Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Τα θεολογικά άτοπα της εκπορεύσεως εκ του Υιού

Εξέταση των λογικών και θεολογικών ατοπημάτων που προκύπτουν από την παραδοχή δύο αιτίων ή ενός κοινού αιτίου για το Άγιο Πνεύμα, τα οποία οδηγούν σε σύγχυση των προσώπων, σαβελλιανική πλάνη και αλλοίωση των υποστατικών ιδιοτήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 2 από 10

Ἔτι, εἰ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται δὲ καὶ ἐκ τοῦ Υἱοῦ, ὡς ἂν φαῖεν Λατῖνοι, πότερον, ὡς ἐξ ἑνὸς αἰτίου καὶ μιᾶς ἀρχῆς, ἢ ὡς ἐκ δύο; Εἰ μὲν δὴ ὡς ἐκ δύο, αὐτόθεν τὸ ἄτοπον καὶ δεῖ οὐδενὸς ἔτι. Εἰ δὲ ὡς ἐξ ἑνός, τί ποτε περὶ τοῦ ἑνὸς αἰτίου τούτου διανοοῦνται; Πότερον, ὡς ἐξ ἑνὸς Θεοῦ ἢ ὡς ἐξ ἑνὸς γεννήτορος ἢ ὡς ἐξ ἑνὸς προβολέως; Παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερον. Εἰ μὲν δὴ ὡς ἐξ ἑνὸς ᾖ Θεοῦ, οὐκ ἂν εἴη τὸ Πνεῦμα Θεός· οὐ γὰρ ἐξ ἑαυτοῦ οὐδ’ αἴτιον ἑτέρου, καὶ ἅμα δημιούργημα τὸ Πνεῦμα· τῶν γὰρ κτισμάτων ἡ Τριὰς αἰτία, ᾗ Θεὸς εἷς. Εἰ δὲ ὡς ἐξ ἑνὸς Πατρός, ἄτοπος ὁ λόγος· ἔσονται γὰρ ἐν τῇ Τριάδι δύο Πατέρες καὶ δύο Υἱοί. Εἰ δὲ ὡς ἐξ ἑνὸς προβολέως, ἐπεὶ τὸ προβολεὺς προσωπικὸν ὄνομα, εἰ κατὰ τοῦτο ἓν Πατὴρ καὶ Υἱὸς προσωπικῷ τινι δήπου, ἓν Πατὴρ καὶ Υἱός. Καὶ κινδυνεύει διὰ μὲν τὴν ἄρρητον γέννησιν τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο πάντως εἶναι πρόσωπα, διὰ δὲ τὴν ὑπερφυᾶ πρόοδον, προσωπικὴν οὖσαν, ἓν πρόσωπον εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν.

Διατί γὰρ ἓν μὲν αἰώνιον καὶ ἀγαθὸν ἓν λεγόντων τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ περὶ τῶν ἄλλων τῶν οὐσιωδῶς προσόντων αὐτοῖς, ἀκολουθεῖν ἀνάγκη καθ’ ἕκαστον τούτων καὶ φυσικὴν τῶν προσώπων ταὐτότητα, ἕνα δὲ προβολέα καὶ ἓν αἴτιον καὶ μίαν ἀρχὴν τοῦ Πνεύματος, εἰ λέγοιμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν προσωπικά γε ὄντα, οὐχ ἕψεται τούτοις τὸν ἴσον τρόπον καὶ ταὐτότης προσωπική; Εἰ δὲ κατ’ οὐδένα τῶν προαπηριθμημένων τρόπων ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν τοῦ Πνεύματος αἴτιον, δύο δὲ οὐκ ἂν εἶεν, οὐδὲ γὰρ οὐδὲ Λατίνοις τὰ τοιαῦτα δοκεῖ. Λείπεται δὴ πᾶσα ἀνάγκη μὴ ἀνάγειν τὸ Πνεῦμα ὡς εἰς αἴτιον τὸν Υἱόν· ἐκ τούτου γὰρ ἡ τῶν ἀτόπων φορά. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν τοῖς αὐτοῖς καὶ ἡμᾶς περιπίπτειν· τὸ γὰρ αἰτιατὸν προσωπικὸν ὄν, κοινόν φαμεν Πνεύματι καὶ Υἱῷ, οὐχ ὅμοιος ὁ λόγος. [Λύσις:] Εἰ γὰρ καὶ κοινὸν τὸ αἰτιατόν, ἀλλ’ οὐχ ἓν αἰτιατὸν φαμὲν τὸ Πνεῦμα καὶ τὸν Υἱόν, ἀλλὰ δύο. Τούτου δὲ οὕτως ἔχοντος οὐδὲν ἄτοπον ἀπαντᾷ· συνάγεται γὰρ προσωπικῷ τινι μὲν κοινωνεῖν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, δύο μέντοι πάντως καὶ οὕτως εἶναι τὰ πρόσωπα. [Ἔνστασις:] Εἰ δὲ καὶ τοῦτο λέγοιεν, οὐχ ἁπλῶς τὸ προβάλλειν προσωπικὸν φαμὲν ὄνομα, ἀλλὰ μετὰ προσθήκης προσωπικόν, δύο προσώπων δηλαδή, καὶ τούτου κειμένου ἄτοπον οὐδὲν ἕψεται· περιττὸς ὁ λόγος. [

Λύσις:] Εἰ μὲν γὰρ τὸ προβάλλειν οὕτω προσωπικὸν ἐλέγομεν, ὡς ἴδιον ἑνὸς δηλαδὴ προσώπου, καὶ τοῦτο τῇ προτάσει προσκείμενον ἦν, τό τε ζητούμενον εἰλήφαμεν ἂν καὶ ἅμα καλῶς ἂν εἶχεν ἡ ἔνστασις ἀποσειομένη τὸν λόγον καὶ τὸ προβάλλειν διδοῦσα Πατρὶ καὶ Υἱῷ καὶ τὸ ἄτοπον οὐ παρὰ τὸν προσδιαλεγόμενον εἵπετο ἄν! Εἰ δὲ τὸ προβάλλειν προσωπικὸν μὲν ἡμεῖς, προσωπικὸν δὲ καὶ ὑμεῖς λέγετε μηδὲν ἐν τῇ προτάσει ταύτῃ περιεργαζόμενοι, πότερον οὕτω προσωπικόν, ὡς ἑνὸς ἢ δυοῖν; Καὶ ταύτης κειμένης τὸ ἄτοπον ἕπεται· πρόδηλον ὡς τὸ ἀσέβημα παρ’ αὐτούς, ἕως ἂν καὶ τὴν ἑτέραν ὁμολογῶσι πρότασιν· παραπλήσιον γάρ τι ποιοῦσιν, ὥσπερ εἴ τινος λέγοντος ‘ὁ ἄνθρωπος ζῷον’, αὐτοὶ δῆθεν πρὸς τὴν πρότασιν ἐνιστάμενοι ἔλεγον ‘οὐ ζῷον τὸν ἄνθρωπον λέγομεν ἀλλὰ λογικὸν ζῷον’· τοῦτο δὲ οὐκ ἔστιν ἔνστασις· καὶ ἀμφότερα γὰρ ἀληθῆ. Πῶς δ’ ἂν μάχοιτο ἡ ἀλήθεια ἑαυτῇ δι’ ἧς καὶ τοῖς ἄλλοις τὸ σῴζεσθαι; Οὐ μήν, ἀλλ’ εἰ οὕτω τὸν λόγον ᾔρετό τις, πότερον, τὸ προβάλλειν προσωπικόν ἐστιν ἢ τοὐναντίον; οὐ πᾶσα ἀνάγκη τὸ ἕτερον ἀποκρίνασθαι; Εἰ μὲν οὖν τὴν ἀπόφασιν, καὶ πῶς ὅπερ οὐδὲ ὑμῖν δοκεῖ; εἰ δὲ τὴν κατάφασιν, πῶς ὅπερ ἐξ ἀνάγκης ὁμολογεῖν ἐστι κατὰ τούτου τὰς ἐνστάσεις κομίζοντες ἥκετε;

