Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Λόγος Πρώτος: Η διάκριση μεταξύ ουσιωδών και υποστατικών ιδιωμάτων του Θεού

Εισαγωγή στον πρώτο λόγο με σκοπό την ανασκευή της λατινικής διδασκαλίας. Αναλύεται εκτενώς η θεολογική διάκριση μεταξύ των κοινών φυσικών ονομάτων και των προσωπικών ιδιωμάτων της Αγίας Τριάδας, υποστηρίζοντας ότι η αιτία της ύπαρξης του Αγίου Πνεύματος ανήκει αποκλειστικά στον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 1 από 10

ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΝ ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ Καὶ ταῦτα μὲν ἡ τῶν Λατίνων ἐκκλησία συνηγοροῦσα τῇ δόξῃ τῇ ἑαυτῆς, προτάσεσι μὲν ταῖς προειρημέναις χρωμένη, συνάγουσα δὲ ἐκ τούτων καὶ τὸν Υἱὸν τοῦ ἁγίου Πνεύματος αἴτιον. Ἐπεὶ δὲ τῶν μὲν προτάσεων μὴ τὸ ὑγιὲς κεκτημένων, οὐκ ἀνάγκη καὶ τὸ συμπέρασμα ψεῦδος εἶναι· καὶ γὰρ καὶ ἀληθές ἐστι συνάγειν, ὅταν μὴ τὴν ἀλήθειαν μεθ’ ἑαυτῶν αἱ προτάσεις ἔχωσι, τοῦ δὲ συμπεράσματος οὐχ ὑγιαίνοντος πᾶσα ἀνάγκη ἢ ἀμφοτέρας, ἢ τὴν ἑτέραν τῶν προτάσεων μετὰ τοῦ ψεύδους γίνεσθαι· λεκτέον ἂν εἴη, πρῶτον μὲν πρὸς αὐτὸ τὸ συμπέρασμα ἐκ διαμέτρου φερόμενον πρὸς τὴν ἀρχαίαν τῶν πατέρων θεολογίαν. Τούτου γὰρ δειχθέντος, ἀποδεδειχότες ἂν εἴημεν, ὡς οὐ καθαρεύουσι ψεύδους τά γε εἰρημένα Λατίνοις.

Ἔπειτα Θεοῦ συμμαχοῦντος, διακωδωνίσαντες, ἠρέμα καὶ τοὺς τοιούτους τῶν λόγων, τό τε κίβδηλον αὐτῶν ἀποδείξομεν, καὶ ὡς οὐδεμιᾶς προηγουμένης ἀνάγκης, ἐπὶ τὸ προειρημένον ἦλθον Λατῖνοι συμπέρασμα. Φησὶ τοίνυν ὁ μέγας Βασίλειος ἐν τῷ τετάρτῳ τῶν πρὸς Εὐνόμιον: «Γεννᾷ ὁ Θεός, οὐχ ὡς ἄνθρωπος, γεννᾷ δὲ ἀληθῶς, καὶ τὸ γεγεννημένον ἐξ αὐτοῦ ἐκφαίνει λόγον οὐκ ἀνθρώπινον, ἐκφαίνει δὲ λόγον ἀληθῆ ἐξ αὐτοῦ· ἐκπέμπει πνεῦμα διὰ στόματος, οὐχ οἷον τὸ ἀνθρώπινον ἐπεὶ μηδὲ στόμα Θεοῦ σωματικῶς, ἐξ αὐτοῦ δὲ τὸ πνεῦμα καὶ οὐχ ἑτέρωθεν· ἐργάζεται Θεὸς χερσὶν οὐ σωματικαῖς· ἐργάζεται δὲ οὐκ ἐξ αὐτοῦ προάγων τὰ δημιουργήματα, ἀλλ’ ἐνεργητικῶς ὑφιστάς, ὡς ὁ ἐν χερσὶν ἐργαζόμενος οὐκ ἐξ ἑαυτοῦ προβάλλει τὸ ἔργον»· τὸ δὲ οὐχ ἑτέρωθεν ἢ μάτην ἀφῆκεν ὁ μέγας Βασίλειος ἢ πρὸς τὸν Υἱὸν ἀφορῶν εἶπεν ἢ πρὸς τὰ κτίσματα. Ἀλλὰ μάτην μὲν οὐκ ἂν εἶπεν· οὐ γὰρ ἐκείνου τὰ τοιαῦτα· οὐδὲ μὴν πρὸς τὰ κτίσματα ἀποσκοπῶν ὑφαίνει τὸν λόγον· ποῦ γὰρ θέμις τὰ τοιαῦτα νοῦν ἔχοντα ἐννοεῖν; λείπεται δὴ ἐπιεικῶς πρὸς τὸν Υἱὸν τὸν λόγον ὁρᾶν καὶ πρὸς οὐδὲν ἕτερον.

