Φασὶ γὰρ ἐν τοῖς πρακτικοῖς· «Ὁ Χριστὸς εἷς ὢν ἔχει φυσικὰς ἐνεργείας, τὴν θείαν καὶ <τὴν> ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ τὴν κτιστήν, ὡς ἀληθινὸς καὶ τέλειος θεός, ἀληθινὸς καὶ τέλειος ἄνθρωπος». [ιʹ]. Εἰ δέ τις φαίη, ταῦτα μὲν καὶ λίαν ἔχειν ὀρθῶς, ἀπορεῖ δὲ πῶς τὸ θεῖον καὶ ἓν λέγεται καὶ τρία—καὶ πολυμερὲς δὲ καὶ ποικίλον οἱ θεολόγοι τοῦτό φασι—, καὶ πῶς ταῦτα συμβαίνει πρὸς ἄλληλα μηδεμιᾶς ὑποφαινομένης διαφωνίας, ἐκεῖνο λέγομεν· Μοναρχία τὸ τιμώμενον παρ’ ἡμῶν· πιστεύομεν γὰρ εἰς ἕνα θέον, ἕνα δὲ οὐ τῷ ἀριθμῷ—τοῦτο γὰρ τῆς ἰουδαϊκῆς ταπεινότητος—, ἀλλ’ ἕνα τῇ φύσει· τῷ γὰρ ἀριθμῷ τὸ θεῖον οὐχ ἕν, ἀλλὰ τρία. Καὶ πολυμερὲς δὲ καὶ ποικίλον τοῦτό φασι· τὸ μὲν διὰ τὰς ὑποστάσεις, τὸ δὲ διὰ τὸ φυσικῶς καὶ ὑπερφυῶς προσόντα τῷ θεῷ ἰδιώματα. Μαρτύριον δὲ τοῦ λόγου· τοῦ μὲν ἑνιαίου τῆς φύσεως· «Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι», τῶν δὲ τριῶν ὑποστάσεων· «Βαπτίζοντες αὐτούς—φησίν—εἰς τὸ ὄνομα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου πνεύματος», τῶν δὲ προσόντων τῇ θείᾳ φύσει ἰδιωμάτων· «Πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι, καὶ δεδόξασμαι ἐν αὐτοῖς». Τούτων δὲ οὕτως ἐχόντων, εἰ ἀριθμῷ τὸ θεῖον ἐλέγομεν ἕν, καὶ πάλιν οὐχ ἓν τῷ ἀριθμῷ, ἀλλὰ τρία ἢ πολλά, ἦν ἂν τὸ πρᾶγμα διαφωνία σαφής, καὶ πόρρω πάσης ἀληθείας τὸ καθ’ ἡμᾶς.