Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Η διδασκαλία του αγίου Ιωάννου Δαμασκηνού και η αναίρεση των σχολαστικών διακρίσεων

Η μαρτυρία του αγίου Ιωάννου του Δαμασκηνού και άλλων Πατέρων κατά της εκπορεύσεως εκ του Υιού. Αναιρείται το λατινικό επιχείρημα περί πρωτεύουσας και δευτερεύουσας αιτίας και επικρίνεται η σχολαστική μέθοδος του Θωμά Ακινάτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 10 από 10

Εἰ δὲ καὶ προσεχῶς ἐκ τῶν ἐπὶ τῶν χρόνων ἐκείνων πατέρων ζητεῖς τὴν ἀπόδειξιν, παρέξομαί σοι μάρτυρας, οὐχ οὓς ἄν τις φαίῃ ῥᾳδίως, οὐδὲ ψευδομένους τοὔνομα, ἀλλὰ τοὺς μέχρις αἵματος ὑπὲρ τῆς εὐσεβείας ἠγωνισμένους, ὧν ἐν οὐρανοῖς τὰ ὀνόματα, οἳ τὴν ἐκκλησίαν οὐ λόγοις μόνον ἀλλὰ καὶ τοῖς αἵμασι τοῖς ἑαυτῶν πολλῷ πρότερον διατελοῦσι κοσμοῦντες. Ὧν πρῶτος ὁ μακάριος Ἰωάννης ὁ Σύρος, ὃς τὸν αὐτὸν τῇ μακαρίᾳ συνόδῳ τρέχων ἀγῶνα, ἀπεκόπη μὲν τὴν δεξιὰν εὐτυχῶς, ἀπέλαβε δὲ αὐτὴν παρὰ τῆς τοῦ Κυρίου μητρὸς εὐτυχέστερον, ἥ, καὶ βουλόμενον αὐτὸν σιωπᾶν, ἐπὶ τὴν θεολογικὴν ἐκάλεσε συγγραφήν. ᾯ τοσοῦτον θεολογίας περίεστιν, ὡς μηδὲ Λατίνους ἀνηκόους εἶναι τῆς ἐκείνου φωνῆς. Μόνος γὰρ οὗτος, ἢ κομιδῇ σὺν ὀλίγοις, κοινὸς ἐπὶ θεολογίᾳ διδάσκαλος τῆς τε Ἰταλῶν ἐκκλησίας τῆς τε ἡμετέρας. Οὗτος τοίνυν ὁ πολυύμνητος Ἰωάννης, ἡ κοινὴ φιλοτιμία τῆς τοῦ Χριστοῦ ἐκκλησίας, παρὰ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων καὶ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων ἀκούων ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οὕτως ἀνέγνω τὴν ῥῆσιν καὶ κοινὸν τοῦτο δόγμα τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐνόμισεν, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον μόνου καὶ ὡς κατὰ μηδένα τρόπον προσηκούσης τῆς τοῦ Πνεύματος προβολῆς τῷ Υἱῷ.

Ἐν μὲν γὰρ τῷ ὀγδόῳ τῶν θεολογικῶν, «χρὴ γινώσκειν φησίν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα· τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ Πατέρα, λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ Πατρός, καὶ Υἱὸν τοῦ Πατρός· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν· ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν καὶ δι’ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν· “ἐνεφύσησε γὰρ καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ: λάβετε Πνεῦμα ἅγιον”»· ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ, «ἡμῖν εἷς Θεός φησιν, ὁ Πατὴρ καὶ ὁ Λόγος αὐτοῦ καὶ τὸ Πνεῦμα αὐτοῦ.

Λόγος δὲ ἐνυπόστατον γέννημα, διὸ καὶ Υἱός. Καὶ Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δὲ καὶ οὐκ ἐξ Υἱοῦ, ὡς πνεῦμα στόματος Θεοῦ, λόγου ἐξαγγελτικόν. Πάντως δὲ καὶ τὸ στόμα οὐ μέλος σωματικόν· καὶ τὸ Πνεῦμα οὐ πνοὴ λυομένη καὶ διαχεομένη.» (Ζήτει μαρτυρίαν ἑτέραν αὐτοῦ ἐν ᾗ φησὶ πάντα τὰ δηλοῦντα αἰτίαν ὀνόματα τῷ Πατρὶ μόνῳ προσαρμοστέα).

Ταῦτα μὲν ἡ θεολόγος διέξεισι γλῶττα. Ὅτι δὲ τὰ εἰρημένα οὐ παρ’ ἑαυτοῦ λαβὼν ὁ μακάριος οὗτος ἔχει, ἀλλὰ τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις τοῖς ἐκείνων ἑπόμενος τὰ τοιαῦτα θεολογεῖ, φανερὸν μέν, ἐν οἷς οὐ λέγω φησίν, ἀλλὰ λέγομεν, εἰς πᾶσαν τὴν ἐκκλησίαν τὰ δόγματα ταῦτα ἀναφέρων. Φανερὸν δέ, οἷς ἐν πάσῃ τῇ ἑαυτοῦ συγγραφῇ τοῖς τῶν μακαρίων πατέρων λόγοις διατελεῖ χρώμενος, Διονυσίου φημὶ καὶ Γρηγορίου καὶ Βασιλείου καὶ Μαξίμου καὶ εἴ τις κατ’ ἐκείνου ποτὲ μὲν τῶν ῥήσεων αὐτῶν ἀπομνημονεύων, ποτὲ δὲ ταύτας ἀναπτύσσων τε καὶ μεταποιῶν, καὶ οὕτω πρὸς τὸ σαφέστερον ἕλκων τὸν λόγον. Οὐ μήν, ἀλλὰ καὶ αὐτὸς οὐκ ἐρυθριᾷ τὰ τοιαῦτα ὁμολογῶν· φησὶ γὰρ ἀρχόμενος τῆς θεολογίας τῆς ἑαυτοῦ: «ἐρῶ δὲ ἐμὸν μὲν ὡς ἔφην οὐδέν, τὰ δὲ τοῖς ἐγκρίτοις τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος, ὅση δύναμις, συντετμημένον τὸν λόγον ποιήσομαι.» Εἰ δὲ οἱ τῶν ἀποστόλων διάδοχοι καὶ οἱ τῶν θεολόγων ἄκροι, μετὰ τῆς μακαρίας ταύτης συνόδου, οὕτω δόξης περὶ τοῦ Πνεύματος ἔχουσι, Λατῖνοι δὲ τοὐναντίον, οὐκ οἶδα τί ποτε τοῦτο νομίσαι χρή.

Ἔτι ὁ αὐτὸς ἐν κεφαλαίῳ τρισκαιδεκάτῳ τῶν θεολογικῶν, ᾧ ἡ ἐπιγραφή: «Περὶ θείων ὀνομάτων ἀκριβέστερον», «Ὁ Πατήρ φησι, πηγὴ καὶ αἰτία Υἱοῦ καὶ Πνεύματος. Ὁ Υἱός: Υἱός, Λόγος, σοφία, δύναμις, εἰκών, ἀπαύγασμα, χαρακτὴρ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Πατρός, οὐχὶ Υἱὸς δὲ τοῦ Πνεύματος. Τὸ Πνεῦμα τὸ ἅγιον:

Πνεῦμα τοῦ Πατρός, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, οὐδεμία γὰρ ὁρμὴ ἄνευ Πνεύματος, καὶ Υἱοῦ δὲ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ.» Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τὴν θεόσωμον τοῦ Κυρίου ταφὴν τοιάδε φησί: «Τοῦτο ἡμῖν τὸ λατρευόμενον: Πατήρ, Υἱοῦ γεννήτωρ ἀγέννητος, οὐ γὰρ ἔκ τινος· Υἱός, τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος· Πνεῦμα ἅγιον, τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ μὲν λέγεται, ὡς δι’ αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν.» Σκόπει δέ! Οὐ γὰρ τὰ τοιαῦτα ῥᾳδίως παριέναι προσήκει! Πρότερον γὰρ εἰπὼν «οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα», οὕτως ἐπήγαγε: «μόνος αἴτιος ὁ Πατήρ», παραπλησίως Διονυσίῳ· καὶ γὰρ κἀκεῖνος εἰπὼν «διακρίνεται τῇ πηγῇ ὁ Πατὴρ τοῦ Υἱοῦ», ἐπάγει «μόνη πηγὴ ὁ Πατήρ», εἰδότες σαφῶς ὡς οὐκ ἂν εἴη τὸ δεύτερον, εἰ μὴ τὸ πρῶτον συγχωρηθείη. Ὥστε καὶ ἑκάτερον ἑκατέρῳ ἀντιστρέφειν ἀνάγκη· εἴτε γὰρ ὁ Πατὴρ μόνος αἴτιος θεότητος, οὐκ ἔχει τὴν ὕπαρξιν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, εἴτε τοῦτο, ἕπεται μόνον αἴτιον τὸν Πατέρα εἶναι· τὸν ὅμοιον τρόπον καὶ ἐπὶ τῆς πηγῆς· ταὐτὸν γὰρ αἴτιον καὶ πηγή. Ὥστε ἠπατήθησαν οἱ ἀξιοῦντες σῴζεσθαι καὶ ἀμφότερα· καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, καὶ μόνην πηγὴν ἢ μόνον αἴτιον τὸν Πατέρα εἶναι.

Τὰ δ’ ἄλλα, οὕτω σαφῆ καὶ ἥκιστα τινὸς ἐργασίας δεόμενα, ὡς μηδὲ τοὺς πάνυ θαῤῥοῦντας ἑαυτοῖς ἀντιλέγειν ἔτ’ ἔχειν, ὡς οὐ πολέμιος τῇ Λατίνων καινοτομίᾳ, ὁ μακάριος οὗτος. Ἴσον δέ ἐστιν εἰπεῖν, καὶ πάντας μὲν διδασκάλους, πάσας δὲ συνόδους, εἴπερ αὐτὸς τοῖς ἐκείνων ἕπεσθαι διατείνεται καὶ μηδέν τι λέγειν, ὃ μὴ σφόδρα ἐκείνοις δοκεῖ.

Ἡ δὲ μακαρία σύνοδος αὕτη, τοσοῦτον τὴν αὐτοῦ θεολογίαν ἔχει θαυμάσασα, ὥστε καὶ ἀνακηρύττουσα «φωστῆρα τοῦτόν» φησι, «διαλάμποντα ἐν τῷ κόσμῳ, λόγον ζωῆς ἐπέχοντα.» Καὶ πάλιν: «Ἰωάννης ἠκολούθησε τῷ Χριστῷ, μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Ἀῤῥαβίᾳ θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, καὶ εἵλετο μᾶλλον συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Καὶ πάλιν: «Αὐτὸς οὖν τὸν σταυρὸν ἑαυτοῦ ἀράμενος καὶ ἀκολουθήσας αὐτῷ, ὑπὲρ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ ἐξ ἀνατολῶν διὰ Χριστοῦ ἐσάλπισε, μὴ φορητὴν ἡγούμενος τὴν ἐν ἀλλοδαπῇ γεγονυῖαν καινοφωνίαν καὶ τὴν κατὰ τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς ἐκκλησίας ἄθεσμον συσκευὴν καὶ λυσσώδη μανίαν, ἀλλὰ ταύτην θριαμβεύσας, πάντας παραινετικῶς καὶ νουθετικῶς ἠσφαλίζετο μὴ ἀπαχθῆναι μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.»

Εἰ δὲ ἡ μὲν θεία σύνοδος ἐκ τοιούτων πλέκει τοὺς ἐπαίνους αὐτῷ, ἐξ ὧν ἂν ἐπῄνεσε καὶ ἀπόστολον, αὐτὸς δὲ οὕτως ἐφίλησε τὸν Χριστὸν ὥστε μέχρις αἵματος τὴν προθυμίαν ὁρίσαι, ἡ δὲ τοῦ Θεοῦ Μήτηρ οὕτω πρὸς αὐτὸν εὐμενῶς εἶδεν, ὥστε καὶ ἐπανήγαγεν ἀποκοπεῖσαν ἐκείνῳ τὴν δεξιὰν καὶ γράφειν δὲ αὐτῷ ταῦτα προέτρεψεν· οὐ μὴν ἀλλὰ καὶ ἐπέπληξε τῷ κατὰ Θεὸν ἐκείνου πατρὶ σιωπὴν αὐτῷ παραγγείλαντι, αὐτὸς δὲ οὕτω δόξης ἔχει περὶ τῆς τοῦ Πνεύματος προβολῆς, ὡς διατείνεσθαι πόῤῥωθεν κοινὴν ταύτην τῶν θεολόγων οὖσαν ὑπόληψιν, ὅτι οὐκ ἐκπορεύεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· Λατῖνοι δὲ τοὐναντίον φασίν· οὐκ ἤδη σαφὴς ἐκείνοις ὁ πόλεμος, οὐ πρὸς τὰς οἰκουμενικὰς τῶν συνόδων μόνον, ἀλλ’ ἤδη καὶ πρὸς αὐτὴν τὴν τοῦ Κυρίου μητέρα; Ἡ γὰρ ἐπαναγαγοῦσα τὴν χεῖρα καὶ τὴν σιωπὴν λύσασα, κληρονομήσει πάντως καὶ τῶν κατ’ ἐκείνης ἐπαίνων, ἢ μέμψεων.

Οὐ μήν, ἀλλὰ καὶ ὁ θεῖος Θεόδωρος ὁ τῶν Γραπτῶν ἕτερος, προστάτης δὲ καὶ οὗτος τῆς εὐσεβείας ἐπὶ τῆς ἁγίας ταύτης συνόδου καὶ μαρτυρικοῖς φιλοτιμούμενος στίγμασι, μεθ’ ἡμῶν ἵσταται τούτῳ τῷ μέρει καὶ τὴν τοῦ Πνεύματος προβολὴν μόνῳ τῷ Πατρὶ θεολογικῶς ἀποδίδωσι. Καὶ διαποροῦσι, τί ποτε βούλεται τῇ συνόδῳ ταύτῃ, τὸ λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἀντ’ ἐξηγητῶν ἡμῖν γίνεται. Πάντως δὲ οὐδένας ἄλλους ἀξιόχρεως ἐξηγητὰς ἐκείνων μᾶλλον προσῆκε νομίζειν, οἳ καὶ τὴν εὐσέβειαν κλίνουσαν ἐπανήγαγον, καὶ λόγοις καὶ τοῖς αἵμασι τοῖς ἑαυτῶν, καὶ Πατέρες καὶ ἡγεμόνες καὶ βίου καὶ δογμάτων ἕνεκεν, καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς πάλης, τῆς μακαρίας ταύτης συνόδου κατέστησαν. Ἀλλὰ τῷ μὲν μακαρίῳ Ἰωάννῃ τί ποτε δοκεῖ περὶ τῆς τοῦ Πνεύματος προβολῆς εἴρηται.

Θεόδωρος δὲ ὁ ἀοίδιμος, κατὰ τῶν εἰκονομάχων ἀποδυόμενος καὶ λογογραφῶν τὴν ὁμολογίαν τῆς πίστεως τῆς ἑαυτοῦ, τοιάδε φησίν· ἡ δὲ τοῦ λόγου ἀρχὴ «Καιρὸν εἶναι τῷ παντὶ πράγματι, τὸ σολομώντειον ἡμᾶς ἐκεῖνο καὶ σοφὸν ἐμπεδοῖ λόγιον»: «Ὁποία δὲ ἡμῶν τῶν χριστιανῶν ἡ ὁμολογία καὶ ἥτις ποτέ ἐστι, καιρὸς ὡς οἷον τε ἐπιτεμόμενον φράσαι, ἡμεῖς τοίνυν καθὰ παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οἵ τε μετ’ ἐκείνους τὰ ἐκείνων διαδεξάμενοι θεοφάντορες καὶ θεῖοι ἡμῶν διδάσκαλοι, πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρωμένων καὶ ἀοράτων, ποιητήν τε καὶ Κύριον, ἄναρχον, ἀόρατον, ἀκατάληπτον, ἀναλλοίωτον, ἀτελεύτητον. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, ἀνάρχως καὶ πρὸ πάντων τῶν αἰώνων τῆς πατρικῆς οὐσίας ἐκλάμψαντα. Καὶ εἰς ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς προϊόν, καὶ Πατρὶ καὶ Υἱῷ συνθεολογούμενόν τε καὶ συνδοξαζόμενον, ὡς συμφυὲς καὶ συναΐδιον. Τριάδα μὲν δοξάζοντες ὑποστάσεσιν, ἤτοι προσώποις, καὶ ἑκάστῳ τῶν εἰρημένων ἀμιγεῖς καὶ ἀσυγχύτους τηροῦντες τὰς ἀφοριστικὰς ἰδιότητας, ὡς οὐδαμῶς μεταπιπτούσας ἢ κινουμένας·