Ὥσπερ γὰρ εἴ τις περὶ τοῦ Πέτρου λέγει ὅτι «ἐκ τοῦ Ἰωνᾶ ἐστι καὶ οὐχ ἑτέρωθεν», πρὸς τὸ ὁμογενὲς τὸ ‘οὐχ ἑτέρωθεν’ ἀναφέρειν ἀνάγκη, ὥστε τὸν Ἰωνᾶν αἴτιον ἐκείνου νοεῖν, καὶ οὐδένα τῶν ἀνθρώπων ἕτερον, οὐδὲ γὰρ ἵππου ἢ βοὸς ἢ κυνὸς ἐμεμνήμεθα ἄν, γελοῖον γὰρ εἴ τις τὰ τοιαῦτα λογίζοιτο, καὶ ἅμα τὸ τοιοῦτον καὶ παρὰ τὴν κοινὴν τοῦ λόγου χρῆσιν, οὐδενὸς τὰ τοιαῦτα ἐνθυμουμένου. Οὐ μὴν ἀλλὰ καὶ εἰ περί τινος ἵππου ἢ τῶν ζῴων τινὸς ἔλεγεν ὅτι «τὸν ἵππον τουτονὶ ἐκ τοῦδε τοῦ ἵππου λέγομεν εἶναι καὶ οὐχ ἑτέρωθεν», πάντως οὐκ ἐξ ἄλλου τινὸς ἵππου νοεῖν ἐμέλλομεν, οὐ γὰρ δὴ ἐκ λέοντος ἢ ἀετοῦ ἢ ἐξ ἐλαίας. Καὶ τοῦτο κοινή τις ἔννοια πᾶσιν ἀνθρώποις τὸν αὐτὸν τρόπον τῆς θεολογικῆς ἀποφάσεως λεγούσης, «τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ» δηλαδὴ τοῦ Πατρὸς εἶναι «καὶ οὐχ ἑτέρωθεν» οὐ χρὴ τὸ ‘οὐχ ἑτέρωθεν’ πρὸς τὰ κτίσματα ἀποδιδόναι· κομιδῆ γὰρ ἀνόητον τοῦτο καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ὁμοίως ἐχόντων, ἀλλὰ πρὸς τὸ ὁμοφυὲς ἐξ ἀνάγκης ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὴν διάνοιαν ἀνεγείρειν δεῖ.

Τοῦτο δ’ ἂν εἴη ὁ Υἱὸς καὶ οὐδὲν ἕτερον· περὶ οὗ καὶ διαπορῆσαι τὸν θεολογοῦντα εἰκός, μήποτε καὶ αὐτὸς τοῦ Πνεύματος αἴτιος. [Ἔνστασις:] Εἰ δὲ λέγειεν: ἀλλ’ οἱ τῷ Πνεύματι τῷ ἁγίῳ πολεμοῦντες κτίσμα τὸ Πνεῦμα ᾤοντο, καὶ διὰ τοῦτο, τοῦτ’ εἴρηκεν ὁ θεῖος Βασίλειος, μάταιος ὁ λόγος. [Λύσις:] Εἰ γὰρ καὶ κτίσμα τὸ Πνεῦμα ᾤοντο, ἀλλὰ τοσοῦτον τῶν κτισμάτων βέλτιον, ὥστε μηδὲ παραβάλλεσθαι. Τῷ μὲν γάρ, συνεχώρουν ἐρευνᾶν καὶ τὰ βάθη τοῦ Θεοῦ, τοῖς δέ, οὐδὲ τολμᾶν προσελθεῖν. Ἔπειτα, οὐδὲ τὰ φαυλότατα τῶν κτισμάτων ἐξ ἀλλήλων ἔλεγον, ἀλλὰ τὰ πάντα ὡμολόγουν ἐκ τοῦ Θεοῦ. Τίς οὖν χώρα ἐκ τοῦ Θεοῦ λεγόντων τὰ πάντα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς γῆς λέγειν ἢ τοῦ ἀέρος ἢ τοῦ πυρὸς οἴεσθαι τὴν ὕπαρξιν ἔχειν, καὶ διὰ τοῦτο τὸν θεῖον Βασίλειον πρὸς ταῦτα βλέποντα, εἰπεῖν «τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ εἶναι καὶ οὐχ ἑτέρωθεν»; ὥστε τὸ πρὸς τὰ κτίσματα ἀποδιδόναι τὸν λόγον ἐθέλειν καὶ παρὰ τὴν κοινὴν τοῦ λόγου χρῆσιν καὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἔννοιαν καὶ τὴν τῶν αἱρετικῶν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ὑπόληψιν.

Εἰ δέ τις ἀνάξιον ἡγούμενος τῆς ἑαυτοῦ διανοίας, τὸ δουλεύειν τῇ κοινῇ χρήσει τοῦ λόγου, φιλονεικοίη τὸ ‘οὐχ ἑτέρωθεν’ πρὸς τὰ κτίσματα ἀποδιδόναι, ἐκεῖνο καὶ δὴ σαφῶς ἴστω, ὡς τὸ ‘οὐχ ἑτέρωθεν’ κοινόν τι ἐστὶ καὶ ἀποφατικόν, πάντα περιέχον τὰ παρὰ τὸν Θεὸν καὶ Πατέρα, ἄν τε τὸν Υἱὸν λέγῃς, ἄν τε τὰ κτίσματα. Ὥστε τὸ ‘οὐχ ἑτέρωθεν’ καθόλου τεθέν, ὥσπερ τὰ κτίσματα τῆς αἰτίας ἐκβάλλει τοῦ Πνεύματος, οὕτω δὴ καὶ τὸν Υἱόν. Καὶ ποῦ δίκαιον οὕτως ἐχούσης τῆς ἀποφάσεως ἐκ τοῦ Υἱοῦ νομίζειν τὸ Πνεῦμα τὸ ἅγιον; [Ἔνστασις:] Εἰ δέ τινες λέγοιεν τὸ ‘ἐξ αὐτοῦ’, ἐπὶ τοῦ στόματος ἐξακούειν δεῖ, [Λύσις:] οὐκ οἶδα τί ποτε διανοούμενοι ταῦτα φασὶν ἢ πῶς ἑρμηνεύσουσι τὸ οὐχ ἑτέρωθεν. Ἀδιανόητον γὰρ τοῦτο, τό γε εἰς αὐτοὺς ἧκον· οὐδὲ γὰρ ἂν φαῖεν ἐκ τοῦ στόματος καὶ οὐχ ἑτέρωθεν, ἤγουν ἐκ τῶν ὤτων ἢ τῶν ὀφθαλμῶν· τοῦτο γὰρ οὐδὲ ἔξεστι πλάττειν, εἰ καὶ τοῖς λόγοις τοῖς ἐκείνων κατὰ πᾶσαν ἀνάγκην τὰ τοιαῦτα ἕπεται. Εἰ μὲν γὰρ τὸ ‘ἔκ τινος’ ἐνταῦθα ὡς ἐξ αἰτίου λογίζεσθαι χρή, πάντως καὶ τὸ ‘οὐχ ἑτέρωθεν’, ἀντικείμενον αὐτῷ, τὴν ὁμοίαν ἀκολουθίαν ἔχειν ἀνάγκη.

Εἰ δὲ ὡς οὐχ ὡς ἐξ αἰτίου τὸ ‘ἔκ τινος’ ἀλλ’ ὡς ἐκ τόπου, τοῦτο γὰρ ἄντικρυς λέγουσιν οἱ τὸ ‘ἐξ αὐτοῦ’ ἐπὶ τοῦ στόματος νοεῖν ἀξιοῦντες, ἕπεται τὸ ‘οὐχ ἑτέρωθεν’ καὶ τόπον ἀναιρεῖν καὶ μέλος ἕτερον, ὦτα τυχόν, ἢ χεῖρας, ἢ βλέφαρα, ἃ μηδὲ ἐννοεῖν θέμις τὸν πρὸς ἀλήθειαν λέγοντα.

Ἄλλωστε καὶ ἐξ αὐτῶν τῶν θεολογικῶν ἐξελέγχονται ῥήσεων, κακῶς τὸ “ἐξ αὐτοῦ” λαμβάνοντες ὡς ἐκ τόπου καὶ παρὰ τὴν τοῦ θεολόγου πρόθεσιν· σκοπὸς γὰρ ἐκείνῳ σαφής, δεῖξαι τὸν Θεὸν καὶ Πατέρα αἴτιον μὲν Υἱοῦ, αἴτιον δὲ τοῦ Πνεύματος, αἴτιον δὲ τῶν κτισμάτων· ἐπεὶ δὲ κἀντούτοις οὐκ ὀλίγη διαφορά, Υἱοῦ μὲν γὰρ καὶ Πνεύματος φυσικῶς, τῆς δὲ κτίσεως ἐνεργητικῶς, οὐδὲ ταύτην φαίνεται παραλελοιπώς. Ὥσπερ δὲ εἰπὼν περὶ τοῦ Υἱοῦ «τὸ γέννημα ἐξ αὐτοῦ», πάλιν ἐπήγαγεν «ἐκφαίνει λόγον ἀληθῆ ἐξ αὐτοῦ»· καὶ περὶ τῶν κτισμάτων δὲ τὴν αὐτὴν τάξιν τηρῶν καὶ εἰπὼν ἐργάζεται ὁ Θεός, πάλιν ἐπιφέρει: «ἐργάζεται οὐκ ἐξ αὐτοῦ»· καὶ πάλιν «οὐκ ἐξ αὐτοῦ προβάλλει τὸ ἔργον»· καὶ πολλάκις τοῦ Πατρὸς μέμνηται, ἅμα τὸ ἐνδέον ἀποπληρῶν διὰ τούτου καὶ τὸ ὑψηλὸν σαφηνίζων τοῦ δόγματος. Οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος· εἰπὼν «ἐκπέμπει Πνεῦμα διὰ στόματος», ὁ Πατὴρ δηλαδή, «οὐχ οἷον τὸ ἀνθρώπινον, ἐπεὶ μηδὲ στόμα Θεοῦ σωματικόν», ἐπάγει πάλιν τῆς αὐτῆς ἁρμονίας ἐχόμενος: «ἐξ αὐτοῦ δὲ τὸ Πνεῦμα καὶ οὐχ ἑτέρωθεν» δηλαδὴ τοῦ Πατρός, ἄντικρυς τοῖς αὐτοῖς κἀνταῦθα χρησάμενος, οἷσπερ καὶ ἐπὶ τοῦ Υἱοῦ, καὶ πανταχοῦ τὸ “ἐξ αὐτοῦ” ἐπὶ τὸν Πατέρα ἀναφέρων κἀκείνῳ μόνῳ τὴν αἰτίαν ἀνάπτων περιφανῶς.

Ἔτι τῶν θείων ὀνομάτων, τὰ μέν, οὐσιώδη, τὰ δέ, προσωπικὰ φαμέν. Οὐσιώδη μὲν λέγοντες τὰ κοινῇ τῶν θεαρχικῶν ὑποστάσεων ἑκάστῃ προσήκοντα, καὶ ἑνικῶς κατὰ τῆς Τριάδος, ὡς ἑνὸς Θεοῦ κατηγορούμενα, ὡς τὸ Θεός, καὶ βασιλεύς, καὶ δημιουργός, καὶ ἀγαθός, καὶ ὅσα τῶν θείων ἰδιωμάτων τῇ θείᾳ καὶ ἀκηράτῳ ἕπονται φύσει. Προσωπικὰ δέ, ὅσα μὴ οὕτως ἔχει, ἀλλ’ ἰδιαζόντως ἢ εἰς ἓν ἀναφέρεται πρόσωπον, ἢ καὶ δυσὶν ἐνθεωρούμενον, ἢ τρισίν, οὐδέποτε ἑνικῶς αὐτῶν κατηγορεῖται, ἀλλὰ πληθυντικῶς· ὡς ‘τὸ ἀγέννητον’ καὶ ‘τὸ γεννᾶν’ καὶ ‘γεννᾶσθαι’ καὶ ‘ἐκπορεύεσθαι’, καὶ ‘τὸ αἰτιατὸν’ καὶ ‘ἡ ζωὴ’ καὶ ‘τὸ φῶς’, ‘τὸ ἀγαθόν’, ‘ἡ δόξα’, ‘τὸ ἄκτιστον’, ‘τὸ ἅγιον’, ‘τὸ τέλειον’, ‘τὸ ἄπειρον’. Τούτων γὰρ τὰ μέν, μιᾷ ὑποστάσει προσήκει, τὸ δὲ αἰτιατὸν δυσίν, Υἱῷ καὶ Πνεύματι, καὶ οὐχ ἓν αἰτιατὸν ταῦτα φαμέν, ἀλλὰ δύο, τὴν δὲ ζωὴν καὶ τὸ φῶς, καὶ τὸ ἀγαθὸν καὶ τὸ ἅγιον, καὶ τἄλλα, εἰ μὴ πρὸς τὴν οὐσίαν ἀλλὰ πρὸς τὰς ὑποστάσεις ἀναφέροιμεν, ‘ζωὰς’ τὴν Τριάδα φαμέν, καὶ ‘ἄκτιστα’, καὶ ‘φῶτα’ καὶ ‘ἀγαθὰ’ τρία, καὶ ‘ἅγια’ τοσαῦτα καὶ ‘δόξας’.