Οὐ μήν, ἀλλὰ καὶ τούτου δοθέντος οὐδὲν ἧττον τὸ ἄτοπον ἕπεται· συνάγεται γὰρ προσωπικῷ τινι δυσὶ προσώποις ἑπόμενον οὐ δύο ἀλλ’ ἓν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὥστε πρόφασις ἄλλως τοιαῦτα περιεργάζεσθαι. [Ἔνστασις:] Εἰ δὲ πρὸς τὸ συναγόμενον ἄτοπον καὶ σφόδρα δυσχεραίνοντες διαφοράν τινα συγχωροῦσιν ἐν τῷ προβάλλειν τῷ τὸν μὲν Πατέρα παρ’ οὐδενὸς τὸ προβάλλειν ἔχειν, τὸν δὲ Υἱὸν παρὰ τοῦ Πατρὸς καὶ οὕτω μηδὲ κατὰ τὸ προβάλλειν προσωπικόν γε ὅν, ἓν εἶναι πάντῃ τὸν Πατέρα καὶ τὸν Υἱόν; [Λύσις:] Πρῶτον μέν, οἷς διαφορὰν εἰσάγουσι καὶ ἄλλως μὲν τὸν Πατέρα ἀξιοῦσι προβάλλειν, ἑτέρως δὲ τὸν Υἱόν, ἐξ ἀνάγκης καὶ κατ’ αὐτό γε τοῦτο δύο προβολέας φασὶ τὸν Πατέρα καὶ τὸν Υἱόν· τοῦτο δέ ἐστι σαφῶς εἰσάγοντος διπλὰς τὰς ἀρχάς. Ἔπειτα οὐδὲ τὸ εὔλογον ὁ λόγος ἔχει μεθ’ ἑαυτοῦ· οὕτω γὰρ οὐδὲ ἀγαθὸν ἕν, οὐδὲ δημιουργὸς εἷς, οὐδὲ Θεὸς εἷς εἴη ἂν ὁ Πατὴρ καὶ ὁ Υἱός, ὅτι ὁ μὲν Πατὴρ παρ’ οὐδενὸς ἔχει ταῦτα λαβών, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός.

Ἔτι εἰ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος ὡς εἷς προβολεύς, αἴτιος δὲ καὶ ὁ Πατὴρ μόνος τοῦ Υἱοῦ ὡς εἷς γεννήτωρ, πᾶσα ἀνάγκη τούτου κειμένου δύο ἀρχὰς καὶ δύο αἴτια νομίζειν θεότητος. Ἔχει γὰρ οὕτως: ὁ εἷς γεννήτωρ μόνος, ὁ Πατὴρ δηλαδή, οὐκ ἔστι ταὐτὸν τῷ ἀριθμῷ τῷ ἑνὶ προβολεῖ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ δηλονότι. Πόθεν; Οὐδὲ γὰρ ἀντιστρέφει. Ἀντιστρέφουσι δὲ ἀλλήλοις ὅσα ταὐτὰ τῷ ἀριθμῷ λέγεται. Ὅτι δὲ οὐκ ἀντιστρέφει δῆλον· ὁ μὲν γὰρ εἷς γεννήτωρ καὶ προβολεὺς ἐξ ἀνάγκης, ὁ δὲ εἷς προβολεύς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς δηλαδή, οὐ πάντως καὶ γεννήτωρ.

Οὐκ ἄρα ταὐτὸν τῷ ἀριθμῷ ὁ εἷς γεννήτωρ τῷ ἑνὶ προβολεῖ. Εἰ δὲ οὐ ταὐτὸν πάντως ἕτερον· δύο ἄρα τῷ ἀριθμῷ ὁ εἷς γεννήτωρ καὶ ὁ εἷς προβολεύς· ἔστι δὲ καὶ ἑκάτερον τούτων ἀρχὴ καὶ πηγὴ καὶ αἴτιον θεότητος. Ὥστε τούτων κειμένων πῶς οὐ δύο ἀρχαὶ καὶ πηγαὶ θεότητος ἀλλήλων τῷ ἀριθμῷ διαφέρουσαι; [Ἔνστασις:] Εἰ δὲ λέγοιεν ἔξεστι καὶ ἡμῖν τὰ ἴσα περαίνειν ἐκεῖνα λέγουσιν, ὁ Πατὴρ εἷς δημιουργὸς τῆς κτίσεως, ἔστι δὲ καὶ ἡ Τριὰς εἷς δημιουργὸς τῆς αὐτῆς, καὶ οὐκ ἔστιν ὁ αὐτὸς καὶ εἷς δημιουργὸς ὁ Πατὴρ ταὐτὸν τῷ ἑνὶ δημιουργῷ τῇ Τριάδι, οὐκοῦν ἕτερον καὶ δύο κατὰ τοῦτο δημιουργοὶ τοῦ παντός! [Λύσις:] Οὐκ ἀναγκαῖος ὁ λόγος, οὐδὲ τὸ ὅμοιον ἔχων. Δημιουργεῖ μὲν γὰρ τῶν προσώπων ἕκαστον, καὶ αὐτὴ ἡ Τριὰς ὡς εἷς Θεὸς κατὰ τὴν μίαν καὶ κοινὴν φύσιν, καθ’ ἣν οὐδὲν πλέον ἕκαστον ἔχει τῶν τριῶν ὁμοῦ, ὡς καὶ Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος φησί. Προβάλλει δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ γεννᾷ ὁ Πατὴρ ὡς δέδεικται, κατὰ τὴν ἰδιάζουσαν ἑκάτερος ὑπόστασιν, καθ’ ἃς ἡ Τριὰς οὐκ ἔστι δυάς, οὐδὲ ἡ δυὰς μονάς, ὡς ἓν δηλονότι προσωπικῶς. Ὥστε ἐπὶ τούτων μέν, τῆς διακρίσεως ἀναφαινομένης, ἀνάγκη μὴ ταὐτὸν λέγειν τῷ ἀριθμῷ τὸν ἕνα γεννήτορα τῷ ἑνὶ προβολεῖ, ἐπὶ δὲ τοῦ δημιουργεῖν οὐκ ἔχει χώρα ὁ λόγος, μιᾶς καὶ τῆς αὐτῆς τῷ ἀριθμῷ ὑποκειμένης τῆς κοινῆς φύσεως τῶν θεαρχικῶν ὑποστάσεων.