Πατρὶ μὲν τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ νέμοντες· Υἱῷ δὲ τὴν γέννησιν· Πνεύματι δὲ τὴν ἐκπόρευσιν. Καὶ ὡς ἐξ αἰτίου τοῦ Πατρὸς τό τε γεννώμενον καὶ τὸ ἐκπορευόμενον νοοῦντες ἀπαυγάσαντα, καὶ ὡς φῶς ἑκάτερον ἐκ φωτὸς προελθόν, ἓν ὑπερκόσμιον τρισσοφεγγὲς καὶ τρισήλιον φῶς.» Ἐνταῦθα ἀκριβῶς καὶ δὴ προσήκει σκοπεῖν. Περὶ γὰρ τῆς τοῦ Πνεύματος προβολῆς καὶ τῆς αὐτοῦ θεότητος τὸν λόγον ποιούμενος, ἐν μὲν τῇ προβολῇ, τοῦ Πατρὸς ἐμνημόνευσε μόνον, ἐν δὲ τῇ θεολογίᾳ, συμπαρέλαβε καὶ τὸν Υἱόν· «Πνεῦμα γάρ φησι, τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς προϊόν, καὶ Πατρὶ καὶ Υἱῷ συνθεολογούμενον.» Τοῦτο δὲ καὶ ἑκάστην τῶν συνόδων τῶν οἰκουμενικῶν ἐν τῷ ὅρῳ τῆς πίστεως λέγουσαν ἔστιν ἰδεῖν· «Πιστεύειν γάρ φασι, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον.» Εἰ δὲ ὥσπερ συνθεολογεῖται Πατρὶ καὶ Υἱῷ, οὕτω καὶ προβαλλόμενον ᾔδεσαν ἐκ Πατρὸς καὶ Υἱοῦ, τί δήποτε; Τὸ μέν, οὐκ ἔστιν ὅτε οὐ λέγουσι, κἀν ταῖς ὁμολογίαις τῆς πίστεως κἀν τοῖς ὅροις τῆς εὐσεβείας καὶ πανταχοῦ, τὸ δέ, οὐδέποτε! Καὶ ταῦτα οὕτω προσεχῶς ἀμφοτέρων κειμένων, ἢ δῆλον ὅτι τὸ μὲν συνθεολογεῖσθαι τῷ Πνεύματι, οὐ τοῦ Πατρὸς μόνον ἀλλὰ καὶ τοῦ Υἱοῦ, τὸ δὲ προβάλλειν, τοῦ Πατρὸς ἰδιότης αὐτῷ μόνῳ πρέπουσα. Τί γάρ φησι; «

Τηροῦντες ἀμιγεῖς καὶ ἀσυγχύτους τὰς ἀφοριστικὰς ἰδιότητας, ὡς οὐδαμῶς μεταπιπτούσας ἢ κινουμένας, Πατρὶ μὲν τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ νέμομεν· Υἱῷ δὲ τὴν γέννησιν·

Πνεύματι δὲ τὴν ἐκπόρευσιν.» Εἰ δὲ ὥσπερ ἀφοριστικὴ ἰδιότης, Υἱοῦ μὲν ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις, οὕτω τοῦ Πατρὸς ἡ ἀγεννησία καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ, πῶς καὶ ὁ Υἱὸς θεότητος αἴτιος; Ἢ τούτου δοθέντος, πῶς ἐστι τηρεῖσθαι τὰς ἀφοριστικὰς ἰδιότητας ἀμιγεῖς καὶ ἀσυγχύτους;

Ἢ διατί τῶν ἰδιοτήτων τοῦ Πατρὸς κινουμένων, αἱ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἀκίνητοι μεμενήκασι; Ἵνα δὲ μή τις λέγῃ αἴτιον ἐνταῦθα κατὰ τὸ γεννᾶν ὁ θεολόγος εἴρηκεν, οὐκ εἶπεν ἰδιότητας τοῦ Πατρὸς τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον, οὐδὲ τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τοῦ ἐξ αὐτοῦ—οὕτω γὰρ ἂν εἶπον Λατῖνοι περὶ τοῦ Υἱοῦ τὴν ἀπόφασιν εἰρῆσθαι—ἀλλὰ τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ· αἴτιος δὲ ὁ Πατὴρ τῶν ἐξ αὐτοῦ, ὡς γεννῶν καὶ προβάλλων.

Ὥστε καὶ κατ’ ἀμφότερα τὰ σημαινόμενα τοῦ αἰτίου, ἰδιότης ὥσπερ ἡ ἀγεννησία, οὕτω δὴ καὶ τὸ αἴτιον τοῦ Πατρός, ἄν τε κατὰ τὸ γεννᾶν εἴπῃς ἄν τε κατὰ τὸ προβάλλειν. Ἀλλὰ καὶ τοῦ λόγου ἀρχόμενος, ταύτην εἶναι φησὶ τὴν τῶν χριστιανῶν ὁμολογίαν καὶ τὴν τῶν ἀποστόλων παράδοσιν καὶ τῶν πατέρων, τῶν ἐπιτρόπων τῆς ἐκείνων θεολογίας· ὥστε τὸ ἑτέρως ταῦτα δοξάζειν, ἐγὼ μὲν ὀκνῶ λέγειν τίνων, πᾶσι δὲ ὅμως γνώριμον.

Καὶ Νικηφόρος δὲ ὁ ἀοίδιμος, ὃν μέγαν οἱ κατὰ Χριστὸν ἀγῶνες ἐκάλουν—ἐστρατήγησε γὰρ τῷ Χριστῷ καὶ αὐτὸς ἐν τοῖς χρόνοις ἐκείνοις καὶ τῆς εὐσεβείας προὔστη, οὐκ ἄνευ αἵματος, οὐδὲ μεγάλων κινδύνων· ὃς φεύγων τὴν ἑαυτοῦ, ἐπανῆκεν ἡμῖν νεκρὸς ἀριστεύς, μαρτυρίου στέφανον περιφέρων, ἀγγέλοις μὲν ἥδιστος, δαίμοσι δὲ φοβερός, εὐμενὴς δὲ τοῖς οἰκείοις—οὗτος τὴν ἀποστολικὴν πίστιν τοῖς οἰκείοις διαπέμπων ἐκ τῆς ὑπερορίας, τοῦτο γὰρ ἡ τοῦ λόγου πρόθεσις, τοιάδε φησί: «Πίστιν τοίνυν τὴν καθ’ ἡμᾶς ἀσπαζόμενοι, τὴν εὐκλεᾶ καὶ ἀμώμητον καὶ ἧς οὐδὲν ἰσοστάσιον τοῦ παντὸς ἂν τιμησαίμεθα, ὑφ’ ἧς καὶ φρουρούμεθα, καταρτιζόμενοί τε συντηρούμεθα, ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα, μεθ’ ἧς Θεῷ ζῶντι προσκυνοῦμεν ἀληθινῷ καὶ λατρεύομεν εἰλικρινῶς ἐν ἀληθείᾳ καὶ Πνεύματι· ἣν δὴ μόνην ὁριζόμεθα, ἀληθῆ καὶ καθαρωτάτην, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, τὴν μίαν θεότητά τε καὶ κυριότητα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργόν, καὶ βασιλίδα πάσης φαινομένης καὶ νοουμένης κτίσεως, καθ’ ἣν ἓν τὰ τρία νοούμενα σέβομεν, καὶ τὸ ἓν ἐν τοῖς τρισὶ θεωρούμενον προσκυνοῦμεν· ὧν τὸ μὲν τῇ οὐσίᾳ γνωρίζεται, τὸ δὲ ταῖς ὑποστάσεσι καταγγέλλεται· μηδὲν τούτων ἐλαττοῦντες, μηδὲ ὑπερτιθέντες, ἀλλ’ ἑνοῦντες μὲν τῇ οὐσίᾳ, ὥσπερ δὴ καὶ ἀξίᾳ καὶ ὁμοτιμίᾳ καὶ δόξῃ, διαιροῦντες δὲ ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις καὶ ἰδιότησιν, ἑκάστης τούτων οὐσιωδῶς ὑφεστώσης, ἐν ὑπάρξει ἰδίᾳ ἀμερίστως νοουμένης, ὅπερ παράδοξον· εἰδότες τὸν μέν, αἴτιον καὶ γεννήτορα καὶ προβολέα, τὸν Πατέρα, ἄναρχον καὶ ἀναίτιον, ἄχρονον καὶ ἀίδιον· τὸ δέ, γέννημα καὶ Υἱόν, τῷ Πατρὶ συνάναρχον καὶ συναΐδιον, ἀναλλοίωτον καὶ ἀπαθῆ καὶ ἄῤῥουν, ἐκ Πατρὸς τὴν γέννησιν ἔχοντα, πρὸς αἴτιον δὲ καὶ ἀρχὴν τὸν Πατέρα ἀναφερόμενον· τὸ δέ, ἐκπόρευμα ἤτοι ἐκπορευτὸν καὶ ἁγιαστικὴν δύναμιν, τὸ Πνεῦμα τὸ ἅγιον, ἀχρόνως ἀεὶ ἐκ τοῦ Πατρὸς προϊόν, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς ἔχον τὴν πρόοδον, Πατρὶ καὶ Υἱῷ συνυπάρχον ἀιδίως, συμπροσκυνούμενον ὡς σύνθρονόν τε καὶ ὁμόδοξον καὶ ὁμότιμον καὶ ὁμόθεον, δι’ οὗ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ πάσῃ λογικῇ φύσει τὰ θεῖα προχεῖται χαρίσματα· καὶ οὕτως τῆς τρισσοφαοῦς θεαρχίας τὸ ἀπρόσιτον ἡμῖν καὶ ἀειλαμπὲς ἐναστράπτει σέλας, ἐξ ὧν καὶ τὸ ταὐτὸν καὶ ἑνιαῖον τῆς οὐσίας πιστεύεται καὶ τὸ τρισσὸν τῶν προσώπων δοξάζεται.

Τῶν συγχεόντων δὲ καὶ διαιρούντων τὰ συγχύσεως καὶ διαιρέσεως ἀνεπίδεκτα, ἡ ἀθεΐα καὶ ἀτοπία καταβέβληται καὶ κατήργηται, καθάπερ λοιπὸν οἱ θεολόγοι καὶ τῶν ἀῤῥήτων μύσται καὶ μυσταγωγοὶ ὀρθῶς τε καὶ ἐνθεέστατα κηρύσσοντες παραδεδώκασι.» Πάντως οὐ πολλὰ ἐπιλέγειν δεῖ ταῖς θεολογικαῖς ἀποφάσεσι ταύταις, ἐναργῶς τῷ προβλήματι παρισταμέναις· σαφῶς γὰρ τὸ αἴτιον, εἴς τε τὸν γεννήτορα καὶ προβολέα διελών, ἑκάτερον τούτων ὡς ἴδιον φέρων δίδωσι τῷ Πατρί, ὥσπερ τὸ γέννημα τῷ Υἱῷ, τὸ δὲ ἐκπόρευμα τῷ ἁγίῳ Πνεύματι, πρότερον τὸν Πατέρα αἴτιον προσειπών, ἀθύρματά τινα καὶ γραϊδίων μύθους καὶ παραπαιόντων ληρήματα τὰ περὶ αἰτίου τοῖς συκοφάνταις κατὰ τῆς ἀληθείας ἐξευρημένα ἀποδεικνύς. Ἀλλὰ καὶ ταύτην εἶναι φησὶ τὴν ἀμώμητον πίστιν καὶ τὴν ἀληθῆ καὶ καθαρωτάτην καὶ μεθ’ ἧς ζῶντι καὶ ἀληθινῷ προσκυνοῦμεν Θεῷ καὶ λατρεύομεν. Ὥστε ὁ τὴν ἐναντίαν ἰὼν καὶ τὸν Υἱὸν προβολέα τοῦ Πνεύματος ἀξιῶν, οὐ τὴν ἀληθῆ καὶ ὑγιᾶ πίστιν, ἀλλὰ φαύλην δή τινα καὶ ἐπίψογον περιφέρει καὶ ᾗ δικαίως ἀπιστήσειεν ἄν τις. Εἰ δὲ καὶ μετὰ ταύτης τῆς πίστεως, ζῶντι καὶ ἀληθινῷ προσκυνοῦμεν Θεῷ καὶ λατρεύομεν, εὐλαβοῦμαι περὶ τῶν τἀναντία δοξαζόντων καὶ οὐκ οἶδα τί φῶ. Ἀλλὰ καὶ τὸ τὰ ἴδια κοινὰ ποιεῖν, συγχεόντων ἐστὶ τὸ τῆς Τριάδος μυστήριον· τὸ δὲ τοιοῦτον, ἀθεΐαν ὁ τῆς ἀληθείας μάρτυς καλεῖ.

Ἔστιν οὖν ὅστις ἂν δικαίως ἡμῖν ἐπιπλήξειε, Λατίνων διῳκισμένοις; ἢ τὸ κατ’ ἐκείνους λέξεων μόνον προσθήκην ἐρεῖ, οὕτω σαφῶς τῶν οἰκουμενικῶν συνόδων καὶ τῶν ἐπὶ τῶν συνόδων πατέρων ἀντιβοώντων;

Ἀλλὰ τί πρὸς τὰς τῶν θεολόγων ῥήσεις Λατῖνοι καὶ πάλιν φασί; [Ἔνστασις:] Καὶ ἡμεῖς μετὰ τοῦ μακαρίου Διονυσίου διακρίνοντες τὸν Πατέρα τοῦ Υἱοῦ τῇ πηγῇ, οὐ λέγομεν τὸν Υἱὸν πηγὴν θεότητος· καὶ πρὸς τὸν θεῖον Γρηγόριον βλέποντες, πάντα τὰ τοῦ Πατρός, φαμὲν ἔχειν καὶ τὸν Υἱόν, πλὴν τῆς αἰτίας· καὶ μετὰ τοῦ θείου Μαξίμου, οὐ λέγομεν αὐτὸν τὴν αἰτίαν ἔχειν τοῦ Πνεύματος.

Ἀλλ’ οὕτω ταῦτα φαμὲν ὡς ἐκ προκαταρκτικῆς αἰτίας ἢ πρώτου αἰτίου ἢ πρώτης ἀρχῆς· ταῦτα γὰρ ἀνεῖται μόνῳ Πατρί, ἀναιτίως, ἣν ἂν εἴποις αἰτίαν μεθ’ ἑαυτοῦ ἔχοντι, παρ’ οὗ καὶ τῷ Υἱῷ καὶ τὸ εἶναι καὶ πάντα ὅσα ἔχει, κἂν τὸ προβάλλειν εἴπῃς, κἂν τὸ δημιουργεῖν, κἂν ὁτιοῦν ἕτερον. Ἐκ τοῦ Υἱοῦ γὰρ οὕτω τὸ Πνεῦμα φαμέν, καὶ πηγὴν δὲ αὐτὸν οἰόμεθα, καὶ τοῦ Πνεύματος αἴτιον καὶ ἀρχήν, οὐ προκαταρκτικὴν αἰτίαν αὐτὸν εἰδότες, ἀλλ’ οὕτως ἐκ τοῦ Υἱοῦ, ὡς παρὰ τοῦ Πατρὸς τῆς πρώτης αἰτίας, τὴν τοῦ προβάλλειν ἰδιότητα εἰληφότος. Οὐ μὴν ἀλλὰ καὶ μόνην πηγὴν θεότητος καὶ μόνον αἴτιον τὸν Πατέρα μετὰ τῶν θεολόγων φαμέν· καὶ ἰδιότητα δὲ αὐτοῦ τὸ ἄναρχον καὶ τὸ ἀρχὴν θεότητος εἶναι, οὐχ ὡς τοῦ Υἱοῦ τὸ πηγαῖον ἢ τὸ ἀρχικὸν ἢ τὸ αἴτιον οὐδαμῶς ἔχοντος—ἔχει γὰρ ταῦτα τὸν τρόπον ὃν εἴρηται—ἀλλ’ οὐχ ὡς πρώτη ἀρχή· τοῦτο γὰρ ἰδιότης τῆς πατρικῆς ὑποστάσεως. [

Λύσις:] Πρῶτον μὲν οὔτε ἐν τοῖς προαπηριθμημένοις θεολογικοῖς χωρίοις οὔτε ἐν ἄλλοις ἴδοις ἂν τοὺς θεολόγους προσδιορισμῶν μεμνημένους, ἐν οἷς λέγουσιν ἢ μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν τοῦ Πνεύματος, ἢ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν τῆς αἰτίας χωρίς, ἢ μόνην πηγὴν θεότητος τὸν Πατέρα, ἢ τοῦ Πατρὸς ἰδιότητα τὸ θεότητος ἀρχὴν εἶναι· καὶ οὐ δίκαιον τὰ παρ’ ἐκείνων ἀπροσδιορίστως λεγόμενα μετὰ προσδιορισμῶν ἀναγινώσκειν ἡμᾶς· οὐδὲ γὰρ τὸ πῇ καὶ ἁπλῶς φαῖεν ἂν οἱ διαλεγόμενοι ταὐτὸν δύνασθαι.