Ὅτι δὲ ταῦτα ἀληθῆ, περὶ μὲν τῶν οὐσιωδῶς τῷ Θεῷ προσόντων ἐν τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τῶν θεολογικῶν ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς μαρτυρήσει σαφῶς, πρόθεσιν αὐτὸ τοῦτο ποιούμενος, ἐκεῖ τὰ τῆς θείας φύσεως ἀπαριθμήσασθαι ἰδιώματα, ὡς ἔστιν ἐκ τῆς ἐπιγραφῆς γνώριμον. Οὐ μὲν ἀλλὰ καὶ ἐν τῷ ἑκατοστῷ κεφαλαίῳ τῶν αὐτῶν οὕτω φησί: «Φύσεως μέν ἐστι τὸ ‘ἀγένητον’ καὶ ‘γενητὸν’ δι’ ἑνὸς ‘ν’ γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ‘ἀγέννητον’ καὶ ‘γεννητὸν’ οὐ φύσεως ἀλλ’ ὑποστάσεως, ἤγουν τὸ γεννηθῆναι καὶ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο ‘νν’ ἐκφέρεται». Καὶ πάλιν: «Τὸ μὲν ‘ἀγέννητον’ ἐν τῷ Πατρί, οὐδὲ γὰρ ἐγεννήθη· τὸ δὲ ‘γεννητὸν’ ἐν τῷ Υἱῷ, ἐκ τοῦ Πατρὸς γὰρ ἀιδίως γεγέννηται· τὸ δὲ ‘ἐκπορευτὸν’ ἐν τῷ ἁγίῳ Πνεύματι». Καὶ πάλιν: «Ὅθεν γινώσκομεν ὡς οὐκ ἔστι φύσεως ‘τὸ γεννᾶσθαι’ ἀλλ’ ὑποστάσεως· εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει ‘τὸ γεννητὸν’ ἐθεωρεῖτο καὶ ‘τὸ ἀγέννητον’». Καὶ Λατῖνοι δὲ τῆς δόξης ταύτης εἰσί. Φαίνονται γὰρ καὶ αὐτοὶ διχῇ διαιροῦντες τὰ θεῖα ὀνόματα, εἴς τε οὐσιώδη καὶ προσωπικά.

Τοῦτο δὲ φανερὸν ἐν οἷς ὁ τῆς ἐκείνων θεολογίας προεστηκὼς διέξεισι· ζητεῖ γὰρ Θωμᾶς ἐν τῷ δευτέρῳ βιβλίῳ περὶ τοῦ τῆς εἰκόνος ὀνόματος καὶ τοῦ δώρου εἰ προσωπικὰ ταῦτα εἰσί· καὶ πάλιν ἐν τοῖς κεφαλαίοις τῆς αὐτῆς πραγματείας εἰ τὸ Θεός, ὄνομα οὐσιῶδες ὄν, πληθυντικῶς τῶν τριῶν προσώπων κατηγορεῖσθαι δύναται.

Ὅτι δὲ τὸ αἰτιατὸν κοινὸν Υἱῷ τε καὶ Πνεύματι καὶ πολλαχοῦ μὲν οἱ θεολόγοι φασίν, ἐν δὲ τῷ πρὸς Ἥρωνα τὸν φιλόσοφον σαφῶς ὁ θεῖος Γρηγόριος ἔδειξεν οὕτω λέγων: «Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὸ μὴ γεγονέναι καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός». Περὶ δὲ ζωῆς καὶ φωτὸς καὶ ἀγαθοῦ καὶ ἀπείρου καὶ τῶν τοιούτων, ὅτι καὶ πληθυντικῶς ἐκφέρονται, φησὶν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ τῶν εἰρηνικῶν τὴν θεότητα ἀνυμνῶν: «ἄποσον» αὐτὴν λέγων, «ἄχρονον, ἄκτιστον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν· ζωὰς καὶ ζωήν, φῶτα καὶ φῶς, ἀγαθὰ καὶ ἀγαθόν, δόξαν καὶ δόξας, ἀληθινὸν καὶ ἀλήθειαν καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιότητα» καὶ ἀλλαχοῦ «τριῶν ἀπείρων, ἄπειρον συμφυΐαν» φησὶ περὶ Τριάδος τὸν λόγον ποιούμενος· καὶ ἐν τῷ δευτέρῳ πάλιν τῶν εἰρηνικῶν, «τριάδα τελείαν ἐκ τριῶν τελείων» φησί.

