Ἔργον
Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων
Η ορολογία περί άρτου και αζύμων στην Παλαιά Διαθήκη
Συστηματική εξέταση των μωσαϊκών, ιστορικών, ποιητικών και προφητικών βιβλίων που επιβεβαιώνει τη σταθερή διάκριση μεταξύ ενζύμου άρτου και αζύμων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ορολογία περί άρτου και αζύμων στην Παλαιά Διαθήκη
Συστηματική εξέταση των μωσαϊκών, ιστορικών, ποιητικών και προφητικών βιβλίων που επιβεβαιώνει τη σταθερή διάκριση μεταξύ ενζύμου άρτου και αζύμων.
Ἀλλὰ τὴν μὲν ἐτυμολογίαν ἴσως παραιτήσῃ διὰ τὸ κατὰ τὴν λέξιν διάφορον ὡς τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, ἄλλων τεθειμένων παρ’ ἄλλοις ἔθνεσι καὶ τῇ διαφορᾷ τῶν γλωσσῶν συνδιαφερόντων· τὴν δὲ κοινὴν ἔννοιαν πῶς παραγράψῃ;
Οὐ γὰρ δὴ καὶ τὰ ὀνόματα ταῖς διαφόροις γλώσσαις συνδιαφέρουσι. Περὶ γὰρ δὴ τοῦ νῦν προκειμένου πράγματος, τοῦ ἄρτου φημί, κἂν Σκύθου, κἂν Πέρσου, κἂν Ἰνδοῦ καὶ Γαλάτου πυθώμεθα, κἂν ὁτινοσοῦν, ὁποίαν δή τινα τὴν ἔννοιαν ἕκαστος ἔχοι τοῦ κατὰ τοῦτον λόγον, πάντες τὴν αὐτὴν ἀποδώσουσιν, ὅτι ἄρτος ἔστι τὸ ἐξ ἀλεύρου καὶ ζύμης καὶ ὕδατος σύνθετον καὶ ἅλατι ἠρτυμένον καὶ πυρὶ ὀπτώμενον φύραμα. Εἰ δὲ καὶ περὶ ἀζύμου τούτους ἐροίμεθα, τάχα καὶ εἰ ἔστιν ἄζυμον ἀγνοεῖν φήσουσι.
Πλὴν γὰρ Ἑβραίων καὶ τῶν ὅσοι τῆς Ἑβραϊκῆς παιδείας πεπείρανται, τίς ποτὲ τοῖς ἀζύμοις ἐχρήσατο, ἵνα καὶ γινώσκῃ ταῦτα καὶ περὶ αὐτῶν ἀποκρίνηται; Εἰ μὲν οὖν πρὸς Ἑβραίους μόνους ὁ λόγος ἦν, καὶ τοῖς εὐαγγελισταῖς καὶ τῷ Παύλῳ οὐδ’ οὕτως ἦν αὐτοῖς ἀναγκαῖον πάντως ἄρτον εἰποῦσι προσθεῖναι καὶ ἔνζυμον, εἰ μὴ ἂν δῶμέν σοι τὸν ἄρτον ὡς γένος εἰς εἴδη διαιρεῖσθαι, τὸ ἔνζυμον καὶ τὸ ἄζυμον, καίτοιγε δέδεικται μᾶλλον ὡς εἶδος εἴδει τῷ ἀζύμῳ ἀντιδιαστελλόμενος.
Εἰ δὲ πρὸς πάντα τὰ ἔθνη, καθὼς αὐτὸς ὁ Κύριος αὐτοῖς ἐνετείλατο μετὰ τὴν ἀνάστασιν εἰπών· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, τὰ δὲ περὶ ἀζύμων οὐδ’ ἡντιναοῦν εἶχεν ἔννοιαν, περὶ δὲ τοῦ ἄρτου μίαν καὶ τὴν αὐτήν, καὶ κοινὴν πάντως τὴν εἰρημένην, τίς ἦν ἡ χρεία τῆς τοῦ ἐνζύμου προσθήκης; Ὅπου γε καὶ παλιλλογεῖ ὁ λέγων, καὶ μὴν ἐκ τῶν Μωσαϊκῶν βίβλων κἀκ τῆς ἄλλης παρ’ ἡμῖν ἱερᾶς καὶ θείας Γραφῆς ταὐτὸ τοῦτο καταθησόμεθα. Ὡς ὅπου μὲν ὁ συγγραφεὺς ἐβουλήθη περὶ τοῦ πᾶσι συνεγνωσμένου ἄρτου εἰπεῖν, ἁπλῶς αὐτὸν καὶ ἀδιαστίκτως ἄρτον ὠνόμασε, τῇ κοινῇ κατακολουθήσας ἐννοίᾳ, καὶ μηδὲν τῆς τοῦ ἐνζύμου προσθήκης προσδεηθέντα· ὅπου δὲ σκοπὸν τὸν περὶ τοῦ ἀζύμου λόγον προέθετο, ἄρτον μὲν ἁπλῶς οὐδαμοῦ τοῦτον ὀνομάσας εὕρηται, ἄζυμον δὲ μόνον ὡς ἐπίπαν. Ἔστι δ’ ὅπου καὶ ἄρτον ἄζυμον, ἔνθα δηλονότι πρὸς ἕτερον εἶδος φυράματος παντάπασιν ἄρτου ἀπεοικός, τὸ προσεοικὸς ὁπωσοῦν, ἀντιδιαστεῖλαι βουλόμενος, ὁμωνύμως τὸ τοῦ ἄρτου παρέλαβεν ὄνομα, καθάπερ ἄρα καὶ τὴν εἰκόνα τοῦ ἀνθρώπου γεγραμμένον ἄνθρωπον λέγομεν πρὸς διαστολὴν τῶν ἑτερομόρφων εἰκόνων. Ἐν οἷς γὰρ τόποις εὕρηται Μωϋσῆς ἄρτους ἀζύμους ἀναγραψάμενος, ἐν τούτοις αὐτίκα καὶ λάγανα ἄζυμα καὶ σεμίδαλις ἐπιφέρεται.
Ὡς εἶναι δῆλον, ὡς οὐ μᾶλλον ἐπὶ διαστολῇ τῶν ἐνζύμων ἢ τῶν λαγάνων τε καὶ τῆς σεμιδάλεως ἄρτους ἀζύμους τὸ εἰς ἄρτου σχῆμα διαπεπλασμένον εἶδος ὠνόμασε. Τὰ λάγανα γὰρ οὐδὲ σχήματος κοινωνεῖ τῷ ἄρτῳ, ἡ σεμίδαλις δὲ καὶ ἀδιάπλαστος τοπαράπαν. Ἀπορεῖν δὲ οὐ δεῖ, πῶς ἐν τῇ ἐξόδῳ νομοθετῶν περὶ τῆς ἱερατείας Ἀαρὼν καὶ τῶν τούτου υἱῶν, καὶ τοὺς αὐτοὺς αὖθις ἐν τῷ Λεβιτικῷ τελειῶν, πρῶτον μὲν ἄρτους εἶπεν ἀζύμους, εἶτα δὲ καὶ ἄρτους ἁπλῶς. Ἔδονται γάρ φησιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους, τοὺς ἐν τῷ κανῷ. Καὶ εἶπε Μωϋσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ· ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ, καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους, τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως.
Δῆλον γάρ, ὡς περὶ ἐκείνων ὁ λόγος αὐτῷ τῶν προσεχῶς ὀνομασθέντων ἄρτων ἀζύμων καὶ τῷ κανῷ μετὰ τῶν λαγάνων ἐπιτεθῆναι διορισθέντων, καὶ πρὸς μὲν διαστολὴν τῶν λαγάνων καὶ τῆς σεμιδάλεως τοὺς ἄρτους εἶπεν.
Ἀντὶ δὲ τοῦ τοὺς ἀζύμους εἰπεῖν ἠρκέσθη εἰπὼν τοὺς ἐν τῷ κανῷ. Ἐν δέ γε τοῖς περὶ πάσχα λόγοις καὶ νόμοις συχνάκις τῷ ἀζύμῳ κεχρημένος ὀνόματι, οὐδαμοῦ τοῦτο καὶ ἄρτον εὕρηται προσειπών, ἅτε μηδὲ πρὸς ἕτερόν τι φυράματος εἶδος, ἀλλ’ ἢ πρὸς τὸν ἄρτον ἀντιδιαστέλλων, ὃν αὐτίκα καὶ ζύμην ὀνομάζει καὶ ζυμωτόν.
Ἄζυμα γάρ φησιν ἐπὶ πικρίδων ἔδονται, καὶ ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε· ἀπὸ δὲ τῆς πρώτης ἡμέρας ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκίων ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ. Καὶ μετὰ βραχέα. Ἐν ἀρχομένῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ’ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας. Ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτὸν ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς υἱῶν Ἰσραήλ. Καὶ πάλιν.
Πᾶν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ ὑμῶν οἰκήματι, ἔδεσθε ἄζυμα. Ἆρ’ οὐ πρόδηλον, ὅτι πρὸς τὸν ἄρτον, τί γὰρ ἄλλο; τὸ ζυμωτὸν ἐστὶν ἀντιδιαστέλλων τὸ ἄζυμον. Ἔτι δὲ μᾶλλον ἐκδηλότερον γίνεται τὸ μηδαμῶς συνεπινοεῖσθαι τῷ ἄρτῳ τὸ ἄζυμον τὰς ἁπανταχῆ τῆς Γραφῆς εὑρισκομένας ἄρτου χρήσεις ἀναλεγομένοις ἡμῖν, ἐν αἷς πάσαις ὁ τῆς Γραφῆς συγγραφεὺς ἐπὶ μόνον τὸν ζυμωτόν, τοῦτον δὴ ταῖς κοιναῖς συνεγνωσμένον ἐννοίαις ἄρτον, ἐχρήσατο τῷ ὀνόματι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ.
Καὶ Ῥεβέκκα ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς χεῖρας Ἰακώβ, τοῦ υἱοῦ αὐτῆς. Καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ’ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρτον φαγεῖν. Ἐκάθισαν δὲ φαγεῖν ἄρτον οἱ ἀδελφοὶ Ἰωσήφ.
Καὶ οὐκ ᾔδει τῶν καθ’ ἑαυτὸν οὐδὲν Αἰγύπτιος, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Ἐν δὲ πάσῃ τῇ Αἰγύπτῳ οὐκ ἦσαν ἄρτοι· ἐκέκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων. Καὶ παρίημι τὰς ἄλλας ἐν τῇ Γενέσει χρήσεις, τοῦ μὴ προσκορῆ τὸν περὶ ἄρτων γενέσθαι λόγον· ὀλίγας δέ σοι καὶ ἐκ τῆς ἄλλης Μωσαϊκῆς συγγραφῆς παραθήσομαι, καὶ ταύτας πρὸς ἔνδειξιν τοῦ μὴ παρὰ τὸν περὶ τῶν ἀζύμων λόγον μελῆσαι τῷ Μωϋσεῖ τῆς τοῦ ἐνζύμου προσθήκης ἐπὶ τῷ τοῦ ἄρτου ὀνόματι, ὅπερ ποιεῖν εἶχεν ἀνάγκῃ πρὸς διαστολὴν τοῦ ἀζύμου, εἰ μὴ τὴν κοινὴν εἶχε περὶ τοῦ ἄρτου καὶ αὐτὸς ἔννοιαν καὶ ἀρκοῦν ἡγεῖτο τὸ ἄρτον εἰπεῖν εἰς τὸ δηλῶσαι καὶ ζυμωτόν, καὶ τἄλλα, ὅσα τῷ ἄρτῳ ἐνθεωρεῖται καὶ δι’ ἃ τῷ ἀζύμῳ ἀντιδιέσταλται.
Οὐ γὰρ δὴ μόνον πρὸ τοῦ περὶ τῶν ἀζύμων νόμου τὸν Ῥαγουὴλ εἰσάγει ταῖς θυγατράσιν εἰπόντα περὶ αὐτοῦ· καλέσατε αὐτὸν ὅπως φάγῃ ἄρτον· ἀλλὰ καὶ μετὰ τὸν νόμον τοὺς υἱοὺς Ἰσραὴλ πρὸς αὐτόν τε καὶ Ἀαρὼν λέγοντας· ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμόνην. Καὶ πάλιν. Παρεγένοντο δὲ καὶ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωϋσῆ. Καὶ εὐλογήσω φησὶν ὁ Θεὸς τὸν ἄρτον σου καὶ τὸ ὕδωρ σου. Καὶ ἐπιθήσεις ἐπὶ τὴν τραπέζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός. Καὶ ἦν ἐν τῷ ὄρει Μωϋσῆς ἐναντίον Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν.
Ἰκανὰ καὶ ταῦτα πρὸς τὸ καὶ τὸν Μωϋσῆν παραστῆσαι τῇ κοινῇ περὶ τοῦ ἄρτου ἐννοίᾳ χρώμενον, καὶ ταύτῃ τὸν μὲν τέλειον καὶ κυρίως ἄρτον τοῦθ’ ὅπερ ἔστι καὶ νοοῦντα καὶ ὀνομάζοντα, μηδὲ προσθήκης τινὸς πρὸς ἀντιδιαστολὴν τοῦ ἀζύμου δεόμενον, τὸ δὲ τῆς οὐσίας τοῦ ἄρτου ἀπολειπόμενον τῇ στερήσει τῆς ζύμης φύραμα ἢ μόνον ἄζυμον, ἢ ἄζυμον ἄρτον κατονομάζοντα, καταχρώμενον ὁμωνύμως τοῦ ἄρτου ὀνόματι κατά τινα χρείαν, ὡς εἴρηται. Εἰ δὲ βούλει καὶ ἀπὸ τῆς λοιπῆς πιστωθῆναι Γραφῆς τὸ ταυτὸν εἶναι παρὰ πᾶσι τοῦ ἄρτου τὴν ἔννοιαν, οὐκ ἀπορήσεις τῶν βίβλων ἑκάστην διεξιὼν καὶ τὰς χρήσεις ἀναλεγόμενος· ἀλλὰ γὰρ καὶ αὐτὸς ὀλίγας ἐκ τοῦ προχείρου σοι παραθήσομαι.
Εἴρηται γοῦν ἐν τοῖς Κριταῖς παρὰ τοῦ Βηθλεεμίτου πατρὸς νεανίδος πρὸς τὸν ἐπὶ ταύτης νυμφίον αὐτοῦ λευίτην· στήριξόν σου τὴν καρδίαν ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε. Καὶ παρὰ τοῦδε τοῦ λευίτου πάλιν πρὸς Γαβαωνίτην πρεσβύτην· καί γε ἄχυρα καὶ χορτάσματα ἐστὶ τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνος ἔστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ. Καὶ ἐν Ῥοὺθ τοῦ ἐκ Μωὰβ εἰς Βηθλεὲμ ἀποστρέφειν Νεεμὶν καὶ τὰς δύο νύμφας αὐτῆς αἰτία γέγραπται, ὅτι ἤκουσαν φησὶν ἐν ἀγρῷ Μωάβ, ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους. Καὶ Βοὸζ αὖθις εἶπε τῇ Ῥούθ· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. Καὶ ἐν Βασιλείοις. Εἶπε Σαοὺλ τῷ παιδαρίῳ τῷ μετ’ αὐτοῦ· ἰδοὺ πορευσόμεθα, καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν χειρῶν ἡμῶν; Καὶ Σαμουὴλ εἶπε τῷ Σαούλ. εὑρήσεις ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια, καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτου, καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου. Καὶ Ἰωνάθαν οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον. Καὶ Δαβὶδ εἶπε τῷ ἱερεῖ Ἀβιμέλεχ· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι. Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ καὶ εἶπεν· οὔκ εἰσιν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ἀλλ’ ἢ ἄρτοι ἅγιοι εἰσί.
Καὶ ἔδωκε τῷ Δαυὶδ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι ἐκεῖ οὐκ ἦν ἄρτος ἀλλότριος. Καὶ πάλιν Δαυὶδ ἐν Ψαλμοῖς· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Καί· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Καί· ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. Καὶ Σολομὼν ἐν Παροιμίαις· τιμὴ πόρνης ὡς καὶ ἑνὸς ἄρτου. Καί· ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπληθήσεται ἄρτων.
Καὶ Ἡσαΐας· ἰδοὺ ὁ Δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καί· οὐκ ἔσομαί σου φησὶν ἀρχηγός, οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον.
Καί· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Ἐν δὴ τούτοις, τι γὰρ δεῖ καὶ πλείω παράγειν καὶ περιττῶς τὸν λόγον μηκύνειν; τίνα δίδως ἑτέραν περὶ τοῦ ἄρτου ἔννοιαν τοὺς τοιοῦτον εἰπόντας ἔχειν, εἰ μὴ τὴν κοινὴν καὶ παρ’ ἡμῶν ἤδη ἐκτεθειμένην; Καὶ εἰ ὡς γένος εἰς εἴδη κατὰ τὴν σὴν φιλοσοφίαν διῄρητο τό, τε ἔνζυμον καὶ τὸ ἄζυμον, διατί μὴ διαστέλλων ἕκαστος ἐδήλου διὰ τῆς ἐνζύμου προσθήκης τὸ προκείμενον εἶδος; Δῆλον γάρ, ὅτι περὶ τούτου πᾶσιν ὁ λόγος. Καὶ οὐδεὶς ἄνθρωπον θέλων σημᾶναι ζῶον μόνον εἰπεῖν ἀρκεῖται, ἀλλὰ καὶ λογικὸν προστίθησι καὶ ὅσα ἄλλα προσηγορίας.
Οὐδὲ μὴν ἀλλ’ ὅτι εἶδος διὰ τοῦ γένους μόνου σημαίνεται. Εἰ δὲ πάντες ἄρτον εἰπόντες ἠρκέσθησαν οὐδεμιᾶς προσθήκης προσδεηθέντες, ἧς δεῖται πάντως ὁ τὸ εἶδος διὰ τοῦ γένους σημᾶναι βουλόμενος οὐκ ἄρα γένος ὁ ἄρτος. Οὐκοῦν οὐδὲ τὸ τοῦ ζώου παράδειγμα πρόσφορον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.