Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγος σύντομος

Νεῖλος Καβάσιλας

Θεία ενότητα, πολλαπλότητα και η αναλογία του πυρός

Ερμηνεία της συνύπαρξης της μίας θείας φύσεως με τις πολλαπλές υποστάσεις και ενέργειες, και χρήση της αναλογίας των ιδιωμάτων του πυρός για την κατανόηση της αδιαίρετης ένωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 5 από 5

Φασὶ γὰρ ἐν τοῖς πρακτικοῖς· «Ὁ Χριστὸς εἷς ὢν ἔχει φυσικὰς ἐνεργείας, τὴν θείαν καὶ <τὴν> ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ τὴν κτιστήν, ὡς ἀληθινὸς καὶ τέλειος θεός, ἀληθινὸς καὶ τέλειος ἄνθρωπος». [ιʹ]. Εἰ δέ τις φαίη, ταῦτα μὲν καὶ λίαν ἔχειν ὀρθῶς, ἀπορεῖ δὲ πῶς τὸ θεῖον καὶ ἓν λέγεται καὶ τρία—καὶ πολυμερὲς δὲ καὶ ποικίλον οἱ θεολόγοι τοῦτό φασι—, καὶ πῶς ταῦτα συμβαίνει πρὸς ἄλληλα μηδεμιᾶς ὑποφαινομένης διαφωνίας, ἐκεῖνο λέγομεν· Μοναρχία τὸ τιμώμενον παρ’ ἡμῶν· πιστεύομεν γὰρ εἰς ἕνα θέον, ἕνα δὲ οὐ τῷ ἀριθμῷ—τοῦτο γὰρ τῆς ἰουδαϊκῆς ταπεινότητος—, ἀλλ’ ἕνα τῇ φύσει· τῷ γὰρ ἀριθμῷ τὸ θεῖον οὐχ ἕν, ἀλλὰ τρία. Καὶ πολυμερὲς δὲ καὶ ποικίλον τοῦτό φασι· τὸ μὲν διὰ τὰς ὑποστάσεις, τὸ δὲ διὰ τὸ φυσικῶς καὶ ὑπερφυῶς προσόντα τῷ θεῷ ἰδιώματα. Μαρτύριον δὲ τοῦ λόγου· τοῦ μὲν ἑνιαίου τῆς φύσεως· «Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι», τῶν δὲ τριῶν ὑποστάσεων· «Βαπτίζοντες αὐτούς—φησίν—εἰς τὸ ὄνομα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου πνεύματος», τῶν δὲ προσόντων τῇ θείᾳ φύσει ἰδιωμάτων· «Πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι, καὶ δεδόξασμαι ἐν αὐτοῖς». Τούτων δὲ οὕτως ἐχόντων, εἰ ἀριθμῷ τὸ θεῖον ἐλέγομεν ἕν, καὶ πάλιν οὐχ ἓν τῷ ἀριθμῷ, ἀλλὰ τρία ἢ πολλά, ἦν ἂν τὸ πρᾶγμα διαφωνία σαφής, καὶ πόρρω πάσης ἀληθείας τὸ καθ’ ἡμᾶς.

Νῦν δὲ τοῦ μὲν ἑνὸς ἐπὶ τῆς φύσεως εἰλημμένου, τοῦ δὲ ἀριθμοῦ οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ’ ἐπὶ τῶν ὑποστάσεων καὶ τῶν φυσικῶν ἐνεργειῶν, ἥ τε δοκοῦσα διαφωνία λύεται καὶ σύμφωνοι διατελοῦμεν πρός τε ἑαυτοὺς καὶ πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ καὶ ἄκτιστα ταῦτα, ὁ λόγος ἔδειξε, καὶ ἀκτίστου πρὸς ἄκτιστον οὐδεμία κατὰ τοὺς θεολόγους διαφορά. [ιαʹ]. Ἕν ἐστι, πάλιν, τὸ ἄκτιστον, ὁ εἰς θεός, ὃς ταῦτα πάντα φυσικῶς τε καὶ ὑπερφυῶς ἔχων, καὶ ἡμῖν διὰ φιλανθρωπίαν παρέδειξε διὰ τῶν λογίων τοῦ πνεύματος· ἀλλ’ ἠρεμεῖν οὐκ ἐᾷ σε πολλὰ περὶ τὸν θεὸν λεγόμενα, μετὰ τῆς θεοπρεποῦς ἑτερότητος, καὶ κατατομὴν ἐννοεῖς καὶ διαίρεσιν καὶ τοπικὰς διαστάσεις. Τί οὖν οὐκ ἀργῇ ἄλλον μὲν λέγειν τὸν πατέρα, ἄλλον δὲ τὸν υἱόν, ἄλλον δὲ τὸν παράκλητον, καὶ θεὸν τέλειον ἕκαστον; ἑτερότης γὰρ κἀνταῦθα περὶ τὰς ὑποστάσεις σαφής, οὐδεμιᾶς ἐν ταύταις ἐπιθεωρουμένης κοινότητος. Ἀλλ’ αἰδοῖ τοῦ κηρύττοντος σιωπᾷς καὶ πιστεύεις ἀπολυπραγμόνως τῷ δόγματι. Τί οὖν οὐ διὰ πάντων συμφωνεῖς ἑαυτῷ, πιστεύων—καὶ περὶ τῶν φυσικῶν ἐνεργειῶν— «πάντα ὅσα πατὴρ ἔχει, ἐμά ἐστι, καὶ δεδόξασμαι ἐν αὐτοῖς», πολλά τε ταῦτα δοξάζων καὶ ἄκτιστα; ἢ γὰρ καὶ περὶ τῶν φυσικῶν ἐνεργειῶν μὴ ἀμφίβαλλε, ἐπεὶ μηδὲ περὶ τῶν ὑποστάσεων, ἢ μηδ’ ἐκείναις πίστευε, ἐπεὶ μηδὲ περὶ ταῦτα ὑγιαίνειν ἐθέλεις. [ιβʹ]. Ἀλλ’ ἀγνοεῖν ὁμολογεῖς πῶς ταῦτα.