Ἢ τί κωλύει καὶ πάντα μὲν ἀληθῆ, προσδιορισμοὺς πλάττοντας νομίζειν ψευδῆ, πᾶν δὲ ψεῦδος εἰς ἀλήθειαν ἕλκειν μετὰ τῶν αὐτῶν προσδιορισμῶν, καὶ οὕτω πάντα μιγνύναι χρήματα, ὥσπερ ἐν νυκτομαχίᾳ στρεφομένων ἡμῶν; Φέρε γάρ· τί ἀληθέστερον ἢ τοῦ γεγεννῆσθαι τὸν Υἱὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἢ τοῦ σοφὸν αὐτὸν εἶναι, ἢ ἀγαθόν, ἢ δημιουργόν, ἢ Θεόν; ἀλλ’ ὁ πρὸς φιλονεικίαν λέγων, ψευδῆ τὰ τοιαῦτα ἐρεῖ, μετὰ τῶν προσδιορισμῶν ἀπαντῶν: «πῶς γὰρ οὐ ψεῦδος, ἐρεῖ, τὸ γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς οὕτως, ὥσπερ ἐξ ἀλλήλων ἄνθρωποι· ἢ τὸ σοφὸν ἢ ἀγαθὸν εἶναι, μετοχῇ ταῦτα λαβόντα· ἢ Θεὸν ἀγέννητον αὐτὸν εἶναι;» πάλιν· τί πρὸς ἀσέβειαν οἰκειότερον ἄλλο ἢ τὸ λέγειν οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ ὁμοούσιος ἢ τὸ λέγειν ὁ Χριστὸς οὐκ ἐγεννήθη ἐκ τῆς Παρθένου;

ἀλλ’ ὁ τοῖς προσδιορισμοῖς χαίρων καὶ παρ’ ἑαυτοῦ τὰ τοιαῦτα λαμβάνων εἴποι ἄν: «καὶ λίαν ἀληθῆ τὰ τοιαῦτα· οὐδέ γαρ εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ὁμοούσιον, ὡς ἄνθρωπον δηλονότι, οὐδὲ μὴν ἐκ τῆς Θεοτόκου γεννηθῆναι, κατὰ τὴν ἄναρχον καὶ ἄκτιστον φύσιν δηλαδή»· καὶ τούτου τοῦ τρόπου κρατοῦντος ἐν τῇ ἐκκλησίᾳ, οὐκ ἂν φθάνοιμεν πάντα δόγματα καὶ πᾶσαν γραφὴν διαγράφοντες· οὐ μήν, ἀλλὰ καὶ πᾶσαν ἐπιστήμην καὶ λόγον πάντα, καὶ τὰ αὐτὰ καὶ ὡς ψευδῆ καὶ ἀληθῆ τιμῶντες καὶ ἀτιμάζοντες· νῦν μὲν αὐτὰ κατὰ χώραν ἐῶντες, νῦν δὲ προσδιορισμοῖς ἐνοχλοῦντες. Ἀλλ’ οὐκ ἔστιν ἕως ἂν τάξις ἐν τοῖς πράγμασιν ᾖ, καὶ φωνῆς ἑλλάδος ὦμεν ἀκροαταί.

Εἴρηται ἁπλῶς, πλὴν τῆς αἰτίας, τὸν Υἱὸν ἔχειν πάντα τὰ τοῦ Πατρός, καὶ τῇ πηγῇ διακρίνεσθαι τὸν Πατέρα τοῦ Υἱοῦ, καὶ τὸν Υἱὸν μὴ ἔχειν τὴν αἰτίαν τοῦ Πνεύματος. Εἰ μὲν οὖν ἀληθῆ ταῦτα, οὐδ’ ἣν ἂν εἴποις αἰτίαν ἔχει· ὃ γὰρ οὐκ ἔστι λίθος, οὐδὲ ἀδάμας οὐδὲ μαγνῆτις οὐδὲ ἀμέθυσος, οὐδέ τι τοιοῦτον ἐξ ἀνάγκης ἔσται. Εἰ δὲ ὡδὶ μέν ἐστιν αἴτιος ὁ Υἱὸς ἢ ἀρχὴ ἢ πηγὴ τοῦ Πνεύματος, ὡδὶ δὲ οὐκ ἔστι, ψεῦδος πᾶσα ἀνάγκη εἴ τις λέγοι πάντα τοῦτον ἔχει τὰ τοῦ Πατρὸς πλὴν τῆς αἰτίας, καὶ διακρίνεσθαι τοῦ Πατρὸς τῇ πηγῇ, καὶ τὸν Υἱὸν μὴ ἔχειν τὴν αἰτίαν τοῦ Πνεύματος. Πάλιν εἴρηται μόνον ἀγέννητον καὶ μόνην πηγὴν θεότητος τὸν Πατέρα εἶναι καὶ μόνον αἴτιον τὸν αὐτόν, καὶ ἰδιότητα τοῦ Πατρὸς τό τε ἀγέννητον καὶ τὸ ἀρχὴν εἶναι θεότητος· οὐ μήν, ἀλλὰ καὶ γνώρισμα ἀφοριστικὸν τῆς πατρικῆς ὑποστάσεως τὸ προβάλλειν καὶ τὸ αἴτιον εἶναι Υἱοῦ καὶ Πνεύματος. Ἐπεὶ οὖν τὸ τῆς πηγῆς ὄνομα καὶ τοῦ αἰτίου καὶ τὸ τοῦ προβολέως προσωπικόν, εἰ μὲν οὐδὲν ἕτερον τῶν ἐν τῇ Τριάδι προσώπων, τὸ πηγαῖον ἢ τὸ αἴτιον ἢ τὸ ἀρχικὸν ἢ τὸ προβάλλειν ἔχει, ἀληθῆ τὰ εἰρημένα καὶ μόνος ὁ Πατὴρ τὰ τοιαῦτα, ὥσπερ καὶ μόνος ὁ ἄνθρωπος γελαστικόν, καὶ ἴδιον αὐτοῦ τοῦτό γε, εἰ μηδὲν ἄλλο ζῷον γελαστικόν· καὶ γὰρ ἀντιστρέφειν τὰ τοιαῦτα ἀνάγκη, λέγω δὴ τὰς θέσεις ταῖς ἀφαιρέσεσιν.

Εἰ δὲ καὶ ὁ Υἱὸς πηγὴ θεότητος ἢ τοῦ Πνεύματος αἴτιος ἢ προβολεύς, πᾶσα ἀνάγκη ψεύδεσθαι εἴ τις περὶ μόνου τοῦ Πατρὸς τὰ προειρημένα ἀξιοῖ.

