Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή από τον όγδοο έως τον δέκατο συλλογισμό: Πατρότητα, υιότητα και η ιδιότητα της προβολής

Έλεγχος των ισχυρισμών (Κεφάλαια 42-44) περί αποκλειστικής διάκρισης του Πατέρα από τον Υιό βάσει της πατρότητας, αποδεικνύοντας ότι το αγέννητο και το προβάλλειν είναι αποκλειστικά ιδιώματα του Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 8 από 12

Λατίνων κεφάλαιον μβʹ. Συλλογισμὸς ὄγδοος «Ἔτι ὁ Πατὴρ καὶ ὁ Υἱός, κατὰ τὴν ἑνότητα [τῆς] οὐσίας, οὐ διακρίνονται, εἰ μὴ καθόσον οὗτος μέν ἐστι Πατήρ, ἐκεῖνος δὲ Υἱός· ὅπερ ἂν τοίνυν παρὰ τοῦτό ἐστι, κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ· τὸ δ’ εἶναι ἀρχὴν τοῦ Ἁγίου Πνεύματος παρὰ τὸν τῆς πατρότητος καὶ υἱότητος λόγον ἐστίν, ἡ γὰρ σχέσις, ᾗ ὁ Πατήρ ἐστι Πατήρ, ἑτέρα ἐστὶ παρὰ τὴν ᾗ ἐστιν ὁ Πατὴρ ἀρχὴ τοῦ Ἁγίου Πνεύματος, ὡς προείρηται. Τὸ ἄρα εἶναι ἀρχὴν τοῦ Ἁγίου Πνεύματος κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ».

Λύσις τοῦ κεφαλαίου Ἐνταῦθα ὅτι μὲν ὁ Πατὴρ καὶ ὁ Υἱὸς κατὰ τὴν ἑνότητα τῆς οὐσίας οὐ διακρίνονται, καὶ ὅτι τὸ εἶναι ἀρχὴν τοῦ Ἁγίου Πνεύματος παρὰ τὸν τῆς πατρότητος καὶ υἱότητος λόγον ἐστί, πρὸς ἀλήθειαν εἴρηκε· τὰ δ’ ἄλλα, οὐκ ἄνευ τοῦ Ψεύδεσθαι. Αὐτίκα τὸ μὴ διακρίνεσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν κατ’ ἄλλο, εἰ μὴ καθόσον οὗτος μέν ἐστι Πατήρ, ἐκεῖνος δὲ Υἱός· ποῦ γὰρ θήσεις τὸ αἴτιον καὶ τὴν πηγὴν καὶ τὴν ἀρχήν, καθ’ ὃ διακρίνεται ὁ Πατὴρ τοῦ Υἱοῦ; «Πάντα γάρ—φησίν—ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· καὶ τὸ μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατὴρ πρὸς διάκρισιν τῶν θεαρχικῶν εἴρηται Προσώπων, καὶ τὸ ἄναρχον δὲ καὶ ἡ ἀρχή, τοῦ Πατρὸς ἰδιότητες.

Ὅτι δὲ ἡ ἀρχὴ καὶ ἡ πηγὴ καὶ τὸ αἴτιον ἄλλο παρὰ τὸ πατρικὸν ἰδίωμα, καὶ εἴρηται πολλάκις καὶ αὖθις εἰρήσεται. Οὐδὲ γὰρ ἀντιστρέφει· εἰ μὲν γὰρ μόνη πηγὴ θεότητος, καὶ μόνος ἐξανάγκης Πατήρ, εἰ δὲ μόνος Πατήρ, οὐκ ἀνάγκη καὶ μόνη πηγὴ θεότητος ἁπλῶς. Καὶ δῆλον ὅτι Λατῖνοι, δεχόμενοι μόνον τὸν Πατέρα γεννᾶν, δυσχεραίνουσι τὸ λέγεσθαι τοῦτον καὶ μόνον θεότητος αἴτιον ἢ μόνην πηγήν. Καὶ χωρὶς δὲ τούτου, τὸ ἄναρχον καὶ τὸ ἀγέννητον ἢ τὸ ἀναίτιον, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, καὶ ἄλλο παρὰ τὸν τῆς πατρότητος λόγον ἐστί, καὶ ἴδιόν ἐστι τοῦ Πατρός, καὶ τρόπον ὑπάρξεως χαρακτηρίζει τοῦ πῶς ἐστιν ὁ Πατήρ. Καὶ πάντων λεγόντων ἐστὶν ἀκούειν ὅτι καὶ ταύτῃ διακρίνεται Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ· «πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας».

