Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Πνευματικές επεμβάσεις υπέρ αρχόντων και αξιωματούχων

Η θαυματουργική προστασία και οι νουθεσίες του οσίου προς αυτοκρατορικά πρόσωπα, στρατιωτικούς και άρχοντες, όπως ο Αλέξιος Κομνηνός και ο Ιωάννης Δούκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 9

Ὅτι μὴ τὰ μοναχικὰ μόνον καὶ ἰδικά, ἀλλὰ καὶ τὰ κοινά τε καὶ κοσμικὰ φροντίδος τῷ ἁγίῳ τῆς δεούσης ἠξίωτο, ὅπως ἂν εἰρηνικῶς καὶ ταῦτα καὶ ἀσφαλῶς διεξάγοιντο, δείκνυσι τὸ πρὸς τὸν μακαρίτην βασιλέα θαῦμα, τὸν θεῖον φημὶ Ἀλέξιον· τῶν γὰρ Κομάνων παγγενεὶ τοῖς Θρᾳκῴοις ἐπιστρατευσάντων τῷ τότε μέρεσι μετὰ βαρείας καὶ ἀνυποστάτου δυνάμεως, ἐδέησε καὶ τὸν βασιλέα τούτοις ἀντιστρατεύσασθαι.

ὡς οὖν εἶχε καὶ τοῦτον ἡ ἐκστρατεία καί τις Θρᾳκικὴ πόλις, οὕτω καλουμένη Ἀγχίαλος, σὺν τῷ στρατεύματι ὑπεδέχετο, οἱ βάρβαροι δὲ φονῶντες αὐτίκα παρῆσαν, καὶ πρὸς πόλεμον παρετάσσοντο, καὶ τὰ πέριξ τῆς πόλεως ἐληίζοντο· τότε δὲ τότε καὶ ὁ βασιλεὺς ἀντεπεξιέναι τούτοις εἰς πόλεμον ἐβουλεύετο, τὸ δὲ ἄρα Θεὸς οὐκ ἐπέτρεπεν, οὐδὲ χρηστὸν ἔμελλε τῷ πολέμῳ πέρας ἀκολουθεῖν, ὡς αὐτίκα δῆλον παρίσταται· ἔγνωστο γὰρ ταῦτα καὶ τῷ πατρί, ἐν τῷ ὄρει καθ’ ἡσυχίαν σχολάζοντι, καὶ παρῆν μέν τις αὐτῷ τηνικαῦτα τῶν εὐλαβεστέρων μοναχῶν καὶ συνήθων, Ἱλαρίων οὗτος, ἡ ζῶσα μέχρι καὶ νῦν τῶν θαυμασίων τούτων διήγησις· παρῆν δὲ τοὺς ἰδίους τῷ πατρὶ λογισμούς, ὡς ἔθος, ἀνατιθείς· ὁ δὲ τὴν πρὸς Ἱλαρίωνα διακόψας ἐπὶ μικρὸν ὁμιλίαν, καὶ ὥσπερ ἐννεὸς καταστὰς καὶ αὐτὸν ὁρῶν παρόντα τὸν βασιλέα· ὅρα, ἔφη, θαυμαστὲ κύριε Ἀλέξιε, μὴ ἐξέλθῃς τοῦ ἄστεος· καὶ ἅμα τῇ χειρὶ τὸν λόγον ἐπεσφράγισε πρὸς ἐκεῖνο τὸ μέρος ἐκτείνας αὐτὴν ἔνθα κατενόει παρόντα τὸν βασιλέα, καὶ τὸν τοῦ σταυροῦ τύπον διαχαράξας· κατεπλάγη μὲν οὖν ταῦτα καὶ ὁρῶν καὶ ἀκούων ὁ Ἱλαρίων οὐ μὴν ἀλλὰ καὶ τοῖς τοῦ πατρὸς ποσὶ προσπεσών, ἠξίου μαθεῖν, ὅ,τι ποτε καὶ εἶναι βούλεται τὰ τῆς θεωρίας· πρὸς ὃν πατήρ· ὁ βασιλεύς, τέκνον, εἶπε, τῇ ὥρᾳ ταύτῃ προέθετο πρὸς πόλεμον τοῖς ἀλιτηρίοις Κομάνοις ἐπεξελθεῖν· καὶ εἰ τὰ τῆς προθέσεως ἐκπληρώσει, τὴν βασιλεύουσαν οὐχ ὁρᾷ, ἐπὶ τούτοις προσηύξατο, τὸ θεῖον εἰς σωτήριον τῷ βασιλεῖ ἐπικαλεσάμενος, καὶ ἡ εὐχὴ προσεδέχθη, καὶ ἡ τοῦ βασιλέως ὁρμὴ ἐπεσχέθη.

καὶ τῶν Κομάνων θαυμασίᾳ τινὶ καὶ θείᾳ προνοίᾳ πρὸς ἀλλήλους ἐπισυστάντων, εἶτα καὶ ἄρδην ἄλλων ἀλλαχοῦ διασκεδασθέντων, ἥ τε χώρα τῆς ἐκείνων ἐπηρείας ἐκτὸς καθίστατο, καὶ ὁ βασιλεὺς μετὰ πολλῆς τῆς ἀδείας ἀνεζεύγνυ πρὸς τὰ βασίλεια. Ὁ γὰρ Ἱλαρίων τὴν ἡμέραν αὐτὴν ἐκείνην τὴν τῆς θεωρίας σημειωσάμενος, πόση τοῦ ἐφεστῶτος ὑπῆρχε μηνός, εἶθ’ ὕστερον παρά τινων τοῦ βασιλέως ὑπασπιστῶν, παραλαβόντων ὡς τὸν πατέρα, τὰ κατὰ τὸν βασιλέα πυθόμενος, εὗρε πάντα τὰ τῆς θεωρίας τοῖς συμβεβηκόσιν ἐπαληθεύοντα.

Τῆς αὐτῆς ἤρτηται προνοίας καὶ τὸ κατὰ τὸν σεβαστὸν Ἰωάννην, ᾧ Δούκας τὸ ἐκ τοῦ γένους ἐπώνυμον· εἶχε μὲν γὰρ τὰ σκῆπτρα Ῥωμαίων ὁ ῥηθεὶς βασιλεύς, ἐτυράννει δὲ τῆς νήσου Κρητῶν, ᾧ τὸ ἐπίκλην Καρίκης, καθ’ οὗ καὶ ναυμαχικὸς ἐξώπλιστο στόλος καὶ τοῦ στόλου δοὺξ ὁ Δούκας οὗτος παρὰ τοῦ βασιλέως προβέβλητο· οὗτος τοίνυν ἐν τοῖς Εὐρίπου λιμέσι τὰς νῆας ἐνορμησάμενος, ὡς ἐκεῖθεν τὸν εἰς Κρήτην ἀπόπλουν εὐμαρέστερον ποιησάμενος, ἔγνω δεῖν καὶ τὰς τοῦ ἁγίου εὐχὰς καὶ μάλιστα ταύτας, εἴπερ τι ἄλλο τῶν φυλακτικῶν ἢ ἀμυντηρίων ὅπλων, ὁπλίσασθαι. ἐλθὼν τοιγαροῦν εἰς τὸν ὅσιον, ἐδεῖτο ταύτας λαβεῖν, ἐφ’ ᾧ τὸν Καρίκην καταγωνίσασθαι. οὐκ ἐπένευσεν ὁ μέγας πρὸς ταῦτα, ἀσύμφορον εἶναι φήσας καὶ αὐτῷ καὶ τοῖς ἀμφ’ αὐτόν, τό γε νῦν ἔχον, τὸν ἀπόπλουν. τί οὖν, φησὶν ὁ δούξ, ποιητέον;

ἀνακτέον, εἶπεν αὖθις ὁ μέγας, τὰς τῶν χρηστοτέρων ἐλπίδων ἀγκύρας, τῶν τὴς θείας προνοίας κυβερνημάτων· εἰ δὲ δεῖ τι καὶ ἀνθρωπικὸν δρᾶν, τῷ Καρίκῃ τὰ πρὸς εἰρήνην· καὶ εἰ κἀκεῖνος τὴν εἰρήνην ἀσπάσεται, ἢ εἰ ταύτην ἐξουθενήσει, τὸν ἄρχοντα τὴς εἰρήνης ἔξει ἀντίμαχον, σὺ δὲ πάντως ἐν τῷ Εὐρίπῳ μένε, τὰ τῆς ἐκεῖθεν ἀγγελίας ἀπεκδεχόμενος· ἐδέξατο τὴν συμβουλὴν ὁ ἀνήρ· ἦν γὰρ καὶ αὐτὸς νουνεχής τε καὶ εὐλαβής· καὶ κατ’ αὐτὴν ἔδρασεν· καὶ μετ’ οὐ πολὺ τῆς τοῦ Κρίκη τελευτῆς ἀγγελθείσης, οὕτω καὶ τὸν πλοῦν ἤνυσεν ἀφόβως, καὶ τὴν νῆσον κατέσχεν ἀμάχως.