Ἔτι εἰ ἓν αἴτιόν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς τοῦ ἁγίου Πνεύματος, τὸ δὲ Πνεῦμα τὸ ἅγιον αἰτιατὸν ἕν, οὐ μονὰς μόνον καὶ τριὰς ὁ Θεὸς ἀλλὰ καὶ δυάς. Ἓν γὰρ αἴτιον καὶ αἰτιατὸν ἕν, προσωπικῶς εἰλημμένον ἑκάτερον, δυάδα πάντως εἰσάγει. Ἀλλὰ τριάδα μὲν καὶ μονάδα τὸν Θεὸν καὶ σφόδρα γε ἴσμεν, δυάδα δὲ οὐκ οἶδα εἴ τινι νομίζεται ὑγιές· σαβέλλιον γὰρ τὸ πτῶμα καὶ τῇ ἐκκλησίᾳ πολέμιον πόρρωθεν καὶ οὐδὲ χριστιανῶν ὠσὶ φορητόν. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν, ἀλλὰ τὸ ἓν αἴτιον τοῦτο δύο πρόσωπα λέγομεν, οὐχ ἕν; [Λύσις:] Ἐκεῖνο καὶ δὴ σαφῶς ἴστωσαν, ὡς οὐ πάντα ἡμεῖς εὔκολοι, οὐδὲ κακουργοῦσι καὶ πειρωμένοις λανθάνειν ῥαδίως παραχωρήσομεν. Φαμὲν γὰρ οὕτως: οἷς τὸ μὲν τῶν θεαρχικῶν προσώπων ἐγέννησε, τὸ δὲ ἐγεννήθη, δύο πάντως καὶ πρόσωπα· οἷς δὲ πάλιν ἑκάτερον τούτων, οὔθ’ ὡς Πατήρ, οὔτε μὴν ὡς Υἱὸς τοῦ Πνεύματος αἴτιος, ἀλλ’ ἧ ἀμφότερα ταῦτα ἓν τοῦ Πνεύματος αἴτιον, ὡς εἷς προβολεύς, πάντως καὶ πρόσωπον ἕν, ἕως ἂν τὸ προβάλλειν προσωπικόν.

Εἰ δὲ λέγοιεν ἓν μὲν αἴτιον, δύο δὲ προβολεῖς; ἑκάτερον ἀναιροῦσι δι’ ἑκατέρου καὶ πρὸς ἑαυτοὺς συῤῥήγνυνται. Εἰ γὰρ δύο προβολεῖς, πῶς οὐ δύο αἴτια; Εἴπερ ὁ εἷς προβολεύς, αἴτιος εἷς ἐξ ἀνάγκης· εἰ δὲ εἷς αἴτιος, εἰ μὴ ὡς εἷς προβολεύς, πῶς ἄλλως ἐνδέχεται;

Οὕτω τὸ ψεῦδος καὶ ἑαυτῷ πολέμιον καὶ κινδυνεύει διὰ μὲν τὸ ἓν αἴτιον καὶ ἕνα προβολέα λέγειν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ προσώπων εἰσάγειν συναλοιφήν· διὰ δὲ τοὺς δύο προβολέας, τοσαῦτα καὶ τὰ αἴτια τοῦ Πνεύματος, ἅ γε εἰ καὶ παιδίον ἐπεχείρει λέγειν, εἰκότως ἠρυθρίασεν ἄν.

Ἔτι λέγοντες τὸν Πατέρα καὶ τὸν Υἱὸν ἓν τοῦ Πνεύματος αἴτιον, πῶς τοῦτο φατέ, ὡς ἓν αἴτιον τὴν Τριάδα τῆς κτίσεως τοῦ ἑνὸς κατὰ τὴν φύσιν οὐ προσωπικῶς εἰλημμένου, ὡς τὸ «Ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν», ἢ ὡς ἓν αἴτιον τὸν Πατέρα μόνον, ἢ τὸν Υἱὸν μόνον τοῦ Πνεύματος τοῦ ‘ἑνὸς’ ἐνταῦθα σαφῶς εἰς τὸ πρόσωπον ἀναφερομένου, ὡς ὁ ἀπόστολος λέγει: «Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα»; Παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερον. Ἀλλ’ εἰ μὲν ὡς τὸ πρῶτον, σαφὴς ἡ βλασφημία, ἀπεξενωμένου τοῦ Πνεύματος τῆς κοινῆς φύσεως. Εἰ γὰρ δὴ τὸ αἴτιον Πατρὶ καὶ Υἱῷ κατὰ τὴν κοινὴν φύσιν—τοῦτο δὲ οὐκ ἔχει τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ δὴ καὶ αἴτιον ἑαυτοῦ, ἀλλ’ οὐδεμὴν ἑτέρου προσώπου τινός—πῶς οὐκ ἠλλοτρίωται τῆς κοινῆς οὐσίας Πατρὶ καὶ Υἱῷ; Εἰ δὲ ὥσπερ τὸ δεύτερον, ἐπεὶ οὕτως ἓν αἴτιον ὁ Πατὴρ μόνος ἢ ὁ Υἱὸς τοῦ Πνεύματος, ὡς ἓν ἐξ ἀνάγκης πρόσωπον, ἕψεται ἄρα τοῖς λέγουσιν ἓν αἴτιον τὸν Πατέρα καὶ τὸν Υἱὸν τοῦ Πνεύματος, ἓν πρόσωπον νομίζειν ἀμφότερα.

Εἰ δὲ μήτε τὸ ἓν αἴτιον αὐτοῖς κατὰ τὴν κοινὴν φύσιν εἴληπται, μήτε μὴν εἰς πρόσωπον ἀναφέρεται—παρὰ ταῦτα δὲ ἕτερον τρόπον ἑνὸς ἐπὶ τῆς θεολογίας οὐδὲ ἀναπλάττειν ἐστί—πῶς οὐ ψεῦδος ἓν αἴτιον λέγειν τὸν Πατέρα καὶ τὸν Υἱὸν τοῦ Πνεύματος; [Ἔνστασις:] Εἰ δὲ λέγοιεν τρόπον ἕτερον ἑνὸς ὑπολείπεσθαι καθ’ ὃν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὁμοῦ ἓν τοῦ Πνεύματος αἴτιον; [Λύσις:] Πρῶτον μὲν τοῦτον δεικνύτωσαν, ἔπειτα σαφῶς ἴστωσαν διττὰς ἡμῖν ἀρχὰς ἀξιοῦντας τοῦ Πνεύματος, διαφόρως ἐχούσας τὸ ἕν, τὴν μὲν προσωπικῶς, οὐ τοιαύτην δὲ τὴν ἑτέραν· τοῦτο δὲ καὶ παρ’ αὐτοῖς ἄτοπον.