Καὶ τὸν Ἰουστῖνον δὲ μάρτυρα ὄντα καὶ φιλόσοφον καὶ τῶν ἀποστόλων διάδοχον καὶ ἐπὶ τῶν χρόνων ἐκείνων τῆς Ἐκκλησίας προστάντα, ὡς ἐχρῆν τὸν ἀποστολικὸν ἄνδρα, καὶ μάρτυρα τῶν θεολογικῶν ἐκαλέσαμεν λόγων, ἀποδείξαντες τοῦτον ἐν τοῖς Περὶ Πίστεως κεφαλαίοις αὐτοῦ τοῖς διαφόροις τῶν ὑπάρξεων τρόποις τὰς θεαρχικὰς τῶν ὑποστάσεων διελόντα, ὧν ἐστι καὶ ἡ τοῦ ἀγεννήτου φωνή. Καὶ τί λέγω τοῦτον ἢ ἐκεῖνον; καὶ Θωμᾶς αὐτὸς ἐν ἑκκαιεικοστῷ κεφαλαίῳ τοῦ Κατὰ Ἑλλήνων τετάρτου βιβλίου· «Ὁ πατήρ—φησί—διακρίνεται τοῦ Υἱοῦ τῇ τῆς πατρότητος ἀναφορᾷ καὶ τῇ τῆς ἀγεννησίας». Οὐκ ἄρα ἀληθὴς ὁ λόγος μὴ διακρίνεσθαι τὸν Πατέρα καὶ τὸν Υἱόν, εἰ μὴ καθόσον οὗτος μέν ἐστι Πατήρ, ἐκεῖνος δὲ Υἱός· ὥστε καὶ τὸ ἑπόμενον ἀνάγκη πᾶσα τῆς αὐτῆς κεραμείας εἶναι, τὸ κοινὸν εἶναι Πατρὶ καὶ Υἱῷ πᾶν τὸ παρὰ τὴν πατρότητα καὶ υἱότητα.

Καὶ χωρὶς δὲ τούτων, δέδεικται μηδαμῶς ὑπάρχον τι κοινὸν Πατρὶ καὶ Υἱῷ, ὃ μὴ τῷ Πνεύματι πρόσεστι· τὰ γὰρ κοινὰ Πατρὶ καὶ Υἱῷ, κοινὰ καὶ τῷ Πνεύματι καὶ ἡ τῶν ἀποστόλων καὶ θεολόγων φησὶ παράδοσις. Εἰ δὲ καὶ δοίημεν εἶναι, καὶ οὕτω ψεῦδος πᾶν τὸ παρὰ τὴν πατρότητα καὶ υἱότητα ἐξανάγκης εἶναι κοινὸν Πατρὶ καὶ Υἱῷ· πολλῶν γὰρ δειχθέντων οἷς ὁ Πατὴρ διακρίνεται τοῦ Υἱοῦ, ἀδύνατον ἐκεῖνα τῷ Υἱῷ νέμειν καὶ ὁπωσοῦν. Οὕτω δὴ τῶν τοῦ συλλογισμοῦ ὑποθέσεων ἐπὶ σαθροῦ ἱσταμένων, πῶς ἂν εἴη τὸ συμπέρασμα ἀναγκαῖον; Μᾶλλον δὲ εἰ διακρίνεται ὁ Πατὴρ τοῦ Υἱοῦ τῇ πηγαίᾳ θεότητι, ὡς ἐδείξαμεν, πᾶσα ἀνάγκη τὸ συναγόμενον καὶ ἀδύνατον εἶναι καὶ ταῖς προαπηριθμημέναις αἰτίαις ἔνοχον.

Λατίνων κεφάλαιον μγʹ. Συλλογισμὸς ἔνατος «Ἔτι ὃ μὴ τῷ τινος ὁρισμῷ ἐναντίον ἐστίν, οὐκ ἀδύνατον αὐτῷ συνελθεῖν, εἰ μή που κατὰ συμβεβηκός· τὸ δὲ εἶναι ἀρχὴν τοῦ Ἁγίου Πνεύματος οὐκ ἔστιν ἐναντίον τῷ τοῦ Υἱοῦ λόγῳ. Οὔτε ὡς Θεοῦ· ἐπεὶ καὶ ὁ Πατήρ ἐστιν ἀρχὴ τοῦ Ἁγίου Πνεύματος. Οὔτε ὡς Υἱοῦ· ἐπεὶ καὶ ἑτέρα ἐστὶν ἡ τοῦ Πνεύματος πρόοδος καὶ ἑτέρα ἡ τοῦ Υἱοῦ· οὐ μάχεται δὲ τῷ ἐξ ἀρχῆς κατὰ μίαν πρόοδον ὄν[τι] τὸ ἀρχὴν εἶναι τῆς τοῦ ἑτέρου προόδου.

Λείπεται τοίνυν οὐκ ἀδύνατον εἶναι ἀρχὴν εἶναι τὸν Υἱὸν τοῦ Ἁγίου Πνεύματος· ὃ δὲ οὐκ ἀδύνατον εἶναι, δυνατὸν εἶναι· ἐν δὲ τοῖς θείοις οὐδὲν διαφέρει τὸ εἶναι καὶ δύνασθαι. Ὁ Υἱὸς ἄρα ἀρχή ἐστι τοῦ Ἁγίου Πνεύματος».

Λύσις τοῦ κεφαλαίου Οὐδ’ οὗτος ὁ λόγος διὰ πάντων συμβαίνει τοῖς πράγμασι. Τί γὰρ ἂν εἴποι περὶ Πατρὸς καὶ Υἱοῦ; πότερον τὸ εἶναι πατέρα ἐναντίον ἐστὶ τῷ τοῦ Υἱοῦ λόγῳ, ἢ οὐδαμῶς; Ἀλλ’ εἰ μὲν οὐκ ἔστιν ἐναντίον οὐδὲ μαχόμενον, κατὰ τὴν θέσιν τὴν αὐτοῦ, λείπεται μὴ ἀδύνατον εἶναι πατέρα γενέσθαι τὸν Υἱόν. «Ὃ δὲ οὐκ ἀδύνατον εἶναι, δυνατὸν εἶναι, ἐν δὲ τοῖς θείοις οὐδὲν διαφέρει τὸ εἶναι τοῦ δύνασθαι», ἵνα τοῖς αὐτοῖς χρήσωμαι, Ὁ Υἱὸς ἄρα καὶ πατήρ ἐστιν. Εἰ δὲ τὸ πατέρα εἶναι ἐναντίον λέγει τῷ τοῦ Υἱοῦ λόγῳ, οὐδ’ οὔτως ὁ λόγος Λατίνων ἵσταται· ἔστι γὰρ καὶ τὸν λόγον μάχεσθαι καὶ τὸν Υἱὸν πατέρα γενέσθαι. Καὶ δῆλον ἀπὸ τῶν ὄντων, ἐξ ὧν αὐτὸς ἐπισύρεται τὴν ἀνάγκην τῆς θεολογίας τῆς ἑαυτοῦ· σχεδὸν γὰρ τῶν ἀνθρώπων ἕκαστος καὶ πατήρ ἐστι καὶ υἱός.

Ἔτι καὶ ἕπεται μηδὲ πρὸς διάκρισιν αὔταρκες οἴεσθαι τὸ γεννᾶν καὶ γεννᾶσθαι, διὰ τὸ τὸν δεῖνα ἢ τὸν δεῖνα καὶ πατέρα εἶναι καὶ υἱόν, συνιόντων εἰς ταὐτὸ τοῦ γεννᾶν καὶ γεννᾶσθαι, ὡς ἡ τερατώδης θεολογία φησί.

Καὶ μὴν καὶ πρὸ τοῦ προαγαγεῖν τὰ πάντα ὁ Θεὸς εἰς τὸ εἶναι, ἐδύνατο ταῦτα παραγαγεῖν, ἀλλ’ οὐ παρήγαγε, καίτοι σφόδρα δυνάμενος· οὐκ ἄρα ἀληθὴς ὁ λόγος, ὡς ἐν τοῖς θείοις οὐδὲν διαφέρει τὸ εἶναι τοῦ δύνασθαι.

