Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων

Νικόλαος Μεθώνης

Παλαιοδιαθηκική τυπολογία, ευαγγελικές παραβολές και ετυμολογία

Θεολογική προσέγγιση βάσει της τυπολογίας του Μελχισεδέκ, ανάλυση της παραβολής της ζύμης και ετυμολογική τεκμηρίωση της τέλειας φύσης του όρου «άρτος».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 7

Πρὸς δὲ τούτοις καίτοι τοσούτοις οὖσι καὶ τηλικούτοις καὶ ἡ νεκρότης καὶ ἡ κολοβότης αὐταὶ καθ’ ἑαυτὰς αὐτῷ ἀζύμῳ θεωρούμεναι, πῶς οὐχὶ φευκταῖον αὐτὸ τοῖς ἐχέφροσι θήσουσιν, ὅπουγε καὶ τοῖς ἔτι νηπίοις καὶ ἀτελέσιν Ἑβραίοις ὥσπερ τι ἄγοστον νεκρὸν ἀπετροπιάζετο καὶ τὸ ἀτελὲς ἢ μὴ ὁλόκληρον εἰς προσφορὰν ἀπηγόρευτο; Εἰ δὲ τοῖς ἐν νόμῳ, τῷ μηδένα τελειοῦν δυναμένῳ, βδελυκτὸν μὲν τὸ νεκρόν, μωμητὸν δὲ νενόμιστο τὸ μὴ τέλειον μηδ’ ὁλόκληρον, καὶ διὰ τοῦτο ἀπρόσδεκτον, πῶς ἡμεῖς, οἱ τελειωθέντες τῇ χάριτι τοῦ Σωτῆρος Χριστοῦ, τὸ καὶ ἀμφοῖν τῶν ἐλαττωμάτων μέτοχον ἄζυμον προσησόμεθα, καθάπερ ἄρα μὴ προβαίνειν ἐκ τῶν ἡττόνων τε καὶ χειρόνων ἐπὶ τὰ κρείττω τε καὶ τελεώτερα, ἀλλ’ εἰς τὸ κατόπιν ἀναποδίζειν κεκελευσμένοι;

Καὶ μὴν ὅτι τὸ Μωσαϊκὸν πάσχα, φημὶ δὴ τὸ κατὰ τὴν δεκάτην τοῦ πρώτου μηνὸς λαμβανόμενον, κατὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην θυόμενον πρόβατον, τὸν ὑπὲρ ἡμῶν ἐτύπου τυθέντα θεῖον ἀμνόν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰς ὃν τὸν ἱερὸν ἄρτον διὰ τῆς ἀγιστείας μεταποιεῖσθαι πιστεύομεν, παντί που δῆλον, ὥστε τύπος ἦν τοῦ ἄρτου τὸ πρόβατον.

Καὶ πῶς οὐκ ἄλογον τὸν μὲν τύπον τέλειον κατὰ πάντα τρόπον ἀναγκαῖον εἶναι κατὰ τὸν νόμον εἰλῆφθαι, τὸ δὲ πρωτότυπον ἀδιάφορον εἶναι νομίζειν, κἂν ἀτελὲς παραλαμβάνοιτο; Πῶς δὲ καὶ ἡ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνη σωθήσεται τοῖς τὸ ἄζυμον ἱερεύουσι; Οὐ γὰρ δὴ καὶ τὸν Μελχισεδὲκ τοιοῦτον προσφέρειν συκοφαντήσουσιν, ὁπότε πλείστας ἦν ὅσας οὗτος ἐτῶν περιόδους προειληφώς, μεθ’ ἃς Μωϋσῆς καὶ νόμος καὶ ἄζυμον. Εἰ δ’ οὖν, κατὰ στόμα προσαπαντήσει τούτοις ὁ μέγας ἀπόστολος, διαφορὰν τῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνης πρὸς τὴν κατὰ τὴν τάξιν Ἀαρὼν ὑφηγούμενος ὃ συντελείου πρὸς ἀτελές, καὶ τῇ πρὸς ἐκείνην ἐκ ταύτης μεταθέσει καὶ τοῦ νόμου μετάθεσιν ἐξ ἀνάγκης διατεινόμενος ἕπεσθαι.

Ἰκανὰ μὲν οὖν καὶ ταῦτα τοῖς ὁπωσοῦν τὸ δέον συνορᾷν δυναμένοις πρὸς ἀπόδειξιν ἀναμφίλεκτον τοῦ δεῖν τέλειον ἄρτον εἴτουν ἔνζυμον εἰς τὴν ἱεροτελεστίαν παραλαμβάνειν. Ἐπεὶ δὲ καὶ ἔτι σὲ καθορῶ σφόδρα τοῦ γράμματος ἀντεχόμενον καὶ τὴν ἀποστολικὴν ῥῆσιν πάλιν καὶ πάλιν προσφέροντα, ὡς δὴ τὴν ζύμην προφανῶς διαβάλλουσαν καὶ διώκουσαν, τὸ δὲ ἄζυμον εὐφήμοις τε σεμνύνουσαν τοῖς ὀνόμασι καὶ πρέπον ταῖς καθ’ ἡμᾶς ἑορταῖς ἀποφαίνουσαν, κἀκείνῳ ἐγώ σοι τὴν Δεσποτικὴν εὐκαίρως φωνὴν ἀντιπαρατίθημι, ἥτις τὸ μέγιστόν τε καὶ πρώτιστον, μᾶλλον δὲ πᾶν καὶ τὸ ὅλον περιληπτικῶς ἀγαθόν, τὴν βασιλείαν τῶν οὐρανῶν, τῇ ζύμῃ προσομοιοῖ.

Ὡμοιώθη γάρ φησιν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Τάχα τοίνυν καὶ ὁ Δεσπότης ἶσα τῷ δούλῳ, ὁ διδάσκαλος ἶσα τῷ μαθητῇ δυσωπήσει σὲ καὶ πείσει, μὴ οὔτως ἀπερισκέπτως τῆς ζύμης κατηγορεῖν ἰουδαϊκῶς τῷ γράμματι ψιλῷ προσανέχοντα, πρὸς τὸ τοῦ νόμου βάθος διὰ τῆς ἐπιστατικωτέρας ἐρεύνης μὴ παρακύπτοντα· ὡς ἐντεῦθεν μὴ μόνον τῆς κατ’ αὐτὴν ἑκάστην ῥῆσιν ἀληθείας μακρὰν ἀποτρέχειν, ἀλλὰ καὶ ἄλλην πρὸς ἄλλην νομίζειν εἶναι διάφωνον, καὶ ταύτητοι τὸ διὰ πασῶν λαλοῦν ἓν καὶ τὸ αὐτὸ Πνεῦμα Χριστοῦ πρὸς ἑαυτὸ δεικνύειν διαφερόμενον Εἰ γὰρ ἐκ τῆς ἀποστολικῆς ῥήσεως ἡ ζύμη διαβλητέα διὰ τὴν πρὸς τὸ χεῖρον ἀναλογίαν, πῶς οὐκ ἐκ τῆς Δεσποτικῆς μᾶλλον ἐκθειαστέα διὰ τὴν πρὸς τὸ ἄριστον ἀφομοίωσιν καὶ εἰς τὴν μυστικὴν καὶ θείαν ἱερουργίαν μάλιστα παραληπτέα; Ὁπότε καὶ βασιλείας οὐρανῶν μετουσίαν, ᾗ ταύτη ὡμοίωται, τὴν τοῦ Δεσποτικοῦ σώματος κοινωνίαν εἶναι πιστεύομεν, καὶ διὰ τῆς κοινωνίας ζυμοῦσθαι, τουτέστι μεταστοιχειοῦσθαι κατὰ ταύτην καὶ ἐκθεοῦσθαι τὴν ὅλην ἡμῶν οὐσίαν, τὸ πνεῦμα, τὴν ψυχήν, τὴν σάρκα, ἢ εἰ βούλει, τὸ τριμερὲς τῆς ψυχῆς, ὃ διὰ τῶν τριῶν τοῦ ἀλεύρου σάτων ἡ παραβολὴ παρῃνίξατο.

Ὥστε καὶ ἡ αὐτὴ νῦν μὲν ἡμῖν ἐν τοῖς ἀρίστοις, νῦν δὲ ἐν τοῖς κακίστοις τετάξεται, καὶ ταύτας τὰς ἀφορμὰς παρὰ τοῦ αὐτοῦ λαμβάνουσι βραβευτοῦ, τοῦ καὶ δὶ ἑαυτοῦ καὶ διὰ Παύλου λαλήσαντος.

Καὶ τίς ταῦτα δίδωσι λόγος, εἰ μή τις κατὰ σὲ παντελῶς τὸ γράμμα καὶ ἀδιαρθρώτως ἐκδέχοιτο; Ἀλλ’ εἰ μὲν ἡμῖν ἐξῆν τὰ θεῖα νομοθετεῖν τε καὶ κρίνειν, καὶ τὸ τοῖς ἀνθρωπίνοις λογισμοῖς παριστάμενον τυποῦν καὶ ὁρίζειν καὶ τοῖς ἄλλοις παραδιδόναι, τάχα ἂν καὶ πλείους εἴχομεν παραγαγεῖν λογισμούς, τῆς ζύμης ὑπερηγόρους, ἵνα λόγον λόγῳ παρεξετάσαντες καὶ πάντας πᾶσι, τοῖς ὑπὲρ τῆς ζύμης τοὺς ὑπὲρ τῶν ἀζύμων, τοῖς εὐλογωτέροις καὶ πλείοσι τὴν νικῶσαν δώσομεν.