Οὐ μήν, ἀλλ’ εἰ μὲν τήν τινα αἰτίαν ἡ θεολογία ἀναιροῦσα ἦν ἀπὸ τοῦ Υἱοῦ, ἕτερος δέ τις καθόλου ταύτην τὸν Υἱὸν ἀπεστέρει, ἀναγκαῖα μὲν οὐκ ἂν εἶπεν· ἐνδεχόμενα μέντοι λέγων, συγγνώμης ἔτυχεν ἄν. Τῶν θεολόγων μέντοι διαῤῥήδην τὸν Υἱὸν ἀφαιρούντων καθόλου τὴν αἰτίαν, ἄν τε τῆς υἱικῆς θεότητος λέγῃς ἄν τε τοῦ Πνεύματος, Λατίνους βιάζεσθαι τήνδέ τινα τῷ Υἱῷ προσάπτειν, τίς λόγος αὐτοὺς ἐξαιρήσεται μήτε ἀναγκαῖα μήτε μὴν ἐνδεχόμενα ἀξιοῦντας, ἀδύνατα δὲ καθάπαξ καὶ ἃ μηδεὶς προσεδόκησεν;

Ἔπειτα προκαταρκτικὴ αἰτία καὶ πρῶτον αἴτιον καὶ τὰ τοιαῦτα ὁ Πατὴρ παρὰ τῶν θεολόγων καλεῖται οὐ διὰ τὴν τοῦ Πνεύματος θεότητα, οὐδ’ οὕτως ὥστε καὶ τὸν Υἱὸν αἴτιον μὲν τοῦ Πνεύματος οἴεσθαι, μὴ μέντοι γε προκαταρκτικόν, ἀλλὰ πρὸς τὰ κτίσματα βλέποντες ἀνέθεσαν τῷ Πατρὶ τὰ προσρήματα ταῦτα.

Φησὶ γὰρ ὁ μέγας Βασίλειος ἐν τῷ ἑκκαιδεκάτῳ τῶν πρὸς Ἀμφιλόχιον: «ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γενομένων, τὸν Πατέρα· τὴν δημιουργικήν, τὸν Υἱόν· τὴν τελειωτικήν, τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι, παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι.» Ἤκουσας; Τὴν προκαταρκτικὴν αἰτίαν τῶν γεγονότων εἶπεν, ὧν τὴν αἰτίαν τῷ Πατρὶ παραπλησίως τοσοῦτον ὁ Υἱὸς ἔχει, ὡς ἀμφότερα τὰ πρόσωπα δημιουργὸν ἕνα, καὶ εἶναι καὶ λέγεσθαι. Οὐ μήν, ἀλλὰ καὶ κατὰ τῆς θεότητος πάσης, τοῦ ἑνὸς δηλαδὴ Θεοῦ, τὸ «πρῶτον αἴτιον» κατηγορεῖται καὶ τὸ «πρῶτον ἀγαθὸν» καὶ ἡ «πρώτη φύσις». Καὶ οὐ δίκαιον τὰ κοινὰ τῶν ὀνομάτων Λατίνους ἀρνεῖσθαι λέγειν τῷ Πατρὶ μόνῳ, ὥσπερ τὴν ἐναντίαν τῶν θεολόγων ἰόντας. Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ περὶ θεολογίας λόγῳ: «οὕτω κάμνει ἐκβῆναι τὰ σωματικὰ ὁ ἡμέτερος νοῦς καὶ γυμνοῖς ὁμιλῆσαι τοῖς ἀσωμάτοις, ἕως σκοπεῖ μετὰ τῆς ἰδίας ἀσθενείας τὰ ὑπὲρ δύναμιν, ἐπεὶ ἐφίεται μὲν πᾶσα λογικὴ φύσις Θεοῦ καὶ τῆς πρώτης αἰτίας· καταλαβεῖν δὲ ἀδυνατεῖ δι’ ἃς εἶπον αἰτίας.» Ὅτι δὲ οὐ πρὸς τὸν Πατέρα μόνον τὴν πρώτην ἐνταῦθα αἰτίαν ἀνάγειν δεῖ, δῆλον· οὐ γὰρ περὶ προσώπων ὁ λόγος ἐνταῦθα οὐδὲ μόνος ὁ Πατὴρ ἐφετὸν οὐδὲ ἐκ τῆς κτίσεως εἰς ἔννοιαν θείαν ἐρχόμεθα. Ὅτι τριὰς ὁ Θεός; Τοῦτο γὰρ ἀμήχανον!

Ἀλλ’ ὅτι ἔστι Θεὸς εἷς, ἀγαθός, ἁπλοῦς, ἀναλλοίωτος, ἄναρχος, ὁ τοῦδε τοῦ παντὸς αἴτιος. Εἰ δὲ ὅτι τὸ πρῶτον αἴτιον καὶ ἡ πρώτη ἀρχὴ καὶ ἡ προκαταρκτικὴ αἰτία, ὡς δεικτικὸν τῆς πατρικῆς ὑποστάσεως ἔστιν ὅτε λαμβάνεται, τὸ τοιοῦτον τοὺς ἀντιλέγοντας θορυβεῖ, ἴστωσαν ὡς ἔθος τοῖς θεολόγοις, ποτὲ μὲν κυρίως τοῖς θείοις ὀνόμασι χρῆσθαι, ποτὲ δὲ καταχρηστικῶς· καὶ ποτὲ μὲν τὰ ἰδιάζοντα ἀντὶ τῶν κοινῶν ὀνομάτων, ποτὲ δὲ τοὐναντίον προφέρειν. Αὐτίκα τὸ τοῦ Πατρὸς καὶ τὸ τοῦ Πνεύματος ὄνομα, ἰδιάζον ἑκάτερον ὄν, ὁ Πατὴρ καὶ τοῦ Υἱοῦ Πατὴρ κυρίως καὶ λέγεται, καὶ ἔστι καὶ ἡμῶν καταχρηστικῶς.

Οὕτω καὶ περὶ τοῦ Πνεύματος· καὶ ὁ Πατὴρ γὰρ Πνεῦμα: «Πνεῦμα γὰρ ὁ Θεός», καὶ μὴν καὶ ὁ Υἱὸς ὡς Ἱερεμίας ἐν τοῖς Θρήνοις φησί: «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν»· καίτοι τῆς τοῦ Πνεύματος φωνῆς ἀπονενεμημένης κυρίως τῷ Παρακλήτῳ. Καὶ τὸ πρῶτον δὲ αἴτιον καὶ τὸ δημιουργικὸν καὶ τὸ τελειωτικόν, ἡμῶν χάριν ἐπὶ Θεοῦ λεγόμενα καὶ κοινῶς τῶν θεαρχικῶν προσώπων κατηγορούμενα, ὡς δεικτικὰ πολλάκις τῶν θεαρχικῶν προσώπων παραλαμβάνεται. «Ἐννόησον γάρ μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γεγονότων τὸν Πατέρα, τὴν δημιουργικὴν τὸν Υἱόν, τὴν τελειωτικὴν τὸ Πνεῦμα» ὁ μέγας φησὶ Βασίλειος. Ἀλλὰ καὶ ὁ πρὸς Θεὸν ὕμνος ὁ πολυύμνητος, ἀντὶ μὲν τοῦ Πατρός, τὸ Θεὸς ὄνομα ἐδέξατο· τὸ δὲ ἰσχυρόν, ἀντὶ τοῦ Υἱοῦ· τῷ δὲ ἁγίῳ Πνεύματι τὴν ἀθανασίαν ἀπένειμεν. Ὅτι δὲ ταῦτα κοινὰ πάσης θεότητος, οὐδέ ἐστιν ἀπορεῖν. Ὁ δὲ μακάριος Παῦλος ἐπιστέλλων «εἷς Θεός φησι, τὸν Πατέρα αἰνιττόμενος, καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, Ἰησοῦς Χριστός.» Ὥστε οὐδ’ ἐνταῦθα δίκαιον, ὅτι τὴν προκαταρκτικὴν αἰτίαν, τῶν κοινῶν ὀνομάτων οὖσαν, εἰς ἀπόδειξιν τῆς πατρικῆς ὑποστάσεως οἱ τῆς ἐκκλησίας καθηγεμόνες ἐδέξαντο, καὶ ἰδιάζουσαν οἴεσθαι τὴν φωνήν· πολλὰ γὰρ ἀπὸ τούτου τῇ τῶν χριστιανῶν θεολογίᾳ τὰ ἄτοπα ἕψεται.

