Καὶ μετὰ βραχέα πάλιν: «Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις γέγονε, διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν, κατὰ ταύτην τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν· ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν· τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας· τὰς μέν, κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δέ, διαιροῦντας ὡς ἐπὶ δύο φύσεων· καὶ τὰς μέν, θεοπρεπεῖς, κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δέ, ταπεινάς, κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Ταύταις ἡμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τὲ καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες· “εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα”, ἐδοξάσαμεν τὸν τῶν ὅλων Σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων Πατέρων συμβαίνουσαν ἔχουσι πίστιν, αἵ τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίαι.» Καὶ πάλιν ὁ αὐτὸς θεῖος Κύριλλος, μετὰ τὰς Διαλλαγάς: