Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγος σύντομος

Νεῖλος Καβάσιλας

Θεολογικές διακρίσεις μεταξύ θείας ουσίας, υποστάσεων και ενεργειών

Ανάλυση της διαφοροποίησης της θείας ουσίας τόσο από τις υποστάσεις όσο και από τις άκτιστες ενέργειες, με κριτήριο τα γνωρίσματα του μεθεκτού και του αμεθέκτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 3 από 5

Καὶ πρῶτον λέγομεν ὡς οὐ ταὐτὸν πάντη ἥ τε θεία οὐσία καὶ ἡ θεία ὑπόστασις. Τὸ θεῖον κατὰ μὲν τὴν φύσιν, ἕν, κατὰ δὲ τὰς ὑποστάσεις, οὐχ ἕν· καθὸ δέ ἐστι ἓν καὶ καθὸ οὐχ ἕν, πῶς ταὐτόν; Ἔτι, ἡ μὲν θεία φύσις κοινὴ τῶν τριῶν ὑποστάσεων, ἑκάστη δὲ τῶν τριῶν ὑποστάσεων καθ’ ἑαυτὴν ἰδιάζουσα· τὸ δὲ κοινὸν τῷ ἰδιάζοντι οὐ πάντη ταὐτόν.

Ἔτι, κατὰ μὲν τὴν φύσιν οὐ διακρίνεται τὸ θεῖον, ἀλλὰ συνάπτεται, κατὰ δὲ τὰς ὑποστάσεις διακρίνεται, οὐ συνάπτεται· ταῦτα δὲ ὡς ἕτερα, οὐδὲ λόγου δεῖ, εἰ μή τις καὶ τὴν ἀπόφασιν ἁπλῶς ταὐτὸν τῇ καταφάσει δύνασθαι λέγοι.

Ἔτι, διὰ μὲν τὴν θείαν φύσιν, μίαν οὖσαν, πόρρω γινόμεθα τῆς ἑλληνικῆς πολυθεΐας, διά τε τὰς τρεῖς ὑποστάσεις ἐκφεύγομεν τὴν τῶν ἰουδαίων ἄνοιαν· ἕτερον δὲ ἰουδαϊσμὸς καὶ ἕτερον ἑλληνισμός. Ἔτι, εἰ ταὐτὸν τῇ θείᾳ φύσει ἡ θεία ὑπόστασις, ἁπλῶς καὶ κατ’ οὐδὲν διενήνοχεν· ἢ διὰ τὴν μίαν φύσιν μία ἔσται καὶ ἡ ὑπόστασις—καὶ ἵνα τί Σαβέλλιον ἐλαύνομεν; —ἢ διὰ τὰς τρεῖς ὑποστάσεις τοσαῦται καὶ αἱ φύσεις—καὶ τῆς Ἀρείου μανίας οὐ πόρρω τὸ δόγμα—, [ϛʹ] Ἡ ἁγία δὲ καὶ οἰκουμενικὴ πρώτη σύνοδος, τὴν διαφορὰν οὐκ ἀγνοήσασα τῆς θείας οὐσίας πρὸς τὴν θείαν ὑπόστασιν, «τοὺς δὲ λέγοντας—φησί—ἐξ ἄλλης οὐσίας ἢ ὑποστάσεως εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ ἁγία τοῦ Χριστοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία».

Ἧι μαρτυρίᾳ χρησάμενος ὁ μέγας Βασίλειός φησιν ἐν ταῖς ἐπιστολαῖς, περὶ τῶν ἐν Νικαίᾳ λέγων πατέρων· «Οὐ ταὐτὸν εἶπον ἐκεῖνοι οὐσίαν καὶ ὑπόστασιν· εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλά, δηλονότι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας εἶναι τοῦ πατρός, ἀλλ’ ἐξ ἄλλης τινὸς ὑποστάσεως, ἀμφότερα ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀπηγόρευσαν». [ζʹ]. Ὅτι μὲν οὖν ἕτερον οὐσία καὶ ἕτερον ὑπόστασις, δῆλον ἐκ τῶν εἰρημένων· περὶ δὲ τῆς διαφορᾶς τῆς θείας οὐσίας καὶ τῶν φυσικῶς αὐτῇ προσόντων θείων ἰδιωμάτων ἐκεῖνο λέγομεν.

Μία μὲν ἡ οὐσία, ταῦτα δὲ πολλά· ἓν δὲ καὶ πλῆθος, ἕτερα. «Αἱ τοῦ πνεύματος γὰρ ἐνέργειαι ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως ἐνέργειαι;» Ἔτι, ἡ μὲν θεία οὐσία αἴτιον, ταῦτα δὲ ἐξ αὐτῆς ὡς ἐξ αἰτίου. «Οὐ γὰρ ἡ οὐσία—φασίν—ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας». Ἕτερον δὲ τὸ αἴτιον καὶ ἕτερον τὸ αἰτιατόν.

Ἔτι, ἡ μὲν θεία οὐσία ἀμέθεκτον, μεθεκτὸν δὲ ἡ θεία ἐνέργεια. «Ἐπὶ μεθέξει γάρ—φησίν—ὁ θεὸς τῆς αὐτοῦ ἀγαθότητος παραγαγὼν ἡμᾶς, ὥσπερ οὐ τῆς οὐσίας αὐτοῦ μετέδωκεν, οὕτως οὐδὲ τῆς γνώσεως τῆς οὐσίας αὐτοῦ». Ἄλλο δὲ τὸ ἀμέθεκτον καὶ ἄλλο τὸ μετεχόμενον.

Ἔτι, ἐκ μὲν τῆς θείας οὐσίας ὁ υἱὸς καὶ τὸ πνεῦμα, καὶ οὐχ ἡ κτίσις· ἡ δὲ κτίσις οὐκ ἐκ τῆς θείας οὐσίας, ἀλλ’ ἐκ τῆς θείας ἐνεργείας, δηλαδὴ τῆς θελήσεως. Ἕτερον δὲ κτίσις καὶ ἕτερον υἱός. Καὶ τῆς θείας ἄρα οὐσίας ἕτερον ἡ θεία ἐνέργεια· ἔργον μὲν γὰρ θείας φύσεως ἡ προαιώνιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις. Καὶ πάλιν· «Ἡ κτίσις <—φησίν—>, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας».

Ἔτι, εἰ ταὐτὸν οὐσία καὶ ἐνέργεια, μεθεκτὴ πάντως ἔσται ἡ τοῦ θεοῦ οὐσία· τοῦτο δὲ τῆς μασσαλιανῶν αἱρέσεως τὸ κεφάλαιον. Ἔτι, εἰ ταὐτὸν οὐσία καὶ ἐνέργεια, γινώσκομεν δὲ τὴν θείαν ἀγαθότητα, καὶ τὴν θείαν σοφίαν, γινώσκομεν ἄρα καὶ τὴν θείαν οὐσίαν· καὶ ψεύδεται ὁ λέγων «μηδενὶ ταύτην εἶναι γνωστήν, πλὴν ἢ τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι». [ηʹ]. Καὶ περὶ μὲν διαφορᾶς τῆς θείας οὐσίας πρὸς τὰς φυσικὰς αὐτῆς ἐνεργείας ἀρκεῖ καὶ ταῦτα. Ὅτι δὲ καὶ τῶν θείων ὑποστάσεων ἑκάστη τῶν θείων ἐνεργειῶν διενήνοχεν, ἐκεῖνα λέγομεν.

Τρεῖς μὲν αἱ θεῖαι ὑποστάσεις, ἐκεῖνα δὲ «διὰ τὸ πλῆθος ἀνεξαρίθμητα»· ὡρισμένον δὲ καὶ ἀόριστον πάντως ἕτερα. Ἔτι, ἑκάστη μὲν ὑπόστασις καθ’ ἑαυτὴν ἰδιάζουσα, αἱ δὲ θεῖαι ἐνέργειαι κοινῇ πᾶσαι περὶ ἑκάστην τῶν ὑποστάσεων.

Ἔτι, ἑκάστη μὲν ὑπόστασις ὑφέστηκε καθ’ ἑαυτήν, ἡ δὲ θεία ἐνέργεια οὐ καθ’ ἑαυτὴν ὑφέστηκεν. Ἔτι, μεθεκτὴ μὲν ἡ θεία ἐνέργεια, ἀμέθεκτος δὲ ἡ θεία ὑπόστασις. Καὶ ὁ μέγας δὲ Ἀθανάσιος ῥητῶς οὕτω λέγει· «Ὥσπερ ἡ ἐξουσία καὶ ἡ βασιλεία καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκαστον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ’ οὐσίαν ἴδια διερμηνευόμενα, οὕτω καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια περὶ τὴν ὑπόστασιν ἀναφέρεται». [θʹ]. Ὅτι δὲ καὶ ἄκτιστον οὐ κατὰ τὴν οὐσίαν μόνην τὸ θεῖον, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς οὐσιώδεις καὶ φυσικὰς ἐνεργείας, περὶ μὲν τῆς οὐσίας οὐδ’ ἔστι λέγειν, καὶ παρὰ τοῖς ἐναντίοις ὁμολογουμένου τοῦ δόγματος.