Τὴν δὲ πίστιν ὅσος ἦν, ἢ καὶ ὄρη μεθιστᾶν καὶ πάντα δύνασθαι καὶ λέγεται καὶ πιστεύεται, αὐτό, φασιν, δείξει τὸ πρᾶγμα καὶ λόγων ἄλλων ἡμῖν οὐ δεήσει· μαθητής τις ἦν τῷ ἁγίῳ τοὔνομα Μάρκος, ἱερεὺς τὸ ἀξίωμα· τούτῳ συνήθως ἐπέτρεπε τὴν ἐπὶ τῆς τραπέζης εὐλόγησιν, καὶ ὃς ὑπακούων ἐκπλήρου τὸ κελευόμενον· οὗτος ὁ Μάρκος εἰς τὸ τοῦ βίου πέρας ἐλθὼν καὶ ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθεὶς πρὸς Κύριον ἐξεδήμησεν· ὥρα δὲ ἦν αὐτίκα τῆς ἑστιάσεως. τοῦ λειψάνου δὲ προκειμένου καὶ τῶν ἀδελφῶν ἐπαθροιζομένων, εἷς τις τῷ πάθει συγκεχυμένος καὶ περίδακρυς τῷ πατρὶ προσβλέψας, ἐπίτρεψον, ἔφη, πάτερ, τῷ μοναχῷ Μάρκῳ τὸν στίχον εἰπεῖν· ὁ μὲν οὕτως εἶπεν ἢ τὸ πάθος ἀνακλαιόμενος, ὡς τοῦ εὐλογεῖν εἰωθότος πεπαυμένου λοιπόν, ἢ ὃ καὶ μάλιστα τίθεμαι, μὴ εἰδὼς ὃ ἐλάλει, μηδὲ πιστεύειν ἔχων ἐν τῷ τέως, ὅτι τοσοῦτον ἡ πίστις δύναται, ὡς καὶ νεκροῖς διδόναι φωνήν· ὁ δὲ πατήρ, τὸ τούτου περὶ τὴν πίστιν ἀσθενὲς ἐξιώμενος, καὶ τό, πάντα δυνατὰ τῷ πιστεύοντι, τῇ χάριτι τοῦ εἰπόντος πιστούμενος, εὐλόγησον, τέκνον Μάρκε, τῷ κειμένῳ φησί· καὶ ὁ νεκρός, ὦ τοῦ θαύματος, ἤκουσε, καὶ τοὺς ὀφθαλμοὺς ἤνοιξε, τὴν χεῖρα ἐπάρας πρὸς τῇ ὄψει, τὸν σταυρὸν ἐνεχάραξε καὶ τὰ χείλη κινήσας, τὸν στίχον ἀνεῖπε, καὶ αὖθις ἐπὶ τοῦ προτέρου σχήματος ἑωρᾶτο κείμενος.