, ἣν ὁ ἄρτος διὰ τοῦ ἅλατος καὶ τῆς ζύμης ὁμόλογον ἔχειν εὑρίσκεται. Ταύτην δὲ λέγω τὴν ὡς ζῶσί τε καὶ ἐμψύχοις καὶ λογικοῖς πρέπουσαν. Εἰ γὰρ καὶ ὑπὲρ τῶν κατοιχομένων γίνεται προσφορά, ἀλλ’ οὐχ ὡς νεκρῶν, ἀλλ’ ὡς καὶ αὐτῶν ἐν Κυρίῳ ζώντων. Οἱ γὰρ ὄντως νεκροὶ ζωὴν οὐ μὴ ἴδωσι, καὶ ἰατροὶ τοὺς τοιούτους οὐκ ἀναστήσουσι· τῶν δὲ καὶ Θεὸς ὁ Θεός, ὃς οὐκ ἔστι νεκρῶν Θεός, ἀλλὰ ζώντων. Καὶ ὡς ὑπὲρ ἁμαρτημάτων ἀφέσεως, ἃ πάντως ἐν τῇ παρούσῃ ζωῇ κατεπράξαντο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.