Ἔτι τοῖς λέγουσι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, πᾶσα ἀνάγκη πλείω ταὐτότητα νέμειν Πατρὶ καὶ Υἱῷ, ἢ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ μᾶλλον ἓν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν, ἢ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Πάντα μὲν γὰρ τὰ κοινὰ Πατρὶ καὶ Πνεύματι, κοινὰ Πατρὶ καὶ Υἱῷ· πρόσεστί γε μὴν αὐτοῖς καὶ τὸ τῆς προβολῆς πρᾶγμα τοσοῦτον καθ’ ἥν, ὡς φασίν, ἕνα τὸν Πατέρα καὶ τὸν Υἱόν, οὗ κοινωνεῖν τὸ Πνεῦμα ἀμήχανον, ὥστε κινδυνεύει τὸν μὲν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἓν εἶναι κατ’ οὐσίαν μόνον, τὸν μέντοι Πατέρα καὶ τὸν Υἱὸν μὴ κατ’ οὐσίαν μόνον ἔχειν τὸ ἓν ἀλλὰ καὶ κατά τι προσωπικόν, τὸ αἴτιον δηλαδή, ὡς διπλῆν μὲν εἶναι τὴν ἑνότητα Πατρὸς καὶ Υἱοῦ τῆς ἑνότητος Πατρὸς καὶ Πνεύματος, ἐκ τοῦ ἐναντίου δὲ μᾶλλον διαφέρειν τὸν Πατέρα τοῦ Πνεύματος, ἤπερ τὸν Υἱὸν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ἄτοπα καὶ πολὺ τὸ δεινὸν καὶ παρὰ τὰς ἀποστολικὰς παραδόσεις τὰ ἐκ τούτων ἀναφυόμενα, ἀνάγκη τῷ Πατρὶ μόνῳ τὴν αἰτίαν διδόναι τοῦ Πνεύματος, εἴπερ ἡμῖν μέλλει καὶ ὁπωσοῦν τὴν ἀρχαίαν σῴζειν θεολογίαν· «πάντα γὰρ τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ κοινὰ καὶ τῷ Πνεύματι» ὁ θεῖος ἔφη Βασίλειος Εὐνομίῳ πολεμῶν· καὶ «ὅσα ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, κοινωνικῶς καὶ ἡνωμένως καὶ τῷ ἁγίῳ Πνεύματι» ὁ θεαρχικὸς ἀνατίθησι λόγος.

Ὥστε εἰ τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ, ἦν ἂν τοῦτο καὶ τῷ Πνεύματι· εἰ δὲ τοῦτο κομιδῇ τῶν ἀτόπων, οὐδ’ ἄρα κοινὸν Πατρὶ καὶ Υἱῷ. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν μὴ ἀναγκαῖον εἶναι τὸν λόγον, οὐδὲ γὰρ οὕτω πλείω τὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ τῶν κοινῶν Πατρός τε καὶ Πνεύματος, ἔστι γὰρ ἀντὶ τοῦ προβάλλειν, ὅπερ οὐκ ἔστι τῷ Πνεύματι, τὸ μὴ γεννᾶσθαι κοινὸν Πατρί τε καὶ Πνεύματι, οὗ μετεῖναι τῷ Υἱῷ παντάπασιν ἐπαχθές· οὔτε γὰρ ὁ Πατὴρ γεννᾶται οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον. Ἂν δὴ ταῦτα λέγωσιν, ἀληθῆ μὲν λέγουσι, πρὸς τὸν λόγον δὲ οὐδὲν πλέον. [Λύσις:] Πρῶτον μὲν γὰρ οὐ περὶ τοιαύτης κοινότητος ὁ λόγος.

Τίς γὰρ εἴρηκεν ἓν τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸ μὴ γεννᾶσθαι, ὥσπερ ὑμεῖς ἓν τῷ αἰτίῳ τὸν Πατέρα καὶ τὸν Υἱόν; Εἰ δὲ καὶ μηδεὶς ὁ λέγων, τίς ἡ συνελαύνουσα τὸν λόγον ἀνάγκη μὴ λέγειν τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον δύο πρόσωπα μὴ γεννηθέντα, ὅπερ ὑμεῖς καὶ σφόδρα εὐλαβεῖσθε τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀξιοῦν δύο ἀρχὰς καὶ δύο τοῦ Πνεύματος αἴτια; Ὥστε ἣν μὲν κοινότητα προσωπικὴν οὖσαν καὶ ἡμεῖς ἀληθῆ νομίζομεν, νομίζετε δὲ καὶ ὑμεῖς, οὐ ποιεῖ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἕν· ἣν δὲ ὑμεῖς τῷ Πατρὶ καὶ τῷ Υἱῷ δίδοτε, τὴν κατὰ τὸ προβάλλειν δηλαδή, σαφῶς εἰς τὰ πρόσωπα ἀναφερομένην, ἓν ὡς φατὲ δείκνυσιν αἴτιον τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὥστε οὐχ ἡ αὐτὴ κοινότης ἐνταῦθα κἀκεῖ, ἀλλ’ ἡ μέν, τὸ ἄτοπον ἔχει μεθ’ ἑαυτῆς, προσωπικὴν γὰρ ἐξ ἀνάγκης χαρακτηρίζει ταὐτότητα, καὶ μᾶλλον ἓν εἶναι συνάγει τὸν Πατέρα καὶ τὸν Υἱὸν ἢ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τῇ δέ, οὐδὲν τούτων μέτεστι δύο, κἂν τῇ κοινότητι τηρούσῃ τὰ θεαρχικὰ πρόσωπα, λέγω δὴ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· πρῶτον μὲν τοῦτο.

Δεύτερον δέ, πῶς τὸ μὴ γεννᾶσθαι ἐπὶ τοῦ Πατρὸς ἀκούεις; Εἰ μὲν ὥσπερ οἱ θεολόγοι φασὶ τὸ ἀγέννητον, ὅπερ ἐστὶ τῷ ἀνάρχῳ καὶ ἀναιτίῳ ταὐτόν, σαφῶς τὸ μὴ γεννᾶσθαι οὐδεμιᾷ μηχανῇ κοινὸν καὶ τῷ Πνεύματι· μόνῳ γὰρ τῷ Πατρὶ τοῦτο πρόσεστι, καὶ οὕτω πολλῷ πλέον δύο καὶ κατὰ τὸ μὴ γεννᾶσθαι ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦτο μὲν καὶ σὺ δίδως, σφόδρα γε ἀναγκαῖον ὄν, τὸ δὲ μὴ γεννᾶσθαι κοινὸν Πατρὶ καὶ Πνεύματι λέγεις, ὅπερ τὴν τοῦ γεννηθῆναι στέρησιν δείκνυσιν· ὃ δὴ καὶ καλῶς ποιῶν Ἀριστοτέλης οὐδὲ ὄνομα ἀξιοῖ, οὐδὲ ῥῆμα, ἀλλὰ ῥῆμα ἀόριστον, ὅτι καὶ τῷ μὴ ὄντι προσήκει· καὶ πῶς εὔλογον τὸ ἀόριστον εἰς τάξιν καὶ ὅρον καὶ ταῦτα τῶν θεαρχικῶν προσώπων προσίεσθαι, ἃ καὶ τἄλλα εἰς τάξιν ἄγει; Τὸ γὰρ ἴδιον ἐν τούτοις ὅπερ τοῖς ἄλλοις ὁ ὅρος δύναται.

Ἔπειτα οὐ δίκαιον ἀντὶ τῆς κοινότητος τῆς κατὰ τὸ προβάλλειν, τοιαύτην ἐπεισάγειν κοινότητα πολὺ τὸ ἀνόμοιον ἔχουσαν· ἀλλ’ ἀντὶ ταύτης, ἣ τὸ μὴ γεννᾶσθαι δίδωσι τῷ Πατρὶ καὶ τῷ Πνεύματι, λογίζεσθαι τὸ μὴ ἐκπορεύεσθαι προσῆκον Πατρὶ καὶ Υἱῷ· στερητικὸν γάρ, ὥσπερ τὸ μὴ γεννᾶσθαι, οὕτω δὴ καὶ τὸ μὴ ἐκπορεύεσθαι· καὶ κατ’ αὐτό γε τοῦτο οὐκ ἄν τις εἴποι τὸν Πατέρα καὶ τὸν Υἱὸν ἕν, ὥσπερ οὐδὲ κατ’ ἐκεῖνο τὸν Πατέρα καὶ τὸ Πνεῦμα, ἀλλὰ κἀνταῦθα παραπλησίως ἐκεῖ δύο πρόσωπα τὸν Υἱὸν καὶ τὸν Πατέρα ἐρεῖ μὴ ἐκπορευόμενα. Ὥστε κἂν τοῖς στερητικοῖς ἴσης οὔσης τῇ κοινότητι Πατρὸς καὶ Υἱοῦ τῆς κοινότητος Πατρός τε καὶ Πνεύματος, διὰ τὴν προβλητικὴν δύναμιν ἕν τι ποιοῦσαν τὸν Πατέρα καὶ τὸν Υἱόν, τὸ πλέον ἔξει ἡ κοινότης Πατρὸς καὶ Υἱοῦ τῆς κοινότητος Πατρός τε καὶ Πνεύματος. Ὥστε ἀρκοῦσαν φυγὴν τῶν ἀναφυομένων ἀτόπων, οὐδεμίαν ἄλλην εὕροι τις ἄν, ἢ τὸ μηδαμῶς ἀξιοῦν τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος.

Ἔτι, εἰ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος, ἐπεὶ τὸ αἴτιον ἐνταῦθα προσωπικῶς εἴρηται καὶ καθ’ ὑπόστασιν τὸ προβάλλειν ὡς δέδεικται Πατρὶ καὶ Υἱῷ, ζητητέον ἐστὶν ὅταν λέγωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν ἓν τοῦ Πνεύματος αἴτιον, τί ποτε περὶ τοῦ αἰτίου τούτου λογίζεσθαι χρή; Πότερον, αἴτιόν ἐστιν ἀναίτιον οὐδεμίαν ἑαυτοῦ πρεσβυτέραν αἰτίαν ἔχον, ὥσπερ εἴ τις λέγοι τὸν Πατέρα ἓν τοῦ Πνεύματος αἴτιον, ἢ ἐξ ἀρχῆς ἐστιν ἐπαναβεβηκυίας αὐτό, ὥσπερ εἴ τις τὸν Υἱὸν φαίῃ ἓν τοῦ Πνεύματος αἴτιον, ἢ ἑκάτερον ἀνὰ μέρος καὶ ἄναρχόν ἐστι καὶ ἐξ ἀρχῆς, νῦν μὲν τοῦτο νῦν δὲ ἐκεῖνο, ἢ οὐδέτερον; Ἀλλ’ εἰ μὲν τὸ πρῶτον, κληρονόμος ἔσται τῆς τοῦ ἀναιτίου ἰδιότητος ὁ Υἱός. Εἰ δὲ τὸ δεύτερον, καθαιρήσομεν τὸν Πατέρα, τὸ τοῦ ἀγεννήτου ἰδίωμα ἀποστεροῦντες αὐτὸν καὶ χώραν αἰτιατῷ προσήκουσαν νέμοντες. Εἰ δὲ τὸ τρίτον, καὶ πῶς ἂν εἴη τὸ αὐτὸ καὶ ἀναίτιον καὶ αἰτιατόν; Ταὐτὸν δὲ εἰπεῖν ἀναίτιον καὶ οὐκ ἀναίτιον καὶ ἔκ τινος καὶ οὐκ ἔκ τινος· οὕτω γάρ ἐστιν εἰς ταὐτὸ τὴν ἀντίφασιν συνιέναι. Ἀλλὰ καὶ τὸ τέταρτον ὁμοίως ἀδύνατον ἵνα μὴ λέγωμεν ἀσεβές, τῶν ἀτόπων πολλαπλασίων ἐπιρρεόντων, καὶ ἅμα οὕτως ἔχοντος τοῦ κακοῦ· οὔτε γὰρ ἀναίτιον τοῦτό γε, ἵνα μὴ τὰ Μανιχαίων πάθωμεν, οὔτε μὴν ὑπ’ ἀρχὴν τελεῖ, οὐ γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακόν.

Εἰ δὲ ταῦτα ἀδύνατα καὶ πολλὴ μετὰ τῆς βλασφημίας ἡ ἄνοια, οὐδ’ ἄρα τὸν Πατέρα καὶ τὸν Υἱὸν μετ’ εὐσεβείας λέγειν ἐστὶν ἓν τοῦ Πνεύματος αἴτιον. [Ἔνστασις:] Ἀλλὰ τί πρὸς ταῦτα φασί; Θεὸν ἕνα λέγομεν τὸν Πατέρα καὶ τὸν Υἱόν· τοῦτον δὲ τὸν ἕνα Θεὸν οὔτε αἴτιον εἴποιμεν ἄν, οὔτε μὴν αἰτιατὸν οὔτε μὴν ἑκάτερον ἀνὰ μέρος, ἀλλ’ οὐδεμὴν οὐδέτερον. Ἐξ ἑκάστου γὰρ ἕψεται βλασφημιῶν ἀφορμὴ τὴν ὁμοίαν ἐπισυρομένη τῶν ἀτόπων φοράν, καὶ ὅμως οὐδεὶς εἰς εὐσεβοῦντας τελῶν παραιτεῖται διὰ ταῦτα λέγειν ἕνα Θεὸν τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὥστε εἰ μὲν ἄτοπον τὸ λέγειν ἓν αἴτιον τοῦ Πνεύματος τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τοῦτο· εἰ δὲ οὐδαμῶς τοῦτο, πῶς ἐκεῖνο; [Λύσις:] Ἀλλ’ ὦ μακάριε, οὐχ ὅμοιος ὁ λόγος, οὐδ’ ἐγγύς. Ὅταν μὲν γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἕνα λέγῃς Θεόν, τὴν ἀπερινόητον ἐννοεῖς οὐσίαν καὶ τὸ ἓν οὐ κατ’ ἀριθμὸν οὐδὲ μὴν προσωπικῶς ἐννοεῖς, τοῦτο γὰρ ἰουδαϊκόν, ἀλλὰ τῇ φύσει δίδως, καθ’ ἧς, μιᾶς καὶ τῆς αὐτῆς οὔσης, οὔτε τὸ αἴτιον κατηγοροῦμεν, οὔτε μὴν τὸ αἰτιατόν· οὔτε γὰρ ἡ θεία οὐσία αἰτία τῶν θεαρχικῶν ὑποστάσεων, οὔτε μὴ αἰτιατή.

Εἰ γὰρ ὡς ἄν τινες φαῖεν, ἡ τοῦ Πατρὸς οὐσία αἰτία τῆς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, πολλὰς οὐσίας ἐπὶ τῆς Τριάδος ὁμολογεῖν ἀνάγκη, τὴν μὲν αἰτίαν τὴν τοῦ Πατρός, αἰτιατὰς δὲ τήν τε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· καὶ τούτου κρατοῦντος, οὐ πόρρω τῆς Ἀρείου μανίας τὸ καθ’ ἡμᾶς. Ἀναίτιον γὰρ τὴν θείαν οὐσίαν ἴσμεν καὶ μίαν καὶ τὴν αὐτὴν τῶν τριῶν ὑποστάσεων, τὸ δὲ αἰτιατὸν καὶ τὸ αἴτιον τῶν ὑποστάσεων εἰσὶν ἰδιώματα, ἐφ’ ὧν πᾶσα ἀνάγκη τὸ ἕτερον ὁμολογεῖν, εἰ μέλλοιμεν εὐσεβεῖν. Ὥστε ὅταν μὲν λέγωμεν ἕνα Θεὸν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐκ ἀναγκαῖον πρὸς τοὺς ἐρωτῶντας, πότερον ὁ εἷς Θεὸς αἴτιος ἢ αἰτιατός, τὸ ἕτερον ἀποκρίνασθαι, ἀλλὰ μᾶλλον ἐξ ἀνάγκης οὐδέτερον, καὶ οὕτως οὐδὲν ἄτοπον ἕπεται· ὅταν δὲ λέγωσι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μιᾶς τοῦ Πνεύματος ἀρχῆς οὔσης, πότερον ἡ μία αὕτη ἀρχὴ προσωπικῶς εἰλημμένη, αἰτία ἐστὶν ἀναίτιος ἢ αἰτιατή; Ἐνταῦθα δὴ καὶ ἡ ἀπόκρισις ἀναγκαία. Τοῖς γε οὐκ ἀναιροῦσι τὰς τῆς θεολογίας ἀρχὰς καὶ τὸ ἄτοπον ὁ λόγος ἔχει μεθ’ ἑαυτοῦ, ὁπότερον λέγει τις.

Ὅτι δὲ ταῦτα ἀληθῆ φησὶν ὁ θεῖος Ἰωάννης ἐν τῷ ἑκατοστῷ κεφαλαίῳ τῶν θεολογικῶν: «Τὸ ‘ἀγέννητον’ καὶ ‘γεννητὸν’ οὐ φύσεως ἀλλ’ ὑποστάσεως, ἤτοι τὸ γεννηθῆναι καὶ μὴ γεννηθῆναι ὅπερ διὰ τῶν δύο ‘νν’ ἐκφέρεται»· Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ: «Ὅθεν γινώσκομεν ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι ἀλλ’ ὑποστάσεως· εἰ γὰρ φύσεως ἦν οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον.» Καὶ ὁ θεῖος Μάξιμος: «Ἡ μὲν οὐσία κοινόν τι οὖσα καθ’ ὧν λέγεται καὶ ἀπερίγραπτον καὶ μή ποτε καθ’ ὅτι οὖν ἑνὶ προσώπῳ περιγραφομένη, οὐκ ἄν ποτε αἰτία ὑποστάσεως φαίνοιτο.» Ὁρᾷς ὡς τὸ αἴτιον καὶ αἰτιατὸν οὐκ ἔχει χώραν ἐπὶ τῆς οὐσίας κατηγορεῖσθαι; Τὸ γὰρ γεννᾶσθαι φησὶν οὐκ ἔστι φύσεως καὶ οὐκ ἄν ποτέ φησιν ἡ οὐσία αἰτία ὑποστάσεως φαίνοιτο.

Ταῦτα δὲ σαφῶς ἐστιν ἐκβάλλοντος καὶ ἀμφότερα κατὰ τῆς οὐσίας κατηγορεῖσθαι. Καὶ Λατῖνοι δὲ φαίνονται πόρρωθεν ταύτῃ τῇ δόξῃ χρώμενοι. Αὐγουστῖνος μὲν γὰρ ἐν τῷ πρώτῳ τῶν περὶ Τριάδος περὶ τῆς θείας οὐσίας τοιάδε φησίν: «Οὐδὲν γεννᾷ ἑαυτό, ἀλλ’ εἰ ἡ οὐσία γεννᾷ οὐσίαν, οὐκ ἂν ἐγέννα εἰ μὴ ἑαυτήν, διὰ τὸ μηδὲν εἶναι ἐν τῷ Θεῷ τῆς θείας κεχωρισμένον οὐσίας.» Θωμᾶς δὲ τῇ ῥήσει ταύτῃ χρώμενος συμπέρασμα ἐπάγει τοιόνδε: «Οὐκ ἄρα ἡ οὐσία οὐσίαν γεννᾷ.» Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ βιβλίου ἐν κεφαλαίῳ ... ἐν οἷς περὶ θείων ὀνομάτων διαλέγεται φησίν: «Ἡ θεία φύσις ἐν τῷ Υἱῷ οὐ γεννᾶται οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός.» Καὶ Οὔγων δὲ καίτοι τἄλλα οὐ καλῶς ἔχων, ὅμως ὑγιαίνειν ἐν τούτοις δοκεῖ· φησὶ γάρ: «Αὐτὴ μὲν ἡ οὐσία οὔτε προβάλλει, οὔτε γεννᾷ οὔτε γεννᾶται· τὰ γὰρ φυσικῶς τῇ οὐσίᾳ προσόντα τῇ θείᾳ, παντὶ προσώπῳ ἕπεται, ὥστε εἰ γεννητικὴ ἦν ἡ οὐσία, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐγέννησαν ἄν, ὧν οὐδὲν ἀληθείας σύνεγγύς ἐστι. Πρόδηλόν γε οὖν ὅτι οὐ καθὸ οὐσία ἐστὶν ὁ Πατὴρ γεννᾷ, ἀλλὰ καθὸ Πατήρ». [Ἀπορία:] Εἰ δέ τις ἀποροίη καὶ πῶς οἱ θεολόγοι φασὶν «οὐσίαν ἐξ οὐσίας», ἐκ τοῦ Πατρὸς δηλαδὴ τὸν Υἱόν, ἢ «σοφίαν ἐκ σοφίας», ἢ «ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεννηθῆναι», ἐκεῖνο λέγομεν: [Λύσις:] Πρῶτον μὲν ἵνα τὸ ὁμοούσιον δειχθῇ πολλαχοῦ τοῦ ἐκ τῆς οὐσίας αὐτὸ τοῦτο βουλομένου.

Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδ’ ἂν κατὰ φύσιν Πατὴρ ὁ Πατήρ. Ἔπειτα καὶ τὸ τῆς οὐσίας ὄνομα καὶ αὐτὸ τὸ τῆς ὑπάρξεως ἀντὶ τῆς ὑποστάσεως ἐστίν, ὅπου παρὰ τοῖς θεολόγοις ἐν χρήσει, ὡς αὐτοί φασιν ἑαυτοὺς ἐξηγούμενοι. Φησὶ γὰρ ὁ θεῖος Κύριλλος πρὸς Ἀσιανοὺς γράφων: «Ἐσαρκώθη ἡ φύσις τοῦ Θεοῦ λόγου», τοὐτέστιν ἡ ὑπόστασις· [Ζήτει καὶ τοῦ Θεολόγου ἀπὸ τοῦ πρὸς Ἥρωνα περὶ τούτου]· Θωμᾶς δὲ περιεργότερον ἐπιβάλλων, οὕτω φησὶ τοὺς θεολόγους ἐξηγούμενος: «Ὁ Υἱὸς οὐσία καὶ σοφία ὢν τοῦ Πατρὸς ἐξ αὐτοῦ ἐστιν οὐσίας καὶ ὄντος σοφίας»· ὥστε ὑγιῶς ἂν ἔχοι, μηδαμῶς ὅμοιον εἶναι τὸν λόγον, μηδὲ συμβαίνειν τὰ αὐτὰ ἄτοπα τοῖς τε λέγουσιν ἕνα Θεὸν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ Λατίνοις μίαν ἀρχὴν ἀξιοῦσι ταῦτα τοῦ Πνεύματος.

Ἔτι ὁ Πατὴρ κυρίως αἴτιος· μόνον γὰρ αἴτιος· οὐ γὰρ δὴ καὶ αἰτιατός. Τὸ Πνεῦμα τὸ ἅγιον κυρίως αἰτιατόν, μόνον γὰρ ἐξ ἀρχῆς, οὐ γὰρ δὴ καὶ ἀρχή. Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ περὶ Υἱοῦ πρώτῳ: «Ὁ Πατὴρ κυρίως, ὅτι μὴ καὶ Υἱός, ὥσπερ καὶ ὁ Υἱὸς κυρίως ὅτι μὴ καὶ Πατήρ· τὰ γὰρ ἡμέτερα οὐ κυρίως ὅτι καὶ ἄμφω· οὐ γὰρ τόδε μᾶλλον ἢ τόδε.» Καὶ ἐν τῷ πρὸς Ἥρωνα ὁ αὐτός: «Μήτε ἀγέννητον τὸν Υἱόν, εἷς γὰρ ὁ Πατήρ, μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής, ἵνα καὶ τοῦτο θεϊκὸν ἔχωσι τὸ μοναδικόν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου καὶ οὐχ υἱότητος. Ἀλλὰ καὶ ἀληθῶς Πατέρα τὸν Πατέρα καὶ πολύ γε τῶν παρ’ ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον.» Τοῦ τοίνυν Πατρὸς κυρίως τὸ αἴτιον ἔχοντος καὶ τοῦ Πνεύματος τὸ αἰτιατόν, εἰ μὲν τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ καὶ ὁ Υἱὸς κυρίως αἰτιατὸς ἔσται, ὥσπερ δὴ καὶ τὸ Πνεῦμα καὶ πρὸς τὸν γεγεννηκότα καὶ τὸ συγγενὲς αὐτοῦ Πνεῦμα καὶ κατὰ τοῦτό γε τηρήσει τὴν ὁμοιότητα τοῦ κυρίως τοιοῦτος εἶναι, μηδέποτε ἀφιστάμενος.

Εἰ δὲ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα ἐκπορεύεται, πᾶσα ἀνάγκη μήτε κυρίως αὐτὸν αἰτιατὸν εἶναι· ἔστι γὰρ καὶ τοῦ Πνεύματος αἴτιος, μήτε μὴν κυρίως αἴτιον· ἔστι γὰρ καὶ αἰτιατὸς ἐκ τοῦ Πατρός, ὥσπερ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῦτό γε ἄτοπον· τί γὰρ ἂν ἔχοι Θεὸς καθ’ ὑπόστασιν, ὃ μὴ κυρίως ἔχει;

Ἔπειτα, εἰ τοῦτο δοίημεν, καὶ τροπή τις καὶ ἀλλοίωσις περὶ τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Φησὶ γὰρ ὁ θεῖος Κύριλλος ἐν τοῖς Θησαυροῖς: «Οὐκ ἄν τις εἴποι νοῦν ἔχων ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ Υἱοῦ γέγονε Πατήρ, ἀλλὰ μᾶλλον διὰ τοῦτο, θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν τῷ Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν, ἀεὶ μένει Πατὴρ καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν μένει, τοῦθ’ ὅπερ ἐστὶ τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ, ὅμοιος ὢν καὶ κατὰ τοῦτο τῷ Πατρί.» Εἰ δὲ ταῦτα ἀληθῆ εἰκότα καὶ ἡμεῖς λέγοιμεν ἄν, ὥσπερ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν, αἴτιος ἀεὶ μένει καὶ εἰς αἰτιατὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ προελθὼν μένει, τοῦθ’ ὅπερ ἐστίν, αἰτιατὸς δηλαδή· τοῦ Πατρὸς τὸ ἀναλλοίωτον, καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ οὐκ ἄρα καὶ αἴτιος ὁ Υἱός, ἀλλὰ μόνον αἰτιατός. Εἰ δὲ καὶ αἴτιος, τροπή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις, ἀλλ’ ἄτοπον· Θεὸς γὰρ ὁ μονογενὴς «παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», ὡς τὰ λόγια φησίν.

Ἔτι εἰ ὁ Υἱὸς καὶ αἴτιος, καὶ διὰ τοῦτο οὐ κυρίως αἰτιατὸς οὐδὲ ὁ Πατὴρ κυρίως ἂν εἴη πρὸς αὐτὸν αἴτιος· ὃ γὰρ τῷ ἑτέρῳ τῶν ἀντικειμένων οὐ πρόσεστι, πᾶσα ἀνάγκη μηδὲ τὸ ἕτερον τοῦτό γε ἔχειν κυρίως· εἰ δὲ οὐ κυρίως αἴτιος ὁ Πατήρ, ἔσται ποτὲ καὶ μὴ τοιοῦτος· τὸ γὰρ μὴ κυρίως, τοιοῦτον. Ὥστε πρὸς τὴν τοιαύτην τῶν ἀτόπων ὑπερβολὴν ἓν μόνον πρὸς θεραπείαν ἀρκέσει, κυρίως αἰτιατὸν τὸν Υἱὸν λέγειν, καὶ ὅτι μόνον αἰτιατός, καὶ ὅτι μηδαμῶς κατὰ μηδένα τρόπον αὐτῷ προσήκει τὸ αἴτιον εἶναι, εἴ τις ἐπὶ τῆς θεότητος τὸ αἴτιον ἐκλαμβάνειν ἐθέλοι. [Ἔνστασις:] Εἰ δὲ λέγοιεν κυρίως καὶ ἀμφότερα τὸν Υἱὸν ἔχειν ὅτι μὴ πρὸς τὸ αὐτὸ καὶ αἰτιατὸς καὶ αἴτιος, ἀλλὰ πρὸς ἄλλο μὲν αἴτιος, πρὸς ἄλλο δὲ αἰτιατός, οὐκ ἀληθὴς ὁ λόγος. [Λύσις:] Οὐδὲ γὰρ οὕτως οἱ θεολόγοι, τὸ κυρίως, τοῦ μὴ κυρίως διώρισαν. «Τὰ γὰρ ἡμέτερα, φησίν, οὐ κυρίως ὅτι καὶ ἄμφω.» Οὐ πρὸς τὸ αὐτὸ δὲ ἡμεῖς ἑκάτερον λεγόμεθα, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. Καὶ ὁ θεῖος δὲ Κύριλλος «οὐκ ἄν τις εἴποι νοῦν ἔχων, φησίν, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ Υἱοῦ γέγονε Πατήρ.» Οὐκ εἶπεν «ἐπεὶ μὴ καὶ αὐτὸς τὸν Πατέρα ἐγέννησεν», ἀλλ’ ὅτι «μηδὲ Υἱοῦ γέγονε Πατήρ»· πρὸς ἄλλο καὶ ἄλλο, τὸ διάφορον τῆς σχέσεως ἐννοῶν. [

Ἔνστασις:] Εἰ δὲ καὶ τοῦτο προσθοῖεν: κυρίως μὲν αἰτιατὸς ὁ Υἱός, ἀλλ’ ὡς γέννημα, οὐκ ἔστι δὲ καὶ Πατὴρ ἀλλὰ προβολεύς· οὐκ ἀναγκαῖα φασίν. [Λύσις:] Εἰ γὰρ καὶ ὁ Υἱὸς αἰτιατὸς ὡς Υἱός, ἀλλὰ ἄλλο ἐστὶν αὐτῷ Υἱῷ εἶναι καὶ ἄλλο αἰτιατῷ εἶναι· ὥσπερ ἄλλο ἐστὶ τῷ ἀνθρώπῳ ζῴῳ εἶναι καὶ ἄλλο λογικῷ ζῴῳ εἶναι· κοινὸν μὲν γὰρ Υἱῷ καὶ Πνεύματι τὸ αἰτιατὸν καὶ ὃς ἂν ᾗ ὁρισμὸς αἰτιατοῦ, καθ’ ἑκατέρου ὡσαύτως κατηγορηθήσεται, τὸ δὲ Υἱὸς εἶναι ἢ Πρόβλημα, οὐ κοινὸν ἑκατέρῳ, ἀλλ’ ἴδιον ὡς ἀνωτέρω δέδεικται. [Ἔνστασις:] Εἰ δὲ δὴ καὶ τοῦτο φαῖεν: ὁ Υἱὸς ὡς δημιουργὸς κυρίως αἴτιός ἐστι τῶν ὅλων, ἔστι δὲ καὶ ὡς Υἱὸς κυρίως αἰτιατός, ὥστε ἑκάτερον κυρίως ἔχων ἐστὶ καὶ οὐδὲν ἄτοπον διὰ ταῦτα καὶ τοῦτό γε ὁμοίως ἔχειν, οὐδ’ οὕτως τὸ ἀναγκαῖον ὁ λόγος ἔχει. [Λύσις:] Πρῶτον γὰρ τὸ μὲν αἴτιον ἐπὶ τῆς δημιουργίας ἐδέξαντο, τὸ δὲ αἰτιατὸν ἐπὶ τῆς θεότητος· ταῦτα δὲ οὐκ εἰσὶν ἀντικείμενα ἀλλ’ ἢ ἀμφότερα ἐπὶ τῶν κτισμάτων ἀναγκαῖον εἰλῆφθαι, εἴπερ ὁ λόγος τὸ εἰκὸς ἔχει ἢ ἀμφότερα ἐπὶ τῆς θεότητος. Ἔπειτα κατὰ μὲν τὴν ὑπόστασιν ἔχει ὁ Υἱὸς τὸ αἰτιατὸς εἶναι, δημιουργεῖ γε μὴν οὐ κατὰ τὴν ἰδιάζουσαν ὑπόστασιν· οὕτω γὰρ οὐκ ἂν εἴη δημιουργὸς ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ κατὰ τὴν κοινὴν φύσιν, καθ’ ἣν εἷς δημιουργὸς ἡ Τριάς. Τοῦτο δὲ καὶ Θωμᾶς βούλεται. «

Πρόεισι γάρ φησιν ἡ κτίσις ἐκ Πατρὸς καὶ Υἱοῦ, ἐφ’ ὅσον εἰσὶν ἓν κατ’ οὐσίαν.» Ὥστε κατ’ ἄλλο μὲν ὁ Υἱὸς αἴτιός ἐστι τῶν ὅλων, κατ’ ἄλλο δὲ τὸ αἰτιατὸς εἶναι ἔχει, δηλαδὴ τὴν ὑπόστασιν· ἄλλο δὲ ὑπόστασις καὶ ἕτερον οὐσία, καὶ οὐ πάντῃ ταὐτόν. Τοῦτο δὲ οὐκ ἄτοπον.

Ἡμεῖς δὲ ἀνωτέρω τὸν Υἱὸν ἐδείξαμεν καὶ ἀμφότερα ἔχοντα καθ’ ὑπόστασιν τό τε αἰτιατὸν καὶ τὸ αἴτιον· τοῦτο δέ, ἄτοπον. Εἴπερ τούτου κειμένου οὐδέτερον ὁ Υἱὸς κυρίως ἔχει μεθ’ ἑαυτοῦ, καὶ τροπή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις. Ὅτι μὲν οὖν εἴ τις ἀξιοίη καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι πολλαῖς αἰτίαις ἐνέχοιτ’ ἄν, καὶ ὡς φορά τις ἀτόπων ἐκ τῆς ὑποθέσεως ταύτης τῇ ἐκκλησίᾳ Θεοῦ προστρίβεται, δῆλον ἐκ τούτων.