Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Κοίμηση του οσίου και μετά θάνατον θαύματα

Το ειρηνικό τέλος του οσίου Μελετίου, η μακαριότητά του στους ουρανούς, η ιαματική χάρη του λειψάνου του και οι μεταθανάτιες εμφανίσεις του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 9 από 9

Τοσαύτη περιῆν τῷ ἁγίῳ χάρις τοῦ πνεύματος, ὅτι καὶ τοῖς ἀκαθάρτοις πνεύμασι μετ’ ἐξουσίας ἐπέταττε καὶ ἐφυγαδεύοντο· μοναχὸς γάρ τις, Ἰάκωβος ὄνομα, κατὰ τὸν ἐν εὐαγγελίοις ἱστορούμενον σεληνιαζόμενον, ὑπὸ τοιούτου πνεύματος λαμβανόμενος, ὅπου περ ἂν κατελήφθη, κατέπιπτε, καὶ δεινῶς συνετρίβετο καὶ ἐσπαράττετο, καὶ μόλις μετὰ πολλὴν ὅσην τὴν κακοπάθειαν, ἀπηλλάττετο· οὗτος ἐν τῷ νάρθηκί ποτε τῆς ἐκκλησίας καταληφθείς, ὕπτιος ἑωράθη τῷ ἁγίῳ κατεῤῥιμμένος, θέαμα αἰσχρὸν καὶ ἐλεεινόν, ἄτακτα τῇδε κἀκεῖσε παρασκαίρων. τοὺς ὀφθαλμοὺς διαστρέφων τὸ στόμα παραφέρων, τρίζων τοὺς ὀδόντας, ἀφρίζων, ἄσημά τε καὶ ἄγρια κράζων, σαφῶς διὰ πάντα τοῦ ταῦτα ἐνεργοῦντος πονηροῦ πνεύματος ἐμφαίνων τὴν κακοήθειαν. τί οὖν ὁ μέγας; οὐδὲ μετρίας ἐδεήθη διατριβῆς, ἵνα μετά τινος ἀκολουθίας ἐπάξῃ τὴν θεραπείαν, ἀλλ’ ὁμοῦ πάντα· εἶδεν, ἐλέησε τὸ γινόμενον, ἐνέτυχεν ἀλαλήτως τῷ εἰσακούειν ἑτοίμῳ τῶν φοβουμένων αὐτόν, ἐπίστευσεν ἀδιστάκτως τῷ, πάντα δυνατὰ τῷ πιστεύοντι, φήσαντι καὶ μόνην τὴν τῆς ῥάβδου κεραίαν, ἣν ἡ πανίερος περιεπτύσσετο χείρ, τῷ στόματι τοῦ πάσχοντος ἐμβαλών, οὕτως ἐξήλασε τὸ δαιμόνιον, τὸν δέ, τῆς χειρὸς κρατήσας, ἀνέστησε, σωφρονοῦντα καθ’ ὅλου τὸ ἀπ’ ἐκείνου καὶ ὑγιαίνοντα.

Καὶ λαϊκὸς δέ τις τοὔνομα Θεοφύλακτος, τὴν αὐτὴν ἐπήρειαν ὑφιστάμενος, ἐπειδὴ προσήχθη τῷ ἁγίῳ, δι’ εὐχῆς μόνης τῆς αὐτῆς θεραπείας ἀπήλαυσε, καὶ ὑγιαίνων οἴκαδε ἐπανέστρεφε. Πολλὰ μὲν οὖν καὶ ἄλλα παρ’ ἐκείνου γεγενημένα, καὶ πολλῷ πλείω τῶν εἰρημένων ὁ λόγος παρέλειπεν ἀδιήγητα οὐχ ἥττω πρὸς λόγον θαύματος, πλὴν ἀλλ’ ἱκανὰ καὶ ταῦτα πρὸς ἔνδειξιν τὴς ἀφθόνως δεδωρημένης αὐτῷ θείας χάριτος. ἔμελλε δὲ ἄρα μηδὲ θανὼν καὶ τάφῳ δοθείς, νόμῳ φύσεως ἀνθρωπίνης, καὶ τὴν χάριν συγκαταθάψαι· ἀλλὰ γὰρ ἐπεὶ μετὰ τὴν τῆς διπλῆς ἡλικίας ἀκροτάτην κατ’ ἀνθρώπους τελείωσιν, λέγω δὴ τῆς ψυχικῆς τε καὶ τῆς σωματικῆς, τραφεὶς ἐν γήρει καλῷ, καὶ περί που τὰ ἑβδομήκοντα γεγονὼς ἔτη· ἃ μέτρον τῆς ἀνθρωπίνης ζωῆς ἀλίαστον ὁ θεῖος Δαυὶδ ὁρίζεται, ἐν εἰρήνῃ λοιπὸν τὸν ὀφειλόμενον δικαίοις ὕπνον ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη, καὶ προσετέθη τοῖς πατράσιν, ὧν τὸν βίον ζηλώσας εἰκότως καὶ τῆς μακαριότητος κεκοινώνηκεν.

ὁ μὲν μετὰ πάντων ἁγίων τοῖς ἄνω χοροῖς συναριθμηθείς, καὶ τῷ προσώπῳ Χριστοῦ τρανότερόν τε καὶ καθαρώτερον ἐμφανιζομένῳ καὶ αὐτὸς ὀπτανόμενος, καὶ νῦν ἤδη τῶν ὑπὲρ ἀρετῆς ἄθλων τὰ γέρα κομίζεται, τὸ δὲ τίμιον αὐτοῦ λείψανον ὁ τῶν Ἀσωμάτων ἔχει νεώς, οἷόν τι κειμήλιον ἱερὸν καὶ θεῖον ἀνάθημα, τεθησαυρισμένον μὲν ὑπὸ γήν, πάντα δὲ τὸν περίγειον κόσμον κατευοδιάζον ταῖς μυριπνόοις χάρισι τῶν ἰάσεων, ἃς εἴ τις ἁπάσας ἀναγράφεσθαι βούλοιτο, καὶ χρόνος ἂν αὐτὸν ἐπιλείψῃ, καὶ βίον προαπολείπῃ· καὶ προσέτι μενοῦσιν αἱ χάριτες, ἀεὶ τοῦ τάφου ἀθάνατοι προχεόμεναι.

Οὐ περιττὸν δὲ ἴσως ἤδη τῶν μετὰ θάνατον τοῦ ἁγίου θαυμάτων ἐπιμνησθῆναι, καὶ οὕτω καταπαῦσαι τὸν λόγον. Ἰάκωβός τις ἐκ τῆς καλῆς ἐκείνης συμμορίας τῶν μεμαθητευμένων τῷ μάκαρι μοναχῶν, ἐν ἡλικίᾳ νεότητος τὴν σωματικὴν κατεγήρα δύναμιν, καὶ παρεῖτο μὲν χεῖρας, παρεῖτο δὲ πόδας, ὅλος δὲ ἀκίνητός τε καὶ ἀνενέργητος, καὶ ταύτῃ νεκροῦ μηδὲν ἀπεοικὼς κατεκέκλειτο· τοῦτον ὥσπερ τινὰ φόρτον ἄψυχον, μόνῳ τῷ ἀναπνεῖν καὶ τῇ τῆς πίστεως ζέσει τὸ ζῆν πιστευόμενον, οἱ ἀδελφοὶ διαβαστάσαντες τῷ ἐδάφει ἐπιῤῥίπτουσιν, οὗπερ ὁ τίμιος νεκρὸς ὑποκέκρυπται· καὶ παρευθύς, ὢ τοῦ θαύματος, ἴασις τοῦ τάφου ἐξανεδόθη, καὶ ὁ μέχρι τότε παράλυτος οὐκέτι παράλυτος ἦν, ἀλλ’ ὑγιὴς ἐκεῖθεν ἀνήλατο, καὶ χερσὶ χρώμενος καὶ ποσί, καὶ ὅλος ἐῤῥωμένος τοῖς βαστάσασιν ἀδελφοῖς συμπαρίστατο. καὶ τὸν ὕμνον συναπεδίδου τὸν χαριστήριον. Θηβαῖος δέ τις ᾦ Βάρδας ὄνομα, παγχαλέπῳ νόσῳ περιπεσών, ἣν ἱερὰν ἰατρῶν παῖδες ὀνομάζειν εἰώθασιν, ἐπὶ τῷ ταύτης ἀνιάτῳ δεινῶς ἠνιᾶτο καὶ ἐδυσχέραινε, καὶ λογισμοῖς ἀκηδίας συνεταράττετο, καὶ ὦ, τί τὴν ἀρχὴν ἐξ ὀσφύος προήχθην πατρός, καὶ ἐν κοιλίᾳ συνελήφθην μητρός, καθ’ ἑαυτὸν διαπορούμενος ἀπεκλαίετο· τί δὲ καὶ συλληφθεὶς οὐκ εὐθὺς ἠμβλώθην, οὐκ ἄωρος ἐξετρώθην. ὦ τί ἐγεννήθην, τί φωτὸς ἔσπασα καὶ ἀέρος, ἢ καὶ σπάσας οὐ νήπιος ἀνηρπάσθην. τί μὴ πρώην τὸν βίον μετήλλαξα.

πρὶν εἰς τόδε φθάσαι τῆς ἡλικίας, ἐν ᾗ τῶν πάντων ἀπεφάνθη ἐλεεινότατός τε καὶ ἀθλιώτατος· ὦ, τίς ἄρα πρεσβεύσει τῶν ἁγίων ὑπὲρ ἐμοῦ, καὶ πρεσβεύσας τοσούτου με κακοῦ ἐξαιρήσεται, ὃ καὶ θανάτου χεῖρον αὐτοῦ καὶ τῶν παγκάκων πάντων τὸ κάκιστον ταῦτ’ ἐκεῖνος διενθυμούμενος ἐπεὶ καὶ εἰς ὕπνον κατενεχθείη, πρῶτα μὲν ἐδόκει τὸ ὄρος περινοστεῖν, ᾧ τὰ τοῦ ἁγίου καθίδρυτο μοναστήρια, εἶτα δὲ καὶ εἰς τὸν ναὸν εἰσελθεῖν, ἐν ᾧ τὸ ἱερὸν κατάκειται λείψανον, καὶ τὴν θείαν αὐτίκα τελουμένην ἱερουργίαν εὑρεῖν, καὶ ἱερέα μέν τινα παρὰ τῷ θείῳ θυσιαστηρίῳ ταῖς μυστικαῖς· εὐχαῖς τὰς αἰτήσεις ἐπισυνάπτοντα, τὸν ἅγιον δὲ πρὸ τῶν ἱερῶν κιγκλίδων τὰς ἐπιφωνήσεις ἀποδιδόντα, καὶ ὡς ἐπιγνοίη τοῦτον ἐκ τῆς ἀπολαμπούσης τοῦ προσώπου θεοειδοῦς χάριτος, προσελθεῖν τε καὶ τοῖς ποσὶ προσπεσεῖν καὶ θερμοῖς προσκλαίων τοῖς δάκρυσι, πρὸς οἶκτον ἐφέλκεσθαι· ἐλέησόν με, λέγων, δοῦλε τοῦ Θεοῦ· ἔχεις, οἶδα πρὸς αὐτὸν παρρησίαν, ὅτι τὰς ἐντολὰς αὐτοῦ τετήρηκας, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ πεποίηκας, ἔχεις σύνδρομον τῇ παρρησίᾳ τὴν πίστιν, καὶ τῇ πίστει τὴν δύναμιν, καὶ ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι, καὶ ἅμα ταῦτα λέγων, φῶς ἰδεῖν μέγα τοῦ θυσιαστηρίου ἐπανατεῖλαν καὶ τὸν ἅγιον περιλάμψαν, καὶ τόν, τῇ χειρὶ τῆς σαρκὸς ἐφαπτόμενον, τοιαῦτ’ ἐπειπεῖν· ἰδοὺ ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, καὶ ἡ σάρξ σου ὑγιής σοι ἀποκαθίσταται· τοῦ λοιποῦ μηκέτι λυποῦ, ἀλλ’ ἐν εἰρήνῃ πορεύου, τῷ παιδεύσαντι καὶ πάλιν ἰασαμένῳ σε σωτῆρι Χριστῷ γνησίως εὐχαριστῶν.

ἐπὶ τούτοις ὁ Βάρδας τὸν ὕπνον ἐκτιναξάμενος, ἅμα ἤρξατο τοῖς οἰκείοις διηγεῖσθαι τὰ ὁραθέντα, καὶ καθαρὸς εὐθὺς ὡρᾶτο καὶ ὑγιής, πλὴν ὅσον βραχύ τι τῆς νόσου σημεῖον ἐν τοῖς αὐτοῦ χείλεσι περιλείπεσθαι, εἰς μαρτύριον ἴσως, ἵνα πιστεύηται τοῖς μετέπειτα τὸ θαῦμα ἐκδιηγούμενος. ἔμεινε γοῦν ὑγιαίνων τὸ ἀπ’ ἐκείνου, κήρυξ τοῦ θαύματος ἀπαράγραπτος καὶ σιωπῶν καὶ φθεγγόμενος, καὶ δοξάζων τὸν κοινὸν σωτῆρα καὶ εὐεργέτην, τὸν τοῖς ἑαυτοῦ γνησίοις θεράπουσι καὶ θανοῦσιν ἐνδοξαζόμενον, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.