Καὶ Νικηφόρος δὲ ὁ ἀοίδιμος, ὃν μέγαν οἱ κατὰ Χριστὸν ἀγῶνες ἐκάλουν—ἐστρατήγησε γὰρ τῷ Χριστῷ καὶ αὐτὸς ἐν τοῖς χρόνοις ἐκείνοις καὶ τῆς εὐσεβείας προὔστη, οὐκ ἄνευ αἵματος, οὐδὲ μεγάλων κινδύνων· ὃς φεύγων τὴν ἑαυτοῦ, ἐπανῆκεν ἡμῖν νεκρὸς ἀριστεύς, μαρτυρίου στέφανον περιφέρων, ἀγγέλοις μὲν ἥδιστος, δαίμοσι δὲ φοβερός, εὐμενὴς δὲ τοῖς οἰκείοις—οὗτος τὴν ἀποστολικὴν πίστιν τοῖς οἰκείοις διαπέμπων ἐκ τῆς ὑπερορίας, τοῦτο γὰρ ἡ τοῦ λόγου πρόθεσις, τοιάδε φησί: «Πίστιν τοίνυν τὴν καθ’ ἡμᾶς ἀσπαζόμενοι, τὴν εὐκλεᾶ καὶ ἀμώμητον καὶ ἧς οὐδὲν ἰσοστάσιον τοῦ παντὸς ἂν τιμησαίμεθα, ὑφ’ ἧς καὶ φρουρούμεθα, καταρτιζόμενοί τε συντηρούμεθα, ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα, μεθ’ ἧς Θεῷ ζῶντι προσκυνοῦμεν ἀληθινῷ καὶ λατρεύομεν εἰλικρινῶς ἐν ἀληθείᾳ καὶ Πνεύματι· ἣν δὴ μόνην ὁριζόμεθα, ἀληθῆ καὶ καθαρωτάτην, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, τὴν μίαν θεότητά τε καὶ κυριότητα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργόν, καὶ βασιλίδα πάσης φαινομένης καὶ νοουμένης κτίσεως, καθ’ ἣν ἓν τὰ τρία νοούμενα σέβομεν, καὶ τὸ ἓν ἐν τοῖς τρισὶ θεωρούμενον προσκυνοῦμεν· ὧν τὸ μὲν τῇ οὐσίᾳ γνωρίζεται, τὸ δὲ ταῖς ὑποστάσεσι καταγγέλλεται· μηδὲν τούτων ἐλαττοῦντες, μηδὲ ὑπερτιθέντες, ἀλλ’ ἑνοῦντες μὲν τῇ οὐσίᾳ, ὥσπερ δὴ καὶ ἀξίᾳ καὶ ὁμοτιμίᾳ καὶ δόξῃ, διαιροῦντες δὲ ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις καὶ ἰδιότησιν, ἑκάστης τούτων οὐσιωδῶς ὑφεστώσης, ἐν ὑπάρξει ἰδίᾳ ἀμερίστως νοουμένης, ὅπερ παράδοξον· εἰδότες τὸν μέν, αἴτιον καὶ γεννήτορα καὶ προβολέα, τὸν Πατέρα, ἄναρχον καὶ ἀναίτιον, ἄχρονον καὶ ἀίδιον· τὸ δέ, γέννημα καὶ Υἱόν, τῷ Πατρὶ συνάναρχον καὶ συναΐδιον, ἀναλλοίωτον καὶ ἀπαθῆ καὶ ἄῤῥουν, ἐκ Πατρὸς τὴν γέννησιν ἔχοντα, πρὸς αἴτιον δὲ καὶ ἀρχὴν τὸν Πατέρα ἀναφερόμενον· τὸ δέ, ἐκπόρευμα ἤτοι ἐκπορευτὸν καὶ ἁγιαστικὴν δύναμιν, τὸ Πνεῦμα τὸ ἅγιον, ἀχρόνως ἀεὶ ἐκ τοῦ Πατρὸς προϊόν, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς ἔχον τὴν πρόοδον, Πατρὶ καὶ Υἱῷ συνυπάρχον ἀιδίως, συμπροσκυνούμενον ὡς σύνθρονόν τε καὶ ὁμόδοξον καὶ ὁμότιμον καὶ ὁμόθεον, δι’ οὗ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ πάσῃ λογικῇ φύσει τὰ θεῖα προχεῖται χαρίσματα· καὶ οὕτως τῆς τρισσοφαοῦς θεαρχίας τὸ ἀπρόσιτον ἡμῖν καὶ ἀειλαμπὲς ἐναστράπτει σέλας, ἐξ ὧν καὶ τὸ ταὐτὸν καὶ ἑνιαῖον τῆς οὐσίας πιστεύεται καὶ τὸ τρισσὸν τῶν προσώπων δοξάζεται.