Ἔτι, εἰ ὡς ἂν φαῖεν Λατῖνοι, διότι τὸ προβάλλειν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει λαβών, διὰ τοῦτο εἴρηται πάντα ἔχειν τὰ τοῦ Πατρὸς πλὴν τῆς αἰτίας, καὶ μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν τοῦ Πνεύματος καὶ μόνην πηγὴν θεότητος τὸν Πατέρα, ὡς πρὸς τὸ πρῶτον αἴτιον δηλαδὴ τὸν Πατέρα ἀναφερομένου τοῦ λόγου, καὶ τὸ δημιουργεῖν ὡσαύτως ἔχοντος τοῦ Υἱοῦ καὶ τὸ προνοεῖσθαι καὶ τὸ Θεὸς εἶναι καὶ ἀγαθὸς καὶ ὅσα τῶν θεοπρεπῶν ὀνομάτων, πάντα γὰρ αὐτῷ δέδωκεν ὁ Πατὴρ ὥσπερ καὶ αὐτὸ τὸ εἶναι, ῥηθείη ἂν ὑγιῶς καὶ ἐκ τοῦ Υἱοῦ τὴν κτίσιν μὴ εἶναι, καὶ μηδὲ τὴν πρόνοιαν τῶν ὅλων αὐτὸν ἔχειν, καὶ μηδὲ Θεὸν μηδὲ ἀγαθὸν μηδὲ δημιουργὸν αὐτὸν εἶναι, ἃ μηδ’ ἂν αὐτὸς ὁ διάβολος εἴποι ποτέ. Οὕτως εἰς ἀθεΐαν κομιδῇ φέρει, τοιαῦτα λογίζεσθαι περὶ τῶν θεολογικῶν ἀποφάσεων.

Καὶ χωρὶς δὲ τούτων, αὐτόθεν ὁ ἔλεγχος, Εἰ μὲν γὰρ ἐπαχθεῖς ἡμεῖς τινες ἢ βαρεῖς, τὸ διττὸν αὐτοῖς προφέροντες τῆς αἰτίας, εἰπάτωσαν τί ποτε τούτοις βούλεται, πρώτην μὲν αἰτίαν καὶ πρώτην ἀρχὴν τοῦ Πνεύματος τὸν Πατέρα οἴεσθαι, οὐ τοιαύτην δὲ τὸν Υἱόν, αἰτίαν δὲ ὅμως τοῦ Πνεύματος καὶ αὐτόν; Ἴσον γάρ ἐστι ταῦτά τε ἀξιοῦν, καὶ δύο τοῦ Πνεύματος αἴτια σαφῶς ἀξιοῦν. Εἰ δὲ τῶν τοιούτων ἀτόπων, λόγος ἐκείνοις οὐδείς. Ἵνα μόνον καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος ᾖ, οὐ δυσχεραίνειν, ἀλλὰ καταδέχεσθαι προσήκει τὰ ἐκ τῶν λόγων ἐξ ἀνάγκης ἀναφυόμενα· οὐ γὰρ ἡμέτερα ταῦτα, ἀλλ’ ἐκείνων ὧνπερ οἱ λόγοι.

Ἔτι, ἕως ἂν ὦσι θεολογικῶν ῥήσεων ἐξηγηταὶ θεολόγοι, οὐ δίκαιον ἑτέροις, ἐκείνων μᾶλλον θαῤῥεῖν· οὐδὲ γὰρ γεωμετρικὰ προβλήματα ἐπισκεπτόμενοι, προτέρους ἑτέρους τῶν γεωμετρῶν ἐνομίσαμεν ἄν, ὥστε οὐδὲ τῶν λόγων τοῦ μακαρίου Δαμασκηνοῦ ἀξιοπιστότερον ἕτερον εἰς ἐξήγησιν τῶν θεολογικῶν ἀποφάσεων, πάντα τὰ εἰρημένα καὶ ἀναγνόντος ἐκείνου καὶ ἐναργῶς ἀναπτύξαντος, ὡς μηδένα καὶ τῶν σφόδρα ἀντιλογικῶν τοῖς ἐκείνου τολμῆσαι προσβαλεῖν. Τί τοίνυν ἐκεῖνος περὶ τῆς τοῦ Πνεύματος φησὶ προβολῆς; «Τὸ Πνεῦμα τὸ ἅγιον: καὶ ἐκ τοῦ Πατρὸς λέγομεν καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν· ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν.» Καὶ πάλιν: «Τὸ Πνεῦμα, τοῦ Υἱοῦ μὲν λέγεται, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχει τὴν ὕπαρξιν.» Ὅπως μὲν οὖν ὁ μακάριος οὗτος τὰς προειρημένας θεολογικὰς ἀποφάσεις ἐδέξατο, δῆλον· οὐ μὴν ἀλλὰ καὶ ἐδείξαμεν αὐτὸν περὶ ἑαυτοῦ λέγοντα μὴ ἔχειν τὰ τοιαῦτα παρ’ ἑαυτοῦ, ἀλλὰ τοῖς ἐπὶ τῶν ἄνω χρόνων θεολόγοις ἑπόμενον, τὰ τοιαῦτα εἰδέναι.

Τούτων δὲ ὄντων φανερῶν, εἰ μὲν ἀγνοεῖν εἰρωνεύονται τὸν μακάριον, ἴστωσαν μηδένα ἀπατῶντες. Οἰκουμενικὴ γὰρ σύνοδος, ὡς δέδεικται, φθάσασα αὐτὸν ἀνεκήρυξε· καὶ κοινός ἐστι τῆς ἐκκλησίας διδάσκαλος· καὶ οἱ τῶν Λατίνων ἄκροι τοῖς αὐτοῦ φιλοτιμούμενοι φαίνονται· καὶ μαρτυρήσει τούτοις Θωμᾶς καὶ τὰ ἐκείνου συγγράμματα. Εἰ δὲ τὴν ἀπὸ τῶν προσδιορισμῶν συμμαχίαν παραλαβόντες, ταῦτα δὴ τὰ εἰωθότα πάλιν λέγοιεν ὡς μεθ’ ἡμῶν καὶ ὁ μακάριος Δαμασκηνὸς τούτῳ τῷ μέρει· οὐ γάρ ἐστι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, οὐδὲ ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχει, ἀλλ’ ὡς ἐκ πρώτης ἀρχῆς, πρῶτον μὲν κινδυνεύει τοὺς ταῦτα λέγοντας πληγῶν μᾶλλον ἢ ἀποδείξεων δεῖσθαι, οὕτω φανερῶς κατὰ τῆς ἀληθείας ὁπλιζομένους.

Ἔπειτα ἴστωσαν ὡς τὰ τοιαῦτα, ἐπικουρία τίς ἐστιν ἀσθενὴς καὶ ἀπατηλὴ καὶ σκιώδης καὶ ἣν συκίνην ἔξεστι προσειπεῖν, οὐ μόνον ὅτι βλασφημιῶν τις ἐντεῦθεν φορά· ἕπεται γάρ, ὡς ἀνωτέρω δέδεικται, τῆς ἐξηγήσεως ταύτης τὸ ὑγιὲς ἐχούσης, μηδὲ Θεὸν λέγεσθαι τὸν Χριστὸν μηδὲ ἀγαθὸν μηδὲ δημιουργὸν μηδὲ ἄλλό τι τῶν ὅσα τούτῳ προσήκει, ἀλλὰ καὶ πρὸς ἑαυτοὺς Λατίνους συῤῥήγνυσθαι καὶ κατὰ τῶν διδασκάλων στασιάζειν τῶν ἑαυτῶν. Καὶ Θωμᾶς γὰρ ὁ τῆς ἐκείνων θεολογίας προεστηκώς, καίτοι σφόδρα τὰς ἐξηγήσεις περιττὸς ὤν, τῆς τοῦ Δαμασκηνοῦ ῥήσεως εἰς μνήμην ἰών, μὴ εἶναι λεγούσης τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, οὐδὲ ἀντιβλέπειν ἐτόλμησεν, ἀλλ’ ὡς πολεμίαν τῆς δόξης τῆς ἑαυτοῦ τὴν ἀπόφασιν ταύτην δεξάμενος, τὴν μὲν ῥῆσιν συκοφαντίας ἐλευθέραν ἀφῆκεν, ἀγεννὲς ἡγούμενος τοῖς φανεροῖς ἐνοχλεῖν καὶ προσδιορισμοὺς πλάττειν, οὓς οὔτε ἡ κοινὴ τῆς χρήσεως οἶδε συνήθεια, οὔτε ὁ τοῦ λόγου πατήρ· τὴν δὲ ὀργὴν πᾶσαν κατὰ τοῦ κήρυκος τῆς ἀληθείας ἀφῆκεν, καίτοι τἄλλα τὸν ἄνδρα θαυμάζων καὶ μέγα ἡγούμενος ἄν τι λέγῃ, τοῖς ἐκείνου συμβαῖνον.

Φησὶ γοῦν οὗτος ἐν τῷ περὶ δυνάμεως κεφαλαίῳ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως τὸν λόγον ποιούμενος: «Θέσις ἦν νεστοριανῶν τὸ Πνεῦμα τὸ ἅγιον μὴ εἶναι ἐκ τοῦ Υἱοῦ· ὅθεν ἔν τινι νεστοριανῶν συμβόλῳ ἐν τῇ πρώτῃ κατ’ Ἔφεσον συνόδῳ ἀποδοκιμασθέντι οὕτω λέγεται: “Τὸ Πνεῦμα τὸ ἅγιον οὔτε Υἱὸν νομίζομεν οὔτε διὰ τοῦ Υἱοῦ λαβεῖν τὴν οὐσίαν”.» Καὶ πάλιν: «Ὁ δὲ Θεοδώριτος ἔν τινι ἐπιστολῇ πρὸς τὸν Ἀντιοχείας Ἰωάννην, οὕτω φησί: “τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Υἱοῦ ἢ διὰ τοῦ Υἱοῦ τὴν ὑπόστασιν ἔχει ἢ τὴν ὕπαρξιν ἀλλ’ ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρός, Πνεῦμα δὲ Υἱοῦ λέγεται διὰ τὸ ὁμοούσιον αὐτῷ εἶναι”.» Καὶ πάλιν: «Τῇ δὲ ἀποφάσει ταύτῃ τοῦ Θεοδωρίτου ἠκολούθησε μετὰ ταῦτα καὶ ὁ Δαμασκηνός· τούτου δὲ τοῦ Θεοδωρίτου τὸ δόγμα καὶ ἐν τῇ πέμπτῃ συνόδῳ ἐκβέβληται· ὅθεν, ὅσον κατὰ τοῦτο, ἡ τοῦ Δαμασκηνοῦ ἀπόφασις οὐκ ἔχει τὸ βέβαιον.»

Καὶ πάλιν ὁ αὐτὸς ἐν ἄλλῳ κεφαλαίῳ ᾧ ἡ ἐπιγραφὴ «Εἰ τὸ πρόσωπον ἐκεῖνο ὃ Πνεῦμα ἅγιον λέγεται, ἐκπορεύεται ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ»: «Τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ πρῶτον ὑπὸ τῶν νεστοριανῶν εἰσενήνεκται ὡς δῆλον ἔν τινι συμβόλῳ νεστοριανῶν ἐν τῇ κατ’ Ἔφεσον καταδικασθέντι συνόδῳ· ταύτῃ δὲ τῇ αἱρέσει ἠκολούθησεν ὁ νεστοριανὸς Θεοδώριτος καὶ πλείονες ἄλλοι μετ’ αὐτοῦ, ἐν οἷς ἦν καὶ ὁ Δαμασκηνός· ὅθεν ἐν τούτῳ οὐ δεῖ τῇ ἀποφάσει τούτου συνίστασθαι, εἰ καὶ παρά τινων λέγοιτο τὸν Δαμασκηνὸν ἐν τούτῳ ὥσπερ οὐχ ὁμολογεῖ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι ἐκ τοῦ Υἱοῦ οὕτως οὐδ’ ἀπαρνεῖσθαι, ὅσον κατὰ τὴν δύναμιν τούτων τῶν λόγων.» Ὅπως μὲν οὖν καὶ Θωμᾶς συνῆκε τὴν τοῦ Δαμασκηνοῦ ῥῆσιν καὶ ὡς περιφανῶς δείκνυται, βέλος ταύτην ἡγούμενος τῆς δόξης τῆς ἑαυτοῦ, δῆλον· οὐ μόνον δέ, ἀλλ’ ὡς εὐτελῆ καὶ ἀγεννῆ καὶ φιλόνεικον τὴν ὑποψίαν ἀποκρουόμενος τοῦ πρώτου αἰτίου καὶ τῆς πρώτης ἀρχῆς, καὶ δεικνὺς οὐδαμῶς ταῦτα τῇ λέξει προσήκοντα καὶ δυσχεραίνοντι ἔοικε, καὶ προστίθησιν: «Εἰ καὶ παρά τινων λέγοιτο τὸν Δαμασκηνὸν» ὅσον ἐκ τούτων τῶν λόγων ἴσον ἀπέχειν τοῦ τε νομίζειν εἶναι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα καὶ μὴ εἶναι ἐκ τοῦ Υἱοῦ.

Καὶ μὴν καὶ Θωμᾶς πάλιν, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος αὐτοῦ κεφαλαίῳ, δείκνυσι τὴν τοῦ Υἱοῦ πρόοδον διαφέρουσαν τῆς προόδου τοῦ Πνεύματος τῇ ἀρχῇ· ὅτι ἡ μέν, ἐκ μόνου τοῦ Πατρός ἐστιν, ἡ δὲ τοῦ Πνεύματος, ἐκ Πατρὸς καὶ Υἱοῦ. Τοῦτο δὲ ἀγνοεῖν φησὶν ὁ μακάριος Ἰωάννης, οὕτω λέγων ἐν αὐτῷ τῷ περὶ Τριάδος κεφαλαίῳ: «ὅτι μὲν ἔστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς.» Ὥστε φορτικὸν καὶ ἥκιστα τιμῶντος τὰ θεολογικά, ἐν ὑποψίαις ποιεῖσθαι ἅ γε σαφῶς ἐκεῖνος μετὰ τῶν ἄλλων οὐδὲ εἰδέναι ὁμολογεῖ.

Ἔτι τοσούτων τῶν περινενοημένων τούτων ἐξηγήσεων ὁ θεῖος Ἰωάννης ἐλεύθερος, ὡς μὴ μόνον λέγειν—καὶ ταῦτα ἐν τῷ αὐτῷ κεφαλαίῳ—«τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ οὐ λέγομεν», ἀλλὰ καὶ τοὐναντίον· «οὐδὲ γὰρ τὸν Υἱόν φησιν ἐκ τοῦ Πνεύματος λέγομεν.» Εἰ μὲν οὖν οὐδαμοῦ χώρα ἐνταῦθα τῇ πρώτῃ αἰτίᾳ καὶ τῷ προκαταρκτικῷ αἰτίῳ καὶ τοῖς τὰ τοιαῦτα ληροῦσι, πῶς ἐκεῖ; Εἰ δὲ ἐκεῖ, διατί μὴ κἀνταῦθα ζητήσωμεν; Ποίαν μὲν αἰτίαν ὁ θεολόγος ἐκβάλλει; Τίνα δὲ προσίεται; Καὶ πῶς μέν ἐστιν ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος, πῶς δὲ οὔκ ἐστιν; Ἵνα μηδὲν αὐτοῖς ἀτόλμητον ᾖ!

Τούτων οὕτως ἡμῖν διευκρινημένων, κατὰ τοῦ συμπεράσματος ἀπηντήσαμεν, ὡς οἷόν τε ἦν. Πολλοῖς μὲν ἀτόποις ἔνοχον αὐτὸ δείξαντες, πολέμιον δὲ τῇ παραδόσει τῶν ἀποστόλων, ἐναντίον δὲ τῇ γνώμῃ τῶν συνόδων τῶν οἰκουμενικῶν, καιρὸς δὲ ἤδη καὶ πρὸς τὰς προτάσεις αὐτὰς φράξασθαι τῇ συμμαχίᾳ τοῦ Πνεύματος, καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δέ ἐστι μὴ προδότας ἡμᾶς τῶν ἐπαγγελιῶν τῶν ἡμετέρων γενέσθαι. Τοῦ γὰρ συμπεράσματος ἀποδειχθέντος τοιούτου, ἂν ἱκανοὶ γενώμεθα κἀν ταῖς ὑποθέσεσιν αὐτοῦ τὸν δόλον φωράσαι καὶ τὴν ἀπάτην τοῖς βουλομένοις πόῤῥωθεν προμηνῦσαι, τὸ προσῆκον ἂν γένοιτο τέλος ἡμῖν, καὶ οὐ παντάπασι μάτην ὁ τοσοῦτος τοῦ λόγου δρόμος.