Τούτων ὑποκειμένων, ἐπεὶ τὸ προβάλλειν καὶ τὸ αἴτιον ἐπὶ τῆς θεολογίας εἰλημμένον, οὐχ ἑκάστῳ τῶν τριῶν προσώπων προσήκει, οὐδὲ κατὰ τῶν τριῶν ὡς ἑνὸς κατηγορεῖται, πάντως δήπου προσωπικὸν ἂν εἴη καὶ οὐ φυσικόν, οὐδὲ οὐσιῶδες.

Οὐ μὴν ἀλλὰ καὶ Λατῖνοι τῷ προβάλλειν καὶ προβάλλεσθαι διακρίνουσι τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ διακρίνοντες τὰ θεαρχικὰ πρόσωπα, καὶ ταύτην μόνην ἴσασι διάκρισιν θεολογίᾳ πρέπουσαν· οἷς δὲ διακρίνονται τὰ θεῖα πρόσωπα πρόδηλον, ὡς ἐκεῖνα προσωπικὰ ἂν εἶεν.

Ἀλλὰ καὶ ἐν τῷ ... οὕτω φησὶν ὁ Θωμᾶς: «τὸ Πνεῦμα τὸ ἅγιον πρόεισιν ἐκ Πατρὸς καὶ Υἱοῦ, καθ’ ὅσον εἰσὶ πρόσωπα διακεκριμένα, ἀλλ’ οὐχ ὥσπερ ἡ κτίσις, ἐφ’ ὅσον εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν κατ’ οὐσίαν»· ὥστε προσωπικὸν οἶδε καὶ αὐτὸς τὸ προβάλλειν καὶ τὸ αἴτιον, καὶ οὐδαμῶς οὐσιῶδες.

Ἔτι οὐδὲν προσωπικὸν πρὸς οὐσιῶδες τὴν ἀναφοράν, δηλονότι τὴν σχέσιν ἔχει, ἀλλὰ τῷ ὁμοίῳ ἀντίκειται, κατὰ τὰ πρός τι δηλαδή, ὡς τὸ γεννᾶσθαι πρὸς τὸ γεννᾶν· ἐπεὶ δὲ τὸ προβάλλεσθαι προσωπικόν, εἰ γὰρ μὴ τοῦτο, οὐδ’ ἂν τὸ ἐκπορευτὸν ἰδιότης τοῦ Πνεύματος, καὶ τὸ προβάλλειν ἐξ ἀνάγκης τοιοῦτον· πρὸς αὐτὸ γὰρ τὸ ἐκπορεύεσθαι ἀναφέρεται.

Προσωπικὸν δὲ ὂν τὸ αἴτιον, ἐπεὶ τῶν τριῶν οὐκ ἔστιν, οὐδὲ γὰρ τοῦ Πνεύματος ἢ ἑνὸς προσώπου ἢ δυοῖν ἀναγκαῖον εἶναι, ἀλλ’ εἰ μὲν ἑνός, τοῦ Πατρὸς ἂν εἴη μόνου· καὶ οὕτω τὸ ζητούμενον δέδεικται. Οὐδὲ γὰρ τοῦτό γε τῷ Υἱεῖ μόνον δώσομεν, ἕως ἂν ἀκούωμεν τὸν μὲν Πατέρα πρὸς τὸν Υἱὸν λέγοντα «ἐκ γαστρὸς πρὸ ἐωσφόρου ἐγέννησά σε»· τὸν δὲ Υἱὸν «τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.» Εἰ δὲ οὐχ ἑνὸς μόνου ἀλλὰ Πατρὸς καὶ Υἱοῦ, ἐπεὶ δέδεικται μηδὲν προσωπικὸν δυσὶν ἢ τρισὶ προσώποις ἐνθεωρούμενον δύνασθαι ἑνικῶς κατηγορεῖσθαι καθ’ ὧν ἂν λέγοιτο ἀλλὰ πληθυντικῶς, οὐδὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν ἂν εἴη τοῦ Πνεύματος αἴτιον· ἀλλὰ τοσαῦτα ὅσα δῆτα καὶ τὰ πρόσωπα. Δύο δὲ τὰ πρόσωπα, οὐκοῦν ἴσα καὶ τὰ αἴτια. Τοῦτο δὲ οὐδὲ Λατίνοις φορητὸν δόξειεν ἄν. Ἵνα δὲ τὸ λεγόμενον σαφέστερον γένηται, ὥσπερ τὸ αἰτιατὸν δυσὶ προσώποις ὑπάρχον ἐξ ἀνάγκης δύο δίδωσιν ἡμῖν τὰ αἰτιατὰ νοεῖν. Καὶ τοῦτο κοινὸν δόγμα τῆς τε ἡμετέρας ἐκκλησίας καὶ τῆς Λατίνων. Τὸν αὐτὸν τρόπον καὶ τὸ αἴτιον Πατρὸς καὶ Υἱοῦ κατηγορούμενον, δύο, τὸν Πατέρα καὶ Υἱόν, δείκνυσι τοῦ Πνεύματος αἴτια. Εἰ δὲ δύο τὰ αἴτια, δύο πάντως καὶ αἱ ἀρχαί. Δύο δὲ ἀρχὰς τοῦ Πνεύματος ἀξιοῦν οὐκ οἶδα εἴ τινι χριστιανῶν φορητόν. [

Ἔνστασις:] Εἰ δὲ φαῖεν ἀπολογούμενοι ὡς τὰ μὲν αἰτιατὰ δύο ἐξ ἀνάγκης, διαφόρως γὰρ Υἱῷ καὶ Πνεύματι πρόσεστι τὸ αἰτιατόν· ἐπὶ δὲ τοῦ αἰτίου οὐχ οὕτως, προβολεὺς γάρ ἐστιν ὁ Υἱός, ὥσπερ δῆτα καὶ ὁ Πατήρ· [Λύσις:] οὐκ ἀναγκαῖος ὁ λόγος, ἵνα μὴ ψευδὴς λέγωμεν. Δέδεικται γὰρ κοινὸν Υἱῷ καὶ Πνεύματι τὸ αἰτιατόν.

Εἰ δὲ κοινόν, οὐ διάφορον. Ὥστε οὐ διαφέρουσιν ᾗ αἰτιατά· ἀλλ’ ᾗ ὡδὶ αἰτιατά, τὸ μέν, γέννημα, τὸ δέ, πρόβλημα. Τοῦτο δὲ καὶ ἐπ’ ἄλλων ἴδοις ἂν τὴν αὐτὴν σῷζον ἀκολουθίαν· ἄνθρωπος γὰρ καὶ ἵππος ζῷα λέγονται καὶ ᾗ ζῷα ἀλλήλων οὐ διαφέρουσιν· ὁ γὰρ τοῦ ζῴου λόγος ἀμφοτέροις ὡσαύτως ἐστίν, ἡ δὲ διαφορά, τῷ τὸ μέν, ζῷον λογικὸν εἶναι, τὸν δὲ ἵππον, ζῷον ἄλογον. Ὥστε καὶ περὶ ὧν ἡ πρόθεσις, ἡ μὲν κοινωνία κατὰ τὸ αἰτιατόν, ὥσπερ καὶ τοῖς θεολόγοις δοκεῖ, καὶ ὃς ἂν ᾗ ὁρισμὸς αἰτιατοῦ, ἀμφοτέροις ὡσαύτως προσήκει· τὸ δὲ διάφορον, ὅτι τὸ μὲν αἰτιατὸν υἱικῶς, τὸ δὲ αἰτιατὸν ἐκπορευτῶς.

Ἔπειτα τί φήσουσι περὶ τοῦ ἀγαθοῦ καὶ ἀκτίστου καὶ τοῦ φωτὸς καὶ τῶν ἄλλων, καθ’ ὧν οὐδὲ ἔστι πλάττειν διαφοράν, καὶ ὅμως διὰ τὸ εἰς τὰ πρόσωπα ἀναφέρεσθαι, οὐχ ἑνικῶς τούτων ἕκαστον κατὰ τῶν τριῶν ὁμοῦ, πληθυντικῶς δὲ ἐκφέρονται;

Ἄτοπον δὲ κατὰ τοὔνομα μόνον ἀξιοῦν τὴν κοινότητα τοῦ αἰτιατοῦ θεωρεῖσθαι· ἡ γὰρ τοιαύτη κοινότης γραμματικοῖς μᾶλλον ἐστὶ καὶ σοφιζομένοις, ἀλλ’ οὐ θεολογοῦσι πρέπουσα· ὥστε ἢ τὸ αἴτιον ἑνὶ μόνῳ τῷ Πατρὶ πρόσεστι καὶ οὐδεὶς ἔτι λόγος ἡμῖν, ἢ πᾶσα ἀνάγκη καὶ τῷ Υἱεῖ τὸ πρόσρημα νέμοντας μὴ καθαρεύειν τῶν ἀναφυομένων ἀτόπων. [Ἔνστασις:] Εἰ δὲ δὴ πάλιν λέγοιεν: εἰ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, ἀλλ’ οὖν παρὰ τοῦ Πατρὸς ἔχει τοῦτο λαβών, ὥσπερ καὶ αὐτὸ τὸ εἶναι, καὶ οὕτω, τῇ πρὸς τὸν Πατέρα ἀναφορᾷ δηλαδή, ἓν πάλιν τὸ αἴτιον, ἄτοπος ὁ λόγος. [Λύσις:] Οὐ γὰρ ἐπὶ τῶν προσωπικῶν τὰ τοιαῦτα χώραν ἔχει· ἰδοὺ γὰρ ἡ τοῦ Υἱοῦ ὑπόστασις ἐκ τῆς πατρικῆς ὑποστάσεως τὸ εἶναι ἔχει καὶ ὅμως οὐδεὶς ἕως ἂν εὐσεβεῖν ἐθέλῃ μίαν ὑπόστασιν ἐρεῖ Πατρὸς καὶ Υἱοῦ, τῇ πρὸς τὸν Πατέρα ἀναφορᾷ δηλαδή, ἢ τρόπον ἄλλον ὅντινα δήποτε. [Ἔνστασις:] Εἰ δὲ δὴ καὶ τοῦτο λέγοιεν, ὡς καὶ ὑμεῖς τρία ἄκτιστα καὶ τρία ἀγαθὰ λέγοντες, τρεῖς πάντως καὶ τὰς ἀρχὰς εἰσάγετε· ταὐτὸν γὰρ ἄκτιστον καὶ ἀγαθὸν καὶ ἀρχή, οὐκ ἐργώδης ὁ λόγος. [

Λύσις:] Εἰ γὰρ ταὐτὸν ἦν οὐκ ἂν οἱ θεολόγοι, τὸ μέν, ὑγιῶς αὐτοί τε ἔχειν ἐνόμιζον καὶ τοὺς ἄλλους ἔπειθον, τὸ δέ, τοῖς τῶν Ἑλλήνων μύθοις ἀπέρριψαν· τρία μὲν γὰρ ἄκτιστα καὶ ἀγαθὰ τοσαῦτα καὶ ζωὰς ἴσας τὸν Θεὸν καὶ σφόδρα γε εἶπον, τρεῖς δὲ ἀρχὰς ἢ αἴτια ἢ Θεοὺς λέγειν, οὐδὲ τὴν ἀρχὴν ἠνέσχοντο· ὥστε εἰ βουλοίμεθα ὑγιῶς περαίνειν τὸν λόγον, οὐ ταὐτὸν ἀλλὰ διάφορον νομιοῦμεν, τρεῖς ἀρχὰς λέγειν καὶ τρία τὰ ἄκτιστα.

