Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγος σύντομος

Νεῖλος Καβάσιλας

Προοίμιο και εννοιολογική προσέγγιση της θείας φύσεως

Εισαγωγή στον σκοπό του λόγου και εξέταση των πολλαπλών σημασιών του όρου της φύσεως και της θείας φύσεως στην πατερική γραμματεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 1 από 5

Τοῦ ἁγίου πατρὸς ἡμῶν Νείλου, <τοῦ Καβάσιλα>, ἀρχιεπισκόπου Θεσσαλονίκης, λόγος σύντομος πρὸς τὴν κακῶς ἐκλαμβανομένην φωνὴν παρὰ τῶν αἱρετικῶν ἀκινδυνιανῶν τοῦ θείου Γρηγορίου λέγοντος τοῦ Νύσσης· «ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως οὐδέν», καὶ ὄτι οὐχ ἡ τοῦ θεοῦ φύσις ἄκτιστος μόνη, ἀλλὰ σὺν αὐτῇ καὶ τὰ φυσικὰ αὐτοῦ ἰδιώματα. [αʹ]. Κανών ἐστι θεολογικὸς τὰς ὁμωνύμους διαστέλλειν φωνάς, καὶ τὸ προσῆκον σημαινόμενον τοῖς πράγμασιν ἐφαρμόζειν, καὶ οὕτω πλάνης ἐκτὸς τοὺς διδασκομένους ποιεῖν· «ὀνομάτων γάρ—φησίν—ὁμωνυμίας καὶ ῥημάτων σημασίας καὶ λέξεων ἰδιότητας διαστελεῖτε, δι’ ὧν καταλαμβάνεται ἡ ἀλήθεια». Ἐπεὶ τοίνυν καὶ ἡ «φύσις» φωνὴ τῶν πλεοναχῶς λεγομένων παρὰ τοῖς θεολόγοις ἐστί, δέον ἐστὶ τὰ σημαινόμενα ἐκθέμενον, περὶ ποίου τῶν σημαινομένων ὁ λόγος, κατὰ τὴν προκειμένην ῥῆσιν, διεξελθεῖν. Οὕτω γὰρ ὅτε θεολογικὸς οὗτος λόγος τὴν γιγνομένην ἕξει σαφήνειαν, καὶ σύμφωνος ἔσται καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις, οἵτε ἀναγινώσκοντες οὐ θορυβηθήσονται, νῦν μὲν τῶν θεολόγων ἀκούοντες «ἓν τὸ ἄκτιστον» λεγόντων, τὴν θείαν φύσιν, νῦν δὲ τῶν αὐτῶν τούτων «τρία τὰ ἄκτιστα», καὶ πάλιν, τῶν αὐτῶν τὰς τοῦ πνεύματος ἐνεργείας διεξιόντων, καὶ «ἀνεξαριθμέτους διὰ τὸ πλῆθος καὶ τῶν αἰώνων ἐπέκεινα», ταὐτὸν δὲ εἰπεῖν «προαιωνίους τε καὶ ἀκτίστους». [βʹ].

Λέγομεν δή· θεία φύσις λέγεται ἡ κοινὴ οὐσία τῶν τριῶν θεαρχικῶν ὑποστάσεων.

Λέγεται θεία φύσις ἡ θεία ὑπόστασις, ὡς ὁ μακάριός φησι Κύριλλος πρὸς Ἀσιανοὺς γράφων· «Ἐσαρκώθη ἡ φύσις τοῦ θεοῦ λόγου», τουτέστιν, ἡ ὑπόστασις. Καὶ Ἀθανάσιος δὲ ὁ μέγας· «Οὐ γὰρ τὸ ἀγέννητον—φησί—τῶν οὐσιῶν αἴτιον, ἀλλ’ ἡ οὐσία τῶν οὐσιῶν αἰτία».

Ἐνταῦθα γὰρ πᾶσα ἀνάγκη τὰς οὐσίας ἀντὶ τῶν ὑποστάσεων νοεῖν· εἰ δὲ μή, πολλὰς οὐσίας ἐπὶ τῆς τριάδος ὁμολογήσομεν, καὶ οὐ πόρρω τῆς Ἀρείου μανίας τὸ καθ’ ἡμᾶς. Καὶ ὁ θεῖος Γρηγόριος ὁ Θεολόγος, ἐν τῷ πρὸς Ἥρωνα τὸν φιλόσοφον λόγῳ, τὰς φύσεις ἀντὶ τῶν ὑποστάσεων ἐδέξατο. Καὶ Διονύσιος δὲ ὁ Ἀρεοπαγίτης, ἐν τῷ περὶ τῆς οὐρανίου ἱεραρχίας, ὡσαύτως.

Λέγεται φύσις καὶ τὰ φυσικὰ ἰδιώματα, ὥσπερ φαμέν· «φύσις πυρὸς τὸ καίειν ἢ λάμπειν ἢ ἄνω φέρεσθαι», καθ’ ὃ σημαινόμενον. Καὶ ὁ θεῖός φησι Γρηγόριος ἐν τοῖς ἔπεσιν· «Ἡ δὲ γὰρ τριάδος ἐμῆς φύσις, ὄλβον ὀπάζειν». Καὶ πάλιν· «Γράφεις κατ’ ἀνδρός, ᾧ γράφειν ἐστὶ φύσις, ὥσπερ ὕδατι ῥεῖν καὶ θερμαίνειν πυρί».

Λέγεται θεία φύσις παρὰ ταῦτα αὐτὸς ὁ θεός, ὁ πατὴρ δηλαδὴ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καὶ Ἀριστοτέλης δὲ ἐν ταῖς κατηγορίαις οὐσίαν πρώτην τὰ καθ’ ἕκαστα ὠνόμασε· Πέτρον τυχὸν ἢ Παῦλον, ἢ τόνδε τὸν λίθον, ἢ τόδε τὸ φυτόν. Περὶ τούτου δὴ τοῦ σημαινομένου τῷ μεγάλῳ Γρηγορίῳ ὁ λόγος, λέγοντι· «Ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως οὐδέν». [γʹ]. Τί τοίνυν οὗτος ὁ λόγος πρὸς τοὺς λέγοντας διάκρισιν θεοπρεπῆ θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν, ἄκτιστον καὶ αὐτὴν οὖσαν;