Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Προοίμιο

Εισαγωγή του Νικολάου Μεθώνης στους λόγους συγγραφής του βίου του οσίου Μελετίου και επίκληση της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 9

Βίος τοῦ ὁσίου πατρὸς ἡμῶν Μελετίου τοῦ ἐν τῷ ὄρει τῆς Μυουπόλεως ἀσκήσαντος, συγγραφεὶς παρὰ Νικολάου ἐπισκόπου Μεθώνης. Καὶ τοῦτο σόν, ὦ θεῖε ἄνθρωπε, καὶ τῆς σῆς μεγαλοφυΐας τὸ πλεονέκτημα τὸ τοὺς βίους τῶν ἐναρέτων φιλοκρινεῖν καὶ τοὺς μάλιστα διαλάμποντας πᾶσιν σπεύδειν διαδήλους ποιεῖν, εἰς κοινὸν ὄφελος. καὶ μηδὲ χρόνῳ παραχωρεῖν, τῷ τῆς λήθης πατρί, κρύπτειν τῇ παλαιώσει τὰ κάλλιστα καὶ μνήμης ὡς εἰπεῖν καὶ ἀναδείξεως ἄξια. ὅθεν καὶ τὸν ἄρτι τὴν καθ’ ἡμᾶς περιαστράψαντα γενεὰν καὶ πολλὰ τοῖς τὴν ἀσκητικὴν ἐπανῃρημένοις διαγωγὴν καταλιπόντα τῆς ἀρετῆς ἐμπυρεύματα Μελετίου βίον τοῦ μακαρίου αὐτός τε φιλοπόνως, ὡς ἐνῆν, ἐξιχνίασας, καὶ πᾶσι φιλανθρώπως φανερῶσαι ἐσπούδασας, ἡμῖν ἐπιτρέψας ἀνάγραπτον θέσθαι τὴν τῶν κατ’ αὐτὸν ἐξητασμένων τε καὶ ἠκριβωμένων καὶ πολλαχόθεν πεπληροφορημένων διήγησιν, ἵνα καὶ ταῖς ἔπειτα γενεαῖς γνωστά τε καὶ ζηλωτὰ διασώζηται. ἐγὼ τοίνυν κἀν τούτῳ σοι τηρῶν τὸ εὐήκοον καὶ ἅμα ὡς θεῖόν τι καὶ θεάρεστον δεξάμενος τὸ ἐπίταγμα, ἕτοιμος ἥκω τοῦτο πληρώσων, τῇ σῇ μᾶλλον πίστει θαρρήσας καὶ ταῖς τοῦ ἁγίου εὐχαῖς, καὶ οὕτω τὸν τοῖς ἁγίοις ἐνδοξαζόμενον Θεὸν ἐπικαλεσάμενος, τοῦ εὐοδῶσαί μοι τὸν λόγον καὶ περατῶσαι τὴν πρόθεσιν.