Ἐπεὶ δὲ ἀρχὴν σοφίας τὸν φόβον εἶναι Κυρίου παρὰ τοῦ σοφοῦ μεμαθήκαμεν, καὶ δεῖ πάσης θεωρίας καὶ τῆς περὶ θείων πραγμάτων σκέψεως τὸν φόβον ἡμῖν προηγεῖσθαι καὶ τὸν λόγον ἑπόμενον αὐτῷ πρὸς τὸ βούλημα τοῦ θείου νόμου καθοδηγεῖν· λογισμοὶ δὲ ἀνθρώπων δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι, διὸ καὶ μὴ μεταίρειν ὅραι αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, προτετάγμεθα· τοὺς μὲν παρ’ ἑαυτῶν λογισμοὺς λοιπὸν καταπαύσωμεν, δῶμεν δὲ καὶ ἡμεῖς τῷ κριτῇ Λόγῳ τὴν κρίσιν τοῦ προκειμένου ζητήματος, ᾧ δὴ καὶ πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν.

Καὶ πρὸς αὐτοῦ γενομένην παράδοσιν ἀναδράμωμεν, καὶ ὅπερ ἂν αὐτὸν τὸν Δεσπότην ἡμῶν καὶ Σωτῆρα κατείδωμεν πράξαντα καὶ προστάξαντα, καὶ τοῖς αὐτόπταις καὶ ὑπηρέταις αὐτοῦ παραδεδωκότα, τοῦτο καὶ ἡμεῖς ὡς θεῖον ὄντως νόμον δεξώμεθα καὶ τηρήσωμεν ἀπαράβατον Καὶ τοὺς ἀποστόλους γὰρ αὐτοὺς εὑρήσομεν τῷ κανόνι τούτῳ στοιχήσαντας καὶ μηδὲν τὸ παράπαν παρεξελθόντας, μὴ εἰς δεξιά, μὴ εἰς ἀριστερὰ τῆς Δεσποτικῆς παραδόσεως περικλίναντας. Ἐγὼ γάρ φησιν ὁ μακάριος Παῦλος παρέδωκα ὑμῖν ὃ καὶ παρέλαβον ἀπὸ τοῦ Κυρίου. Καὶ εὐθὺς ἐπάγει τὴν μυστικοῦ δείπνου παράδοσιν, τὴν κλάσιν τοῦ ἄρτου καὶ τὴν αὐτοῦ τε καὶ τοῦ ποτηρίου διάδοσιν.

Ναί φησιν· ἀλλὰ πόθεν δῆλον, ὅτι ζυμίτην ἄρτον ἐν τῷ μυστικῷ δείπνῳ παρέδωκεν ὁ Σωτήρ, καὶ οὐκ ἄζυμον; Ἄρτον εἶπε, μὴ διαστείλας εἴτε ἔνζυμον. εἴτε ἄζυμον. Καὶ ὥσπερ ὁ ζῶον εἰπὼν καὶ μηδὲν πλέον προσθεὶς οὔπω δῆλον ἐποίησεν. εἴτε περὶ λογικοῦ ζώου εἴτε περὶ ἀγρίου λέξειν προέθετο, οὔτω καὶ τὸ ἄρτον εἰπὼν τὴν ἴσην ἀδηλίαν εἰσάγει περί τε τοῦ ζυμίτου καὶ τοῦ ἀζύμου. Ἀλλ’ ὅτι μὲν ὁ μέγας Παῦλος ἄρτον εἰρήκει μόνον, μὴ προσθεὶς ἔνζυμον, καὶ οἱ μακάριοι εὐαγγελισταὶ λέξει τῇ αὐτῇ ἐχρήσαντο, μηδὲν ἐν τῷδε τῷ μέρει περὶ τῆς διαφορᾶς τοῦ ἄρτου δηλώσαντες, εὔδηλον. Ἐκ δὲ τῆς ὅλης τῶν εἰρημένων ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἀκολουθίας ἀναγκαίως συνάγεται μὴ ζυμίτην, ἀλλ’ ἄζυμον εἶναι τὸν ἄρτον, ὃν ὁ Κύριος τὸ πάσχα τελῶν ἔλαβέ τε καὶ ἔκλασε, καὶ τοῖς μαθηταῖς ἐν τῷ μυστικῷ δείπνῳ διέδωκεν. Ἥ τε γὰρ ἡμέρα ἦν, ὥς φασιν οἱ εὐαγγελισταί, τῶν ἀζύμων. Ὅτε ὁ Κύριος οὐκ ἦλθον φησὶ καταλύσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ οὐκ ἔμελλε τηνικαῦτα παρανομεῖν ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ, αὐτός τε ἐσθίων καὶ τοῖς ἄλλοις παρέχων τὸ ἔνζυμον. Ποῦ δὲ καὶ ἦν εὑρεθῆναι τότε τοιοῦτον ἄρτον, τοῦ νόμου διαῤῥήδην κελεύοντος, ὡς ἐν τῇ ἐξόδῳ αὐτοῖς ῥήμασιν ἀναγέγραπται, ὅτι ἑπτὰ ἡμέραις ἔδεσθε ἄζυμα, ἀφανιεῖτε δὲ ζύμην ἀπὸ τῆς πρώτης ἡμέρας ἀπὸ τῶν οἰκιῶν ὑμῶν. Καὶ πάλιν.

