Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῶν ἀζύμων

Νικόλαος Μεθώνης

Η χρονολόγηση του Μυστικού Δείπνου και η υπέρβαση του νομικού Πάσχα

Ερμηνευτική και ιστορική ανάλυση των ευαγγελικών μαρτυριών για τον χρόνο διεξαγωγής του Δείπνου, καταδεικνύοντας τη χρήση ένζυμου άρτου προ της νομικής εορτής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 7

Ὁπότε καὶ παρὰ τοῖς ἐν νόμῳ παρ’ οἷς καὶ περὶ τοῦ ἀζύμου λόγος πολὺς τοιαύτην οὖσαν περὶ τοῦ ἄρτου τὴν ἔννοιαν ἀπεδείξαμεν, σχολῇ γ’ ἂν παρὰ τοῖς μετὰ νόμον ἢ ὑπὲρ νόμον, τοῦτο γὰρ εἰπεῖν οἰκειότερον, ἑτέραν τινὰ ζητεῖν καὶ παραβιάζεσθαι συνεπινοεῖν τῷ ἄρτῳ τὸ ἄζυμον, ὡς ἂν αὖθις διὰ τούτου τῷ νόμῳ συναναζήσωμεν οἳ φθάσαντες διὰ τῆς ἐν Χριστῷ ζωῆς ἀπεθάνομεν. Καίτοι κἂν δῶμεν ὁποιανοῦν τῷ ἄρτῳ διαίρεσιν, ὡς ἂν εἴ τις φαίη τὸ ὕδωρ εἰς τὸ ψυχρὸν διαιρεῖσθαι καὶ τὸ θερμόν, διὰ τὸ καὶ θερμόν ποτε ὕδωρ λέγεσθαι, οὐδ’ οὕτως ἀνάγκην ἔξομεν ἄρτον εἰπόντες συνεπιφέρειν τὸν ἔνζυμον, ὅτε τοῦτο δηλοῦν ἐθέλομεν. Ἀλλ’ ὡς περὶ τοῦ ὕδατος, ὅτε μὲν ἐπὶ τῆς οἰκείας ἐστὼς αὐτὸ φύσεως αὐτό τε νοοῦμεν καὶ τοῖς ἄλλοις ἐκφαίνομεν, ὕδωρ μόνον εἰπόντες ἀρκούμεθα, ὅτε δὲ τὴν ἐκ τοῦ κατὰ φύσιν αὐτοῦ πρὸς τὸ παραφύσιν παρατροπὴν σημᾶναι θελήσομεν, τότε τῆς τοῦ θερμοῦ προσθήκης δεόμεθα· οὕτω δὴ καὶ ἐπὶ τοῦ ἄρτου. Ὅτε μὲν αὐτὸν τὸν κοινῇ πᾶσιν συνεγνωσμένον καὶ κατὰ φύσιν ἔχοντα σημᾶναι βουλόμεθα, ἄρτον μόνον φαμέν, μηδὲν προστιθέντες· ὅτε δὲ ὡς παρὰ τοῦτο ἕτερον εἶδος δηλῶσαι προθώμεθα, τῆς ἄρτου διαφέρον ὃ πώποτε φύσεως, τηνικαῦτα καὶ τὴν ἁρμόζουσαν τῷ εἴδει ἐπωνυμίαν παραλαμβάνομεν, ἢ κατ’ ἐκεῖνο μετατιθέντες τὸ ὄνομα, ἢ καὶ τὴν ἐπωνυμίαν τῇ τοῦ ἄρτου προστιθέντες προσηγορίᾳ.

Οὕτως οὖν καὶ Μωϋσῆς καὶ ἄζυμον εἶπε μόνον καὶ ἄρτον ἄζυμον· ἁπανταχοῦ, ἔνθα τῷ τοῦ ἄρτου ὀνόματι ἀπροσδιορίστως ἐχρήσατο, δῆλος ὢν περὶ τοῦ κοινῇ πᾶσι συνεγνωσμένου καὶ κατὰ φύσιν ἔχοντος ἄρτου, τούτου δὴ τοῦ ζυμίτου, διαλεγόμενος, κατὰ τὸν τρόπον τῆς χρήσεως, ἣν ἥ τε κοινὴ παρέλαβε πάντων ἀνθρώπων συνήθεια καὶ ἡ παλαιὰ πᾶσα Γραφή, ὡς ἤδη διὰ πλειόνων προεστησάμεθα. Καὶ ἔτι δὴ μάλιστα ἡ καινή. Ἐάν τινα, φησὶ τὸ Κυριακὸν λόγιον, ἐξ ὑμῶν πατέρα παῖς ἄρτον αἰτήσει, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἄρτοι δὲ πέντε τοὺς πεντακισχιλίους ἐκόρευσαν, καὶ τετρακισχιλίους αὖθις ἑπτά. Καὶ ζύμης καὶ ἀζύμου διαστολὴ οὐδαμοῦ. Καίτοι εἰ καὶ τοιαύτην ἤδεισαν ἄρτου διαφορὰν οἱ ἀπόστολοι, οὐκ ἂν ὤκνησαν καὶ ταύτην ἐπισημῄνασθαι, καθάπερ ὁ θειότατος εὐαγγελιστὴς ἐποίησε, κριθίνους εἶναι τοὺς ἄρτους εἰπὼν ἐπὶ διαστολῆς τῆς ἐκ σίτου ἢ κέρχνου ἢ ὀλύρας ἐχόντων τὴν σύστασιν. Ἔστι δὲ ταύτην οὖσαν διαφορὰν ἄρτου εἰδώς, ἣν τὸ τῆς ὕλης εἰσάγει διάφορον.

Εἰ δὲ κἀκείνη ἦν τοῦ ἄρτου διαφορὰ παρ’ αὐτοῖς, ἣ παρὰ τὴν τῆς ζύμης μετουσίαν ἢ στέρησιν, ᾠκονόμησεν ἂν καὶ ταύτην διά τινος τῶν εὐαγγελιστῶν ἐπισημανθῆναι τὸ δι’ αὐτῶν λαλῆσαν Ἅγιον Πνεῦμα. Μάλιστά γε μὴν ἔδειξαν ἥντινα περὶ τοῦ ἄρτου ἔχουσιν ἔννοιαν οἱ ἀπόστολοι. ὅτε τοῦ Κυρίου προσέχειν αὐτοὺς ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ σαδδουκαίων παρεγγυησαμένου, αὐτοὶ περὶ ἄρτων λέγειν αὐτὸν ὑπετύπωσαν, εἰς ταὐτὸν ἄγοντες τὴν ζύμην τῷ ἄρτῳ. Καὶ μέντοι καὶ αὐτὸς ὁ Σωτήρ, καίπερ ὀνειδιστικῶς τούτοις προσενεχθεὶς ὡς μὴ πρὸς τὸν νοῦν τοῦ λόγου διαναβάσιν, ἀλλ’ ἐπὶ τῆς αἰσθητῆς ζύμης τὴν διάνοιαν προσερείσασι, τοῦτο γοῦν ὅμως αὐτοῖς συγκυροῖ, ἄρτον προσειπὼν συμφώνως τὴν ζύμην. Οὔπω γάρ φησι νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῆς ζύμης τοῦ ἄρτου εἶπον ὑμῖν; Οὕτω καὶ ἐν ταῖς πράξεσιν εὕρηνται τὴν Κυριακὴν τηροῦντες παράδοσιν οἵ τε ἀπόστολοι καὶ πάντες οἱ δι’ αὐτῶν προστιθέμενοι τῇ πίστει. Ἦσαν γάρ φησι προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου. Καὶ μετὰ βραχέα· κλῶντές τε κατ’ οἶκον ἄρτον μετελάμβανον τροφῆς. Καὶ πάλιν. Συνηγμένων τῶν μαθητῶν τοῦ κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς· καὶ μετὰ τὴν τοῦ καταπεσόντος ἀπὸ τοῦ ὑπερώου νεανίου καὶ ἀποψύξαντος ἀναζώωσιν, ἀναβὰς καὶ κλάσας ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθε.

Τοῦτο καὶ αὐτός φησι Παῦλος ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν. Ἐκ δὴ πάντων τῶν εἰρημένων ἀριδηλότατα διαδείκνυται, ὡς οὐ μόνον οὐκ ἀμφιβαλοῦμεν, εἰ ζυμίτης ἢ ἄζυμος ἦν ὁ τοῦ μυστικοῦ δείπνου ἄρτος, ἀλλὰ καὶ ἐξ ἀνάγκης ζυμίτην εἶναι τοῦτον ὁμολογήσομεν.

Ἀλλὰ τὰ μὲν περὶ τῆς πρώτης σοι τῶν προτάσεων ἐπὶ τοσοῦτον· ἐπὶ δὲ τὰς ἐφεξῆς αὗθις ἐν τάξει χωρῶμεν. Ἤδη μὲν οὖν καὶ ἡ δευτέρα σεσάλευται τῆς πρώτης ἀνατραπείσης, ἧσπερ ἐξήρτητο. Ἀμφίβολον γὰρ εἶναι τὴν τοῦ ἄρτου σημασίαν λαμβάνουσα, πρὸς τὸ κατ’ αὐτὴν δοκοῦν σοι διὰ τῶν ἐπαγομένων τὴν ἀμφιβολίαν ἐφείλκετο· ἀλλὰ τοῦ λόγου τὴν ἀμφιβολίαν διώξαντος καὶ εἰς τοὐναντίον τῆς σῆς δόξης τὸ ἀναμφίβολον περιστήσαντος, συνίης οἶδ’ ὅτι σκοπῶν νουνεχῶς ἐπὶ σαθροῦ σοι βαίνειν τὴν ὅλην τοῦ λόγου συνθήκην. Ὅμως δὲ καὶ αὐτὴν καθ’ ἑαυτὴν σκοπῶμεν.

Τῶν ἀζύμων ἦν ἡ ἡμέρα φησί, καὶ δηλοῦσι τὰ εὐαγγελία. Πάνυ γε βουλοίμην ἂν ἔγωγε μαθεῖν τοῦτο, καὶ πῶς ἐν εὐαγγελίοις δηλοῦται. Παρὰ μὲν τῷ Ματθαίῳ φησὶν οὕτως. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα; Παρὰ δὲ τῷ Μάρκῳ. Καὶ τῇ πρώτῃ τῶν ἀζύμων ἡμέρᾳ, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομέν σοι φαγεῖν τὸ πάσχα;

Παρὰ δὲ τῷ Λουκᾷ. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Τηνικαῦτα δὲ καὶ τὸ δεῖπνον γέγονεν.

Ὀψίας γάρ φησι γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν. Καὶ μετά τινα. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας, ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε λάβετε, φάγετε. τοῦτό ἐστι τὸ σῶμά μου. Ματθαῖος ταῦτα καὶ Μάρκος. Ἀλλὰ καὶ Λουκᾶς, ὅτε φησὶν ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν. Καὶ μετὰ βραχύ. Καὶ λαβὼν ἄρτον καὶ εὐχαριστήσας, ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Ταῦτα μὲν οἶδα εὐαγγελικὰ τὰ ῥήματα. Εἰ δὲ τὴν ἡμέραν, καθ’ ἣν τὸ Δεσποτικὸν ἐγένετο δεῖπνον, μίαν εἶναι δεξόμεθα τῶν ἑπτά, ἐν αἷς ἡ τῶν ἀζύμων ὥριστο βρῶσις, τὴν πρώτην δέ, οὐκ ἔχω πῶς τοὺς εὐαγγελιστὰς τούτους ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ τῇ ἀληθείᾳ καὶ Ἰωάννῃ τῷ κατ’ ἐξαίρετον θεολόγῳ συμφωνεῖν δῶμεν. Τοῦ γὰρ νόμου θεσπίζοντος λαμβάνεσθαι μὲν τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς ἡμέρᾳ τὸ πρόβατον, τηρεῖσθαι δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, τηνικαῦτα δὲ πρὸς ἑσπέραν θύεσθαι καὶ βιβρώσκεσθαι, καὶ τοῦτο εἶναι πάσχα Κυρίου ὁριζομένου, τὸ δ’ ἐντεῦθεν ταῖς ἑξῆς ἑπτὰ τὴν ἑορτὴν τῶν ἀζύμων παραδιδόντος, ἧ φησιν ἐν τῷ Λευιτικῷ· ἐν τῷ πρώτῳ μηνί, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀναμέσον τῶν ἑσπερινῶν, πάσχα τῷ Κυρίῳ· καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, τὰς ἀπὸ τῆς πεντεκαιδεκάτης δηλαδὴ μέχρι τῆς εἴκοσι πρώτης ἀριθμουμένου, πῶς πρώτην τῶν ἀζύμων οἱ εὐαγγελισταὶ λέγουσι τὴν ἡμέραν, ἐν ᾖ οὔπω τὸ πάσχα ἐτίθετο; Οὐ γὰρ δὴ μετὰ τὸ πάσχα ἔμελλον ἐρωτᾷν οἱ ἀπόστολοι, ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ πάσχα, καὶ ὁ Κύριος πρὸς αὐτούς· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Καὶ μὴν ὁ Λουκᾶς, ἐν ᾗ φησιν ἔδει θύεσθαι τὸ πάσχα.

Τὸ δὲ πάσχα οὐκ ἐν τῇ πεντεκαιδεκάτῃ, ἣ μία τῶν ἀζύμων ἐστὶν ἡ πρώτη, ἐθύετο, ἀλλ’ ἐν τεσσαρεσκαιδεκάτῃ, ἀναμέσον τῶν ἑσπερινῶν.

Ὁ δὲ τῆς βροντῆς καὶ ὢν καὶ ὠνομασμένος υἱὸς διὰ τὸ τῆς θεολογίας ὑψήγορόν τε καὶ μεγαλόφωνον, πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα φησίν, εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Καὶ δείπνου γενομένου κατὰ ἑξῆς, ἐγείρεται ἐκ τοῦ δείπνου. Καὶ μετὰ τὴν τοῦ νιπτῆρος καὶ τῶν περὶ τὸν νιπτῆρα κατάληξιν, καὶ τὴν τῆς προδοσίας πρόῤῥησιν καὶ τὴν τοῦ προδότου παράδειξιν, λέγει αὐτῷ φησιν ὁ Ἰησοῦς· ὃ ποιεῖς ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀγόρασον ὧν χρείαν ἔχομεν ἐν τῇ ἑορτῇ. Καὶ μετὰ τὴν προδοσίαν αὖθις καὶ τὴν τῶν ἀρχιερέων ἀνάκρισιν, ἄγουσι τὸν Ἰησοῦν φησὶν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.

Ὁρᾶς, ὅσα μετὰ τὸ δεῖπνον κατέλεξε, καὶ ἔτι οὔπω τὸ πάσχα· τὸ δὲ πάσχα πρὸ τῶν ἀζύμων, εἴπερ τὸ μὲν πρὸς ἑσπέρας τῆς τεσσαρεσκαιδεκάτης ἐθύετο τοῦ μηνός, ἀπὸ δὲ τῆς πεντεκαιδεκάτης ἄζυμα ἤρχοντο. Καὶ πῶς ἐν τῇ πρώτῃ τῶν ἀζύμων λέγοντες οἱ τρεῖς εὐαγγελισταὶ γενέσθαι τὸ δεῖπνον, τῆς ἀληθείας οὐχ ἁμαρτάνουσιν;

Ἢ δῆλον, ὅτι τὸ πρῶτον οὐκ ἀνάγκη πάντως συναριθμεῖσθαι τοῖς μετ’ αὐτό. Πρῶτον γάρ τι ἕτερον ἑτέρου, τὸ μὲν τῇ φύσει, τὸ δὲ τῇ ἀξίᾳ, τὸ δὲ τῷ χρόνῳ, τὸ δὲ τῷ ἀριθμῷ καὶ τῇ τάξει· καὶ οὐ πάντως εἴ τι τῷ χρόνῳ πρῶτον, τοῦτ’ ἀνάγκη καὶ τῷ ἀριθμῷ πρῶτον λαμβάνειν καὶ τοῖς ἐφεξῆς κειμένοις ἢ γινομένοις συναριθμεῖν, εἰ καὶ τῷ ἀριθμῷ πρῶτον πολλάκις συμβαίνει καὶ τῷ χρόνῳ πρῶτον ὑπάρχειν, Οὐ γὰρ ἀντιστρέφει πρὸς ἄλληλα. Πρῶτος μὲν γὰρ ὁ Ἀβραὰμ τῷ χρόνῳ δώδεκα πατριαρχῶν, τῶν ἐξ Ἰακώβ, ἀλλ’ οὐ δήπου τούτοις καὶ συναρίθμιος. Ἧ γὰρ ἂν οὐχὶ καὶ Ῥουβὶμ ἐλέγετο πρῶτος; Καὶ μὴν ὁ αὐτὸς καὶ τῇ κατὰ χρόνον γενέσει πρῶτος. Ἀλλ’ εἴ τις κάτωθεν ἀριθμεῖν βούλεται, πρῶτον ἂν εἴπῃ Βενιαμίν. Καὶ οὐδὲν διοίσει, καθάπερ ἂν εἴ τις καὶ τοὺς τεθέντας κατὰ τὴν Ἰορδάνου διάβασιν δώδεκα λίθους ἀριθμοίη ἀπὸ θατέρου τῶν ἄκρων, οὗπερ ἂν βούλοιτο. Οὕτως τοίνυν καὶ πρώτη τῶν ἀζύμων ἄλλως μὲν ἡ μετὰ τὸ πάσχα εὐθύς, ἡ πέντε καὶ δεκάτη δηλαδὴ τοῦ μηνός, λέγοιτ’ ἄν, ὡς καὶ χρόνῳ προγενεστέρα, καὶ τῶν ἑπτὰ μία, ἄλλως δὲ καὶ ἡ πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων καὶ τοῦ πάσχα αὐτοῦ, ὡς τῷ χρόνῳ μὲν πρωτεύουσα, οὐκ ἔτι δὲ καὶ ταῖς ἑπτὰ συναριθμουμένη.

Ὁπότε τοίνυν δυοῖν τούτων τῶν ὑποθέσεων τῇ μὲν κατὰ σὲ πρώτῃ τῶν ἀζύμων λαμβανούσῃ τὴν ἡμέραν, ἐν ᾗ τὸ δεῖπνον τετέλεστο, μίαν τῶν ἀριθμουμένων ἑπτά, τουτέστι τὴν τοῦ μηνὸς πεντεκαιδεκάτην, τὸ πάντων ἀτοπώτατόν τε καὶ δυσπαραδεκτότατον ἕπεται, τὸ τοὺς τῆς θείας ὑφηγητὰς καὶ τῇ ἀληθείᾳ καὶ ἀλλήλοις καὶ ἑαυτοῖς ἀντιφθέγγεσθαι, τῇ λοιπῇ δέ, τῇ καθ’ ἡμᾶς τῇ πρὸ τοῦ πάσχα καὶ τῆς ἑορτῆς τῶν ἀζύμων ταύτην ὑποτιθεμένῃ, πᾶν ἀντιπίπτον διωθουμένῃ, καὶ αὐτῇ προσμαρτυρεῖ σαφῶς ἡ τῶν εὐαγγελικῶν ῥημάτων ἀλήθεια, τίς ἡ ἀνάγκη μὴ τοῦ προφανῶς κινδύνου τὸ ἀσφαλὲς ἀνθαιρεῖσθαι, καὶ τοῦ ψεύδους καὶ τῆς ἀτοπίας τὸ ἀληθές τε καὶ ἀναντίῤῥητον; Οὐκοῦν καὶ τὸ τοῦ Λουκᾶ καὶ ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων εἰ μὴ μέλλοι παρὰ πόδας εὐθὺς αὐτὸς ἑαυτῷ περιπίπτειν εἰς ἀντίφασιν, δεῖν ἐπὶ τὸ πάσχα θύεσθαι λέγων· ᾧ πάντως ἕπεται τό, μήπω τὴν πεντεκαιδεκάτην μὲν τοῦ μηνός, πρώτην δὲ καὶ μίαν τῶν ἀζύμων ἐλθεῖν, ἀντὶ τοῦ ἤγγισε νοητέον, κατὰ τὴν συνήθη κοινολεξίαν, καθ’ ἣν τὸ ἐγγὺς ἧκον ἐκβάσει λέως καὶ μικρὸν ὅσον ἐσόμενον, ὡς ᾔδη παρὸν ἢ καὶ γεγονὸς πολλάκις ἀποφαινόμεθα. Ἢ καὶ τὸν προπαρασκευαστικὸν τοῦ πάσχα καὶ τὸν ἀζύμων καιρὸν ἡμέραν τῶν ἀζύμων εἰρῆσθαι ῥητέον.

Καὶ ἄλλως δέ, παρασκευὴ μὲν ἡ τοῦ πάθους ἡμέρα παρὰ πάντων συμφώνως ἀναγέγραπται· Ματθαίου μέν, τὴν μετὰ ταύτην διὰ ταύτης οὕτω δηλώσαντος, τῇ ἐπαύριον, ἥτις ἦν μετὰ τὴν παρασκευήν· Μάρκου δὲ σαφῶς οὕτως εἰπόντος· καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον.

Ὡσαύτως δὲ καὶ Λουκᾶς· καὶ ἡμέρα ἦν παρασκευή, καὶ σάββατον ἐπέφωσκεν. Ἀλλὰ καὶ Ἰωάννης· ἐπεὶ παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου. Τηνικαῦτα δὲ καὶ τοῖς Ἰουδαίοις τὸ πάσχα ἔμελλε βιβρώσκεσθαι· καὶ αὐτοὶ γάρ φησιν οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα. Πρὸ δὲ τῆς παρασκευῆς τὸ δεῖπνον, πρὸ τοῦ πάσχα ἄρα τὸ δεῖπνον, καὶ πολλῷ γε μᾶλλον πρὸ τῶν ἀζύμων. Οὐκ ἄρα διὰ τὸν νόμον ἀνάγκην εἶχεν ὁ Κύριος τὸ δεῖπνον τελῶν τὸν κατὰ σὲ παραλαβεῖν ἄρτον ἄζυμον. Ἀλλὰ μᾶλλον, ἐπεὶ πρὸ τῶν ἡμερῶν τῶν ἀζύμων τὸ δεῖπνον ἐτέλεσεν, εἰ μὴ παρανομεῖν ἔμελλε παρὰ τὸν νενομισμένον καιρὸν ἐσθίων τὸ ἄζυμον, δῆλον, ὡς ἄρτον ἔλαβε τὸν συνήθη, καὶ τέλειον πανταχοῦ σωζόμενον, ἔτι μηδέπω τῆς ζύμης κατὰ τὸν νόμον ἀφανισθείσης.

Ἀλλ’ εἰ πρὸ τοῦ πάσχα φησὶν ὁ δεῖπνος, πῶς ὁ Κύριος πάσχα τὸ τελούμενον ὀνομάζει, ἐπιθυμίᾳ λέγων ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με ἀποθανεῖν; Τοῦτο εἰπών, λέλυκε τὸ ζητούμενον. Ἔδειξε γὰρ ἄλλο τι παρ’ ἐκεῖνο τὸ νομικὸν καὶ τυπικὸν τοῦτο παραδιδοὺς τὸ ἀληθινόν, τὸ οἰκεῖον τὸ τῆς καινῆς, διαθήκης, διὸ καὶ τὰς κατ’ ἐκεῖνο γενομένας νομίμους· παρατηρήσεις παραλιπεῖν, πολλὰ δὲ μᾶλλον ἐνταῦθα καὶ ἀντικείμενα τῷ νόμῳ παραλαβεῖν· οἷς ἀκόλουθον εἰ καὶ μηδαμόθεν ἑτέρωθεν τὸ εὔλογον εἶλκε τὸ καὶ τὴν τοῦ ἄρτου καινισθῆναι χρῆσιν. Πρόβατόν φησιν ὁ νόμος τέλειον, ἄρσεν, ἐνιαυσιαῖον, ἔσται ὑμῖν· ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε. Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου.

Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τῆς φλοιᾶς ἐν τοῖς οἴκοις, ἐν οἷς ἂν φάγωσιν αὐτὸ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.

Οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμόν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολήψεται ὑπ’ αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ ἐν πυρὶ κατακαύσετε. Οὕτως δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Τούτων οὐ μόνον οὐδὲν ἐν τῷ Κυριακῷ δείπνῳ παρατετήρηται, ἀλλὰ καὶ τῶν τέως ἀπηγορευμένων ἔστιν ἅττα παρείληπται. Ἀντὶ τοῦ ὀπτωμένου πυρὶ τὸ ἑψόμενον ἐν ὕδατι· οὐ τῷ ἐν τῷ τρυβλίῳ ζωμῷ τὸ ψωμίον ἐμβέβαπται, δι’ οὗ ὁ προδότης ἐλήλεγκται; καὶ ἀντὶ τῆς ἐπὶ πόδας στάσεως καὶ τῆς τῶν ὑποδημάτων περιθέσεως καὶ τῆς ἐπὶ ταῖς ῥάβδοις ἐρείσεως ἡ διάφορος ἀνάκλισις, καθ’ ἣν καὶ τῷ ἐξαίρετον ἠγαπημένῳ μαθητῇ τὸ οὕτως ἐπὶ τὸ δεσποτικὸν στῆθος ἐπιπεσεῖν ἐξεγένετο. Καὶ ἀντὶ τῆς μετὰ σπουδῆς βρώσεως ἡ κατὰ σχολὴν μεταξὺ καὶ τοῦ δείπνου διάλεξις, ὅσα τε περὶ τὸν νιπτῆρα καὶ ἡ μετὰ τοῦτον αὖθις ἀνάκλισις, καὶ ἡ τῆς ὑψηλῆς καὶ μεγάλης ἐκείνης διδασκαλίας παράστασις. Ὧν οὐδὲν ἔδει παραδεδέχθαι, εἰ τὸ νομικὸν ἐτελεῖτο περὶ ταῦτα πάσχα, οὐδὲ μὴν ἐκείνων τι παραλελεῖφθαι τῶν ὡρισμένων ὑπὸ τοῦ νόμου. Νῦν δὲ παντάπασιν ἕτερον προφανῶς δείκνυται τὸ τελούμενον.

Πρόβατον ἐκεῖ τὸ θυόμενον καὶ χρίσις σταθμῶν καὶ φλοιᾶς ἐκ τοῦ αἵματος, καὶ πρὸς ἑσπέραν μὲν ἡ σφαγή, ἀναμέσον δὲ τῶν ἑσπερινῶν, ὅ ἐστι μεσούσης νυκτός, ἡ τῶν κρεῶν βρῶσις· ἄρτος ἐνταῦθα τὸ κλώμενον εἰς Χριστοῦ σῶμα μυστικῶς ἀναγόμενος τοῦ ὑπὲρ ἡμῶν σφαγέντος ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ποτήριον σωτηρίου διδόμενον καὶ πινόμενον, καὶ διαθήκης εἶναι καινῆς αἷμα θεοπρεπῶς πιστευόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν ἐναντίου τε παντὸς ἀποσόβησιν. Καὶ ἡ κλάσις τε καὶ διάδοσις καὶ ἡ μετάληψις ἅμα ὀψίας ἄμφω. Οὐδεὶς περὶ κεφαλῆς ἐνταῦθα καὶ ποδῶν καὶ τῶν ἐνδοσθίων λόγος· οὐ καῦσις ὀστῶν ἢ κρεῶν καταλειπομένων εἰς τὸ πρωΐ· οὐ πικρίδων παράληψις, ἀλλὰ πάντα καὶ παραλέλειπται καὶ σεσίγηται, καὶ καθὰ φησὶ Παῦλος τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.

Καὶ γάρ φησιν ὁ αὐτὸς Παῦλος τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· οὗ εἰς ἀνάμνησιν τὴν τοῦ μυστικοῦ δείπνου παράδοσιν τελῶν ὁ Χριστός, ἐπιθυμίᾳ εἴρηκεν ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν· τοῦτο δὲ καὶ καινὴν διαθήκην· καὶ εἰσαῦθις ἐσθίειν ἐν τῇ τοῦ Πατρὸς βασιλείᾳ καὶ πίνειν καινὸν προκατήγγειλε, τὸ καινὸν τοίνυν εἰσάγων δῆλος ἐστὶ τὸ παλαιὸν ἀθετῶν. Καὶ μὴν ἔδει πᾶσαν αὐτὸν πληρώσαι τοῦ νόμου δικαιοσύνην, καὶ ὥσπερ παρετμήθη ὀκταήμερος, προσενέχθη δὲ τῷ ναῷ τεσσαρακονθήμερος, ἀλλὰ καὶ ἐβαπτίσθη τελείαν ἄγων τὴν ἡλικίαν, οὕτω δὴ καὶ τὴν περὶ τοῦ πάσχα δικαιοσύνην ἀφοσιώσασθαι.

Ναὶ καὶ ταύτην πεπλήρωκεν, ἀλλὰ πᾶσι προειληφόσι τὸ πάθος χρόνοις, ἐν ἑκάστῳ δηλαδὴ κατὰ τὸν νενομισμένον καιρόν. Νῦν δὲ ἔδει μὲν τῷ τύπῳ συνδραμεῖν τὸ ἀρχέτυπον, καὶ τό, τε νομικὸν ἅμα τυθῆναι πρόβατον καὶ τὸν θεῖον ἀμνόν, ὡς ταυτό τι τοῦ χρόνου μέρος τοῦ τε νόμου πέρας καὶ ἀρχὴν γενέσθαι τῆς χάριτος· ἔδει δὲ καὶ τοῖς μύσταις τῆς χάριτος τὸ μυστήριον προπιστευθῆναι τὸ εἰς ἀνάμνησιν τῆς ἐφάπαξ γενομένης χάριτος εἰσέπειτα τελεῖσθαι προωρισμένον.

Ἐπειδὴ γὰρ οὐκ ἔδει πολλάκις ὡς τὸ καθεκάστην ἀποθνήσκειν Χριστόν, ἀρκοῦντος ἡμῖν τοῦ ἑνὸς θανάτου πρὸς ἀπολύτρωσιν, ἀναγκαῖα δὲ ἡμῖν ἀνθρώποις τε οὖσι καὶ ὑπὸ χρόνον, τὸν πατέρα λήθης, τελοῦσιν ἡ τῆς εὐεργεσίας ἀνάμνησις, ἵνα μὴ λάθωμεν ἑαυτοὺς ἐξ ἀγνωμοσύνης ὡς τὸ ἀπαρχῆς γεγονότες, ὅτε τῆς χάριτος οὐ μετείχομεν, διὰ τοῦτο ἄρτος καὶ οἶνος τὰ μυστικὰ ταῦτα παραλαμβάνεται σύμβολα, τὰ διὰ τῆς πνευματικῆς ἁγιστείας εἰς σῶμα Χριστοῦ καὶ αἷμα μεταποιούμενα, δι’ ὧν ὁ θάνατος τοῦ Κυρίου καὶ ἡ ζωοποιὸς ἀνάστασις διαπαντὸς καταγγέλλεται. Ἃ πρῶτοι μυηθέντες οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου παρ’ αὐτοῦ τοῦ Λόγου εἰς γενεὰν ἑτέραν καὶ ἑτέραν μέχρι καὶ τῆς ἡμετέρας διὰ τῆς ἐν μέσῳ πατέρων παρέπεμψαν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ παραδιδόντες ἄλλοις ἄλλοι τοῖς διαδόχοις τὰ μεγάλα ταῦτα καὶ θαυμαστὰ καὶ ἐξαίσια. Οὕτω δὲ τοῖς μυσταῖς κρυφιομύστως τοῦ μυστηρίου προεκφανέντος, αὐτὴ λοιπὸν ἡ σωτηρία ἡμῶν τῇ ἐφεξῆς ἐν τῷ σταυρῷ κατεργάζεται, καὶ τὸ μέγα καὶ ἄθυτον ἱερεῖον ὅσον ἐπὶ τῇ πρώτῃ φύσει τηνικαῦτα τῇ νομικῇ θυσίᾳ συγκαταμίγνυται τὸ παντὸς τοῦ κόσμου καὶ διακονίζον καθάρσιον.