Καλῶς γε, καὶ γὰρ πάντες.

Θεραπεία δὲ τῆς ἀγνοίας οὐ τὸ ἀπιστεῖν, ἀλλὰ μανθάνειν ζητεῖν. «Ζητεῖτε γάρ—φησί—καὶ εὑρήσετε». Εὕροις δ’ ἂν ταῦτα παρὰ τῆς διδασκαλίας τοῦ πνεύματος. Ἄκουε δὴ τῶν θεολόγων· «Ὁ ἀριθμὸς διαφορὰν εἰσάγει, οὐ διαίρεσιν», τῇ ἐπινοίᾳ δηλαδὴ τοῦ λόγου χωρίζοντος τὰ ἀχώριστα. Οὐ γὰρ διότι ἄλλο οὐσία καὶ ἕτερον ἡ ὑπόστασις, χωρὶς ἂν εἴη ἡ οὐσία τῆς ὑποστάσεως· οὐδὲ διότι οὐ ταὐτὸν οὐσία καὶ ἐνέργεια, διέστη τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια, ἀλλ’ ἡ μὲν διάκρισις ἐπινοίᾳ, ἡ δὲ ἕνωσις πραγματική, ἀχώριστος. «Περὶ τὸ πᾶν γάρ— φησίν—ἡ ἐνέργεια, ταύτης δὲ ἀχώριστος ἡ οὐσία καθέστηκε». [ιγʹ]. Σκόπει δὲ ὅτι ἔχει τὸ πῦρ φωτιστικὴν δύναμιν, ἀλλὰ καὶ τὴν θερμαντικήν, καὶ εἰς τὸ ἄνω δὲ φέρεται, καὶ τήκει δέ, καὶ ξηραίνει, καὶ πολλὰ ἕτερα περὶ αὐτό, πρός τε τὴν οὐσίαν καὶ πρὸς ἄλληλα διαφέροντα· θερμαίνει μὲν γὰρ πολλά, φωτίζει δὲ μόνα τὰ ὄψιν ἔχοντα· καὶ ἃ μὲν φωτίζει, ἀχρόνως φωτίζει, ἃ δὲ θερμαίνει, ἐν χρόνῳ τῆς δυνάμεως μεταδίδωσιν. Εἰ δὲ ἦν ταὐτὸν ἡ θερμαντικὴ δύναμις τῇ φωτιστικῇ, τὰ μετέχοντα θέρμης μετεῖχον ἂν καὶ φωτός· ἀλλ’ ἡ χεὶρ θέρμης μὲν ἀντιλαμβάνεται, φωτὸς δὲ οὐδαμῶς. Τί οὖν; ὅτι αἱ δυνάμεις αὗται πρὸς ἀλλήλας διάφοροι, ἢ τῆς θερμαντικῆς χωρὶς ἡ φωτιστική, ἢ τῆς φωτιστικῆς ἴδοις ἂν διεσπασμένην τὴν θέρμην; Οὐδαμῶς. [ιδʹ].

Εἰ δὲ ἐπὶ τῶν σωμάτων εὑρέθεσαν τοιαῦτα χωριζόμενα μὲν τῷ λόγῳ, μὴ διαιρούμενα δὲ τῷ πράγματι, τί ἂν εἴποις περὶ τῶν θείων, ἐν οἷς αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι καὶ προκατάρχουσι, πάντως δὲ οὐδαμῶς διαιρέσεις καὶ κατατομὰς προσήκει λογίζεσθαι;

Καὶ ταῦτα, πίστεως ἡγουμένης, δι’ ἧς ἡ ἀλήθεια τοῖς ἀξίοις ἀποκαλύπτεται.