Ἑπτὰ ἡμέραις ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν. Ὥστε εἰ καὶ μὴ τὸ νομικὸν αὐτίκα πάσχα ἐτέλει ὁ Κύριος, ἀλλὰ τὸ ἑαυτοῦ παρεδίδου, ἐπεὶ παρ’ ἑβραίῳ πάντως κατέλυε, κἂν ἤθελεν οὐκ εἶχεν ἐκεῖ ζυμίτην ἄρτον εὑρεῖν. Πάντοθεν ἄρα συνάγεται τὸ ἄζυμον εἶναι τὸν ἄρτον ἐκεῖνον.

Εὖγε τῆς τῶν συλλογῶν ἀνάγκης, ὑπέρευγε τῆς τῶν προτάσεων ἀκολουθίας Ἀλλὰ ἐὰν πάσας τὰς προτάσεις ἐντεῦθεν οὔσας ψευδεῖς ἀπελέγξωμεν, ὄντως βιαίων συμπερασμάτων στραγγαλιὰς διαλύσομεν. Εἰ δὲ καὶ τὰς ἀληθεῖς προτάσεις ληψόμεθα, πρὸς τὸν ἀντίθετον πάντως λόγον μεταστραφήσεται τὸ συμπέρασμα. Πρῶτον τοίνυν περὶ τῆς πρώτης σκεπτέον, ὅπως ἀληθείας ἢ ψεύδους ἔχει, καὶ οὕτως καθεξῆς ἐπὶ τὰς ἄλλας τὴν σκέψιν μετενεκτέον. Ἄρτον εἶπε φησίν, μηδὲν περὶ τῆς διαφορᾶς διαστείλας, ὡς ἐπίσης ἄδηλον εἶναι, εἴτε ζυμίτης ὁ ἄρτος ἦν, εἴτε ἄζυμος, ὡς καὶ τὸ παράδειγμα δείκνυσι. Τὸ γὰρ ζῶον ἁπλῶς ῥηθὲν οὐ παρεστήσατο ποῖόν τι ζῶον; εἴτε λογικὸν ἢ ἄλογον οὐκ ἔδει διαστεῖλαι ὦ οὗτος.

Εἰκότως οὖν οὐ διέστειλεν. Ἄρτον γὰρ εἰπών, αὐτόθεν τὸ ἐξ ἀλεύρου καὶ ὕδατος καὶ ζύμης συντεθειμένον καὶ ἅλατι ἠρτυμένον καὶ πυρὶ ὀπτώμενον εἶδος ἐσήμανε τοῦ φυράματος, ὃ καὶ τῷ ἀζύμῳ ἀντιδιέσταλται, καὶ περιττὸν ἦν προσθεῖναι τὸ ἔνζυμον.

Εἰ γὰρ καὶ ἄρτος, δηλονότι καὶ ἔνζυμος, καὶ τἄλλα τὰ τοῦ λόγου αὐτοῦ συμπληρωτικά, καθὰ ἥ τε κοινὴ περὶ αὐτοῦ παρίστησιν ἔννοια κἀκ τῆς προχείρου τοῦ ὀνόματος ἀναπτύξεως διάδηλον γίνεται. Ἄρτος γὰρ παρὰ τὸ ᾖρθαι, ὃ καὶ διὰ τῆς ἀρτικῆς εἴτουν σκευαστικῆς κατὰ τὴν ζύμην δυνάμεως εἰς πλεῖον μέγεθος ἐπαρθέν, ἢ παρὰ τὸ ἠρτύσθαι, ἢ παρὰ τὸ ἄρτιος εἶναι, ὅ ἐστι τέλειος, μηδενὸς ὧν συνιστώντων αὐτοῦ τὴν οὐσίαν, λειπόμενος. Ὧν οὐδὲν τῷ ἀζύμῳ ἐνθεωρεῖται, ὅπερ οὐκ ἤρτυται, οὐκ ᾖρται, οὐκ ἠρτίωται.