Καὶ Μιχαήλ ποτε παρεγίνετο πρὸς τὸν ὅσιον ὁ Κασταμονίτης εὐλογίας χάριν. ἅτε δὲ πρὸς ἄνδρα ταπεινώσεως καὶ εὐτελείας ἔμπρακτον ὑφηγητὴν ἀφιξόμενος, καὶ αὐτὸς εὐτελῶς, ὡς εἶχε, καὶ πενιχρῶς τὴν ὁδοιπορίαν ἐστείλατο· ἕνα γοῦν εἶχε τῶν οἰκετῶν τὸν δοκοῦντα οἱ γνησιώτατον, ἐφεπόμενον. ὁ δὲ ἦν ἄρα τῶν γνώμῃ πονηρᾷ μᾶλλον, ἢ τύχῃ δούλων, ὁ δολιώτατός τε καὶ πονηρότατος, ὡς γὰρ τοῦ τῶν μοναστηρίων ὄρους μόνοι παρήρχοντο τὴν ἀκρώρειαν, ἀναγκαίαν τινὰ χρείαν ὁ ἀχρεῖος δοῦλος ἐκεῖνος προσποιησάμενος καὶ μικρὸν ὀπισθοπορήσας, φόνον ὁ δείλαιος τοῦ οἰκείου δεσπότου καὶ συνέλαβεν ὁμοῦ καὶ ὠδίνησε μικροῦ καὶ ἀπέτεκεν ἄν, εἰ μὴ προφθάσας ὁ μέγας τὸ μυσαρὸν ἀπήμβλωσε κύημα. ὁ μὲν γὰρ τὴν σπάθην σπασάμενος, ὅλῃ χειρὶ καὶ ὅλῳ θυμῷ κατὰ τῆς τοῦ κυρίου κεφαλῆς ἐπῆγεν ὁρμῶν αἰφνιδίως, ἐπέσχεν δὲ αὐτὸν τοῦ τολμήματος ὁ θεῖος πατήρ, φοβερός τις ἀθρόον ἐπιφανείς, καὶ καταπληκτικὸν οἷον ἀπειλήσας καὶ τῷ σχήματι καὶ τῷ βλέμματι, καὶ οὕτω μαθῆναι πείσας τὴν χαλεπὴν ἐκείνην ὁρμήν, καὶ πάλιν γενόμενος ἀφανής.

τούτων οὖν οὐδὲν ἔγνωστο τῷ Κασταμονίτῃ, ἕως ἅμα τῷ δούλῳ παραγενόμενος, εὗρε τὸν ὅσιον ἐν τῇ τοῦ Συμβούλου μονῇ καθ’ ἑαυτὸν ἡσυχάζοντα· καὶ ὁ μὲν αὐτῷ τοὺς οἰκείους λογισμοὺς ὡς εἰώθει, ἀνέθετο, καὶ τήν τε προσήκουσαν θεραπείαν ἐδέξατο, καὶ τὰς εὐχὰς προσεπεκομίσατο, ὁ δὲ πονηρὸς δοῦλος καὶ πάντολμος, καίτοι κρύπτειν σπουδάζων τὸ τόλμημα, ὅμως ἠλέγχθη παρ’ οὗ καὶ πληρῶσαι τοῦτο κεκώλυτο δεῦρο, φήσαντος, πρόσπεσον τοῖς ποσὶ τοῦ κυρίου σου, καὶ τὸ βουλευθέν σοι μύσος καθαρῶς ἐξαγόρευσον, ὡς ἂν γνησίως μετανοήσας, οὕτω καὶ τῆς παρὰ Θεοῦ καὶ ἡμῶν ἀξιωθῇς συγχωρήσεως ἐφ’ οἷς ἐκπλαγεὶς ὁ Κασταμονίτης, ὡς δὴ καὶ τὰ τοῦ δράματος ἀγνοῶν, ἀξιώσας τε τοῦτο μαθεῖν, καὶ σαφῶς μαθὼν τὸν μὲν πατὰ τοῦ ἁγίου παραδηλούμενον, τὸ δὲ καὶ πατὰ τοῦ δούλου καὶ ἄκοντος ἐξομολογούμενον, οὕτως ἀπῄει χαίρων ὁμοῦ καὶ θαυμάζων καὶ τῷ ἁγίῳ μετὰ Θεὸν τὰ τῆς σωτηρίας ἐπιγραφόμενος.

Ἔδοξέ ποτε καὶ τῷ δουκὶ Θηβῶν, οὗτος δὲ ἦν Βρυέννιος, ὡς τὸν μέγαν ἀφικέσθαι, καὶ τὰς τούτου εὐχὰς κομίσασθαι. χρηστὸς δὲ ὢν ὁ ἀνὴρ καὶ κοινωνικὸς κατὰ Φίλιππον, καὶ μὴ τὸ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ζητῶν κατὰ τὸ θεῖον παράγγελμα, ἠθέλησε τῶν πρὸς γένους οἰκείων τινά, ᾧ Βατάζης ἦν τὸ ἐπίκλην, τῆς αὐτῆς ὠφελείας κοινωνὸν συμπαραλαβεῖν· καὶ δεῦρό, φησιν ᾧ οὗτος χαριέντως τοὔνομα προσειπών, εἰς τὸν τοῦ Θεοῦ πορευθῶμεν ἄνθρωπον, ἄνθρωπον οἷος οὐδέπω σοι καὶ εἰς ὄψιν ἐλήλυθεν, ᾧ καὶ πρὸς βραχὺ συγγενόμενος, πελλὴν ἀποίσεις καὶ μεγάλην ὠφέλειαν, ἔκ τε τῆς ἐμμελοῦς διδασκαλίας ἔκ τε τῆς ἁγιοπρεποῦς εὐκοσμίας, ἀκούσας ἐκεῖνος διδασκαλίας, καὶ τί ποτε ἄρα πλέον, ἀντέφησεν, ὧν αὐτὸς ἀνέγνων, διδάξαι με δύναται· ἦν γάρ τοι καὶ παιδείας τινὸς μετειληχώς, καὶ γραφῶν ἱερῶν οὐκ ἀμύητος, εἰ καὶ ταῦτά γε ἀμαθῶς τε καὶ ἀπαιδεύτως ἐλάλησεν, ἐγὼ γάρ, φησιν, ὅσα με διδάξειεν ἐκεῖνος, οἶδα πάντως, μαθὼν ἀπὸ τῶν γραφῶν, εἶπε μὲν οὕτως, ἠκολούθησε δ’ ὅμως τῷ δουκί· καὶ ἦλθον ὁμοῦ πρὸς τὸν ὅσιον. πλὴν ἀλλ’ οὐχὶ καὶ ἀμφοῖν ἅμα τῆς αὐτῆς ὁ μέγας καὶ διδαχῆς μετέδωκε καὶ εὐχῆς.

ἀλλὰ πρῶτον ἰδίᾳ παραλαβὼν τὸν Βρυέννιον, ἅτε δὴ καὶ ἀρετῆς τὰ πρῶτα καὶ συνέσεως φέροντα, καὶ τούτῳ τὰ εἰκότα προσομιλήσας καὶ ἐπαυξάμενος, οὕτω λοιπὸν προσιόντα τὸν Βατάζην, καὶ λόγους τινὰς πρὸς αὐτὸν κινῆσαι βουλόμενον, παραλαβὼν ἐκεῖνος ἠπίως πως καὶ ὡς πρὶν Ἰησοῦς ὁ Κύριος τὸν Ναθαναὴλ ὑπομιμνήσκει τῆς ἀντιρρήσεως· σὺ τέκνον, εἰπών, ὅσα σοι καὶ εἰπεῖν ἔμελλον, κρειττόνως ἢ ἐγὼ ἐπιστάμενος ἐμῆς διδαχῆς χρείαν οὐκ ἔχεις. ταῦτα ἐνέτρεψε μὲν ἐκεῖνον ἀκούσαντα οὐχ ἧττον δὲ καὶ διώρθωσε, τὴν ἀλαζονείαν μεταμελόντα, καὶ ὅσον τὸ μέσον ἀνθρωπίνης καὶ χάριτος θείας κατανοήσαντα.