Ἔτι φησὶν ὁ Θωμᾶς ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος ἐν βιβλίῳ δευτέρῳ ἐν κεφαλαίῳ τετάρτῳ: «δυνάμεθα λέγειν δύο εἶναι προβολέας τὸν Πατέρα καὶ τὸν Υἱὸν διὰ τὸ πλῆθος τῶν ὑποκειμένων· οὐ μὴν δύο προβάλλοντας, διὰ τὴν μίαν πρόοδον.» Ὥσπερ οὖν, ὦ μακάριε, εἰ μηχανῇ τινι προβολεὺς εἷς ἦν ὁ Πατὴρ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος, ἀνάγκη ἂν ἦν καὶ μίαν εἶναι τὴν τοῦ Πνεύματος ἀρχήν, οὕτω πᾶσα ἀνάγκη δύο προβολέων ὄντων Πατρὸς καὶ Υἱοῦ, δύο εἶναι καὶ τὰς ἀρχάς· εἰ γὰρ ὁ εἷς προβολεύς, ὁ Πατὴρ δηλονότι, ἢ ὁ Υἱὸς μόνος, μία ἀρχή, οἱ δύο προβολεῖς, ὁ Πατὴρ καὶ ὁ Υἱός, πῶς οὐ δύο ἀρχαί; [Ἔνστασις:] Εἰ δὲ λέγειεν: διὰ τὸ μίαν εἶναι ἐν ἀμφοτέροις τὴν προβλητικὴν δύναμιν, μία πάντως ὁ Πατὴρ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος ἀρχή, εἷς γὰρ ὁ προβάλλων· ἄτοπος ὁ λόγος. [Λύσις:] Οὐ γὰρ διότι μία ἡ προβλητικὴ δύναμις ἓν δήπου καὶ τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός. Εἰ γὰρ ἡ προβλητικὴ δύναμις προσωπικὸν ὡς δέδεικται, κατὰ ταύτην δὲ ἓν ὁ Πατὴρ καὶ ὁ Υἱὸς προσωπικῷ τινι, λοιπὸν ἓν ἂν εἴη Πατὴρ καὶ Υἱός, τοῦτο δὲ κομιδῆ σαβέλλιον. Ὥσπερ γὰρ διὰ τὴν ταὐτότητα τῶν οὐσιωδῶς προσόντων Πατρὶ καὶ Υἱῷ, καὶ φύσιν μίαν αὐτῶν ἴσμεν εὐσεβῶς, οὕτως ἀνάγκη καὶ προσωπικὴν ἀκολουθήσειν ταὐτότητα, εἰ τῇ προβλητικῇ δυνάμει, προσωπικῷ γε ὄντι, ἓν Πατὴρ καὶ Υἱός.

Πῶς δὲ οὐκ ἄτοπον νῦν μὲν προβολέας λέγειν δύο τὸν Πατέρα καὶ τὸν Υἱὸν διὰ τὸ πλῆθος τῶν ὑποκειμένων, νῦν δὲ πάλιν τοὺς αὐτοὺς ἓν τῇ προβλητικῇ δυνάμει; πῶς δὲ καὶ δύο προβολέων ὄντων Πατρὸς καὶ Υἱοῦ οὐκ ἀκολουθεῖ καὶ δύο τοὺς προβάλλοντας εἶναι; τὰς γὰρ ἐνεργείας ἀνάγκη πάντως εἰς τὰ ὑποκείμενα ἀναφέρεσθαι· δύο δὲ τὰ ὑποκείμενα, οὐκοῦν καὶ οἱ προβάλλοντες ἴσοι.

Ἔτι εἰ μὲν ἐκ τοῦ προβολέως τὴν ὑπόστασιν νοεῖν εἴχομεν τὴν προβλητικὴν δύναμιν μεθ’ ἑαυτῆς ἔχουσαν, ἐκ δὲ τοῦ προβάλλοντος οὐ τὴν ὑπόστασιν ἀλλὰ τὸ προβάλλειν αὐτό, εἶχε δήπου χώραν ὁ λόγος τοιαῦτα ἀξιοῦν· νυνὶ δὲ καὶ ἐκ τοῦ προβάλλοντος οὐδὲν ἧττον τὴν ὑπόστασιν ἔστι νοεῖν κατὰ τὴν προβλητικὴν ἐνεργοῦσαν δύναμιν. Φησὶ γὰρ ὁ μακάριος Ἰωάννης ἐν τῷ πεντηκοστῷ ὀγδόῳ τῶν θεολογικῶν: «Ἐνεργητικὸν μὲν ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργεια δὲ ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις.» Εἰ δὲ ταῦτα ἀληθῆ καὶ προβάλλων ἂν εἴη ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις, διατί γὰρ ἐκ μὲν τοῦ ἐνεργοῦντος τὴν ὑπόστασιν ἔστι νοεῖν κεχρημένην τῇ ἐνεργείᾳ, ἐκ δὲ τοῦ προβάλλοντος οὐ τὴν ὑπόστασιν τῇ προβλητικῇ δυνάμει χρωμένην ἀλλὰ τὸ προβάλλειν αὐτό;

Ἔτι καὶ διαρρήδην ἐκεῖνος φησὶν ἄλλο μὲν εἶναι τὴν ἐνέργειαν, ἄλλο δὲ τὸν ἐνεργοῦντα· οὐκοῦν καὶ ἄλλο μὲν τὸ προβάλλειν, ὅπερ ἐστὶν ἡ προβλητικὴ δύναμις, ἄλλο δὲ ὁ προβάλλων, ὅπερ ἐστὶν ἡ ὑπόστασις κατὰ τὴν προβλητικὴν ἐνεργοῦσαν δύναμιν. Εἰ δὲ καὶ ἐκ τοῦ προβάλλοντος ὥσπερ καὶ ἐκ τοῦ προβολέως τὴν ὑπόστασιν ἔστι λογίζεσθαι, δύο δὲ οἱ προβολεῖς, ὡς καὶ Θωμᾶς ἀξιοῖ, διὰ τὸ διττὸν τῶν ὑποστάσεων, δύο πάντως ἐξ ἀνάγκης καὶ οἱ προβάλλοντες.

Ἔτι ἐν μὲν τοῖς ἄλλοις ὁμοίως ἔχουσιν, ἔστιν ἰδεῖν διαφορὰν ὥσπερ γεωμέτρου καὶ γεωμετροῦντος, ἢ γραφέως καὶ γράφοντος, καὶ οὐδὲν κωλύει τὸν γεωμέτρην μὴ γεωμετροῦντα εἶναι, τὴν ἕξιν μὲν ἔχοντα μὴ μέντοι γε ταύτῃ χρώμενον· ἐπὶ δὲ τῶν θεαρχικῶν προσώπων πῶς οὐ σφόδρα ἄτοπον τοιαῦτα ἐννοεῖν; οὐ γὰρ προβολεὺς μὲν ἐξ ἀιδίου καὶ καθ’ ἕξιν ὁ Θεός, προβάλλει γε μὴν ὕστερον τῇ γνώμῃ χρώμενος· εἰ τοίνυν ἐπὶ τούτων ταὐτὸν προβάλλων καὶ προβολεύς, καὶ διαφορὰν ἐν τούτοις οὐδὲ ἔστιν ἐπινοεῖν, δύο δὲ οἱ προβολεῖς, δύο πάντως καὶ οἱ προβάλλοντες.

Ἔτι οὐδεὶς οὐδέπω εἰς τόδε τόλμης ἀφίκετο, ὥστε ἢ τὴν προβλητικὴν δύναμιν ἀρχὴν τοῦ Πνεύματος οἴεσθαι, ἢ τὴν γεννητικὴν ἀρχὴν τοῦ Υἱοῦ· τὴν γὰρ ὑπόστασιν αἰτίαν ὑποστάσεως, οὐ τὴν δύναμιν λέγομεν, ἀμφοτέρας δὲ τὰς ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ τὴν ἀρχὴν τοῦ Πνεύματος ἔχειν Λατῖνοι φασί. Καὶ μὴν εἰ τοῦτο δοίημεν, ὥστε ἢ τὴν προβλητικὴν δύναμιν αἰτίαν νομίζειν τοῦ Πνεύματος ἢ τὴν γεννητικὴν τοῦ Υἱοῦ, πολλά τε ἄτοπα ἕψεται καὶ τὸ διττὸν τῆς ἀρχῆς οὐδ’ οὕτως ἐκποδὼν ἔσται, ἕως ἂν ἄλλη μὲν ἡ τοῦ γεννᾶν δύναμις, ἑτέρα δὲ ἡ τοῦ προβάλλειν ᾖ.

Ἔτι φησὶν ὁ Νύσσης ἐν τῷ περὶ θεογνωσίας βιβλίῳ «Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως.» Εἰ δὲ τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ὥσπερ καὶ ἐκ τοῦ Πατρός, πάντως ἐκπορευόμενον ἐστὶ καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως. Οὐκοῦν ὥσπερ ἡ τοῦ Πατρὸς ὑπόστασις ἀρχὴ τοῦ Πνεύματος, οὕτω δήπου καὶ ἡ τοῦ Υἱοῦ. Τοῦτο δὲ καὶ τὸν Θωμᾶν βουλόμενον ἴδοις ἂν ἐν οἷς φησὶ: «προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ καθόσον εἰσὶ πρόσωπα διακεκριμένα, ἀλλ’ οὐχ ὥσπερ ἡ κτίσις ἐφ’ ὅσον εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν κατ’ οὐσίαν.» Εἰ δὲ ταῦτα ἀληθῆ, καθ’ ὅσον δέ εἰσι διακεκριμένα δύο πρόσωπα ὁ Πατὴρ καὶ ὁ Υἱὸς προσωπικῷ τινι, ἓν οὐδεμιᾷ μηχανῇ γένοιντ’ ἂν ἀλλὰ δύο· πᾶσα ἀνάγκη τοσαύτας εἶναι καὶ τὰς ἀρχὰς τοῦ Πνεύματος. Εἰ δὲ ὡς οἱ θεολόγοι φασὶν εἷς Θεὸς διὰ τὸ εἰς ἓν αἴτιον ἀναφέρεσθαι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐνταῦθα δὲ τὸ Πνεῦμα σαφῶς δέδεικται εἰς δύο ὑποστάσεις ἀναφερόμενον, πῶς οὐ σαφὲς ὡς παρὰ Λατίνοις τὸ πολυύμνητον τῆς μοναρχίας ἐκβάλλεται; Εἰ δὲ τὸ ναυάγιον ἑκατέρωθεν ὁπότερον λέγοι τις, εἴτε τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο τοῦ Πνεύματος αἴτια, εἴτε μὴν ἓν αἴτιον ἀμφότερα τὰ πρόσωπα τοῦ αὐτοῦ, οὐκ ἔστιν οὐδαμῶς ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος· τοῦτο γὰρ ἡ τῶν βλασφημιῶν ἀφορμή.