Ἔτι φησὶν ὁ θεῖος Διονύσιος· «Δύναμις ὁ Θεὸς καλεῖται καὶ τῷ ὑπερδύνασθαι καὶ ἀπειράκις ἀπείρους τῶν οὐσῶν δυνάμεων ἑτέρας παραγαγεῖν, καὶ τῷ μὴ ἄν ποτε δυνηθῆναι τὰς ἀπείρους καὶ ἐπ’ ἄπειρον παραγομένας δυνάμεις, τὴν ὑπεράπειρον αὐτοῦ τῆς δυναμοποιοῦ δυνάμεως ἀμβλύναι ποίησιν».

Ἀλλὰ δυνάμενος τὸν εἰρημένον τρόπον, οὐ παρήγαγεν. Οὐκ ἄρα πάντα ἀληθῆ νομιοῦμεν τὸν λόγον, ὡς ἐν τοῖς θείοις οὐδὲν διαφέρει τὸ εἶναι τοῦ δύνασθαι. Καὶ μὴν εἰ τοῖς αὐτοῖς καὶ ἡμεῖς χρησάμενοι οὕτω λέγοιμεν· ὃ μὴ τῷ τινος ὁρισμῷ ἐναντίον ἐστί, οὐκ ἀδύνατον αὐτῷ συνελθεῖν· τὸ δ’ εἶναι ἀρχὴν τοῦ Υἱοῦ οὐκ ἔστιν ἐναντίον τῷ τοῦ Πνεύματος λόγῳ, οὔτε ὡς Θεοῦ, ἐπεῖ καὶ ὁ Πατὴρ καὶ Θεός ἐστι καὶ ἀρχὴ τοῦ Υἱοῦ, οὔτε ὡς Πνεύματος, ἐπεὶ ἑτέρα ἐστὶν ἡ τοῦ Υἱοῦ πρόοδος καὶ ἑτέρα ἡ τοῦ Πνεύματος· οὐ μάχεται δὲ τῷ ἐξ ἀρχῆς κατὰ μίαν πρόοδον ὄν[τι] τὸ ἀρχὴν εἶναι τῆς τοῦ ἑτέρου προόδου· λείπεται τοίνυν οὐκ ἀδύνατον εἶναι ἀρχὴν εἶναι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ· ὃ δὲ οὐκ ἀδύνατον εἶναι, δυνατὸν εἶναι· ἐν δὲ τοῖς θείοις οὐδὲν διαφέρει τὸ εἶναι τοῦ δύνασθαι. Ἂν δὴ ταῦτα ὡσαύτως λέγωμεν, εἶτα ἐκ τῶν λόγων ἀνακύπτῃ συμπέρασμα ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον ἀρχή ἐστι τοῦ Υἱοῦ· τί ἐροῦσιν; Ἢ γὰρ τὸ ἀναγκαῖον μεθ’ ἑαυτῶν αἱ προτάσεις ἔχουσιν, ἢ τὸ ἐνδεχόμενον, ἢ τὸ ἀδύνατον· ἀλλὰ τὸ μὲν ἀναγκαῖον ἢ τὸ ἐνδεχόμενον, πῶς; οὐ γὰρ ἐκ τοιούτων ἀδύνατον; ἀδύνατον δὲ καὶ αὐτοῖς δοκεῖ εἶναι τὸ Πνεῦμα τὸ Ἅγιον ἀρχὴν τοῦ Υἱοῦ. Λείπεται τοίνυν μετὰ τοῦ ἀδυνάτου τὰς τοιαύτας καὶ δὴ προχωρεῖν.

Ὥστε ἂν μὲν τὰ νυνὶ λεγόμενα πρὸς βλασφημίαν φέρει, πάντως πρὸς τὴν αὐτὴν ὁδὸν καὶ οἷς ᾠήθησαν Λατῖνοι τὸν Υἱὸν δεικνύναι τοῦ Πνεύματος αἴτιον· εἰ δὲ ἐκεῖνα φαῖεν εὖ καὶ καλῶς ἐκείνοις εἰρῆσθαι, πάντως καὶ ταῦτα. Οἷς γὰρ ἢ ταῦτα λύσουσιν ἢ ἐκεῖνα ἐπαινέσονται, τοῖς αὐτοῖς καὶ ἡμεῖς χρησάμενοι καὶ τοῦτο κἀκεῖνο δείξομεν. Εἰ δὲ λέγοιεν προϋποκεῖσθαι τούτοις τὸν Υἱὸν ἐκ μόνου τοῦ Πατρὸς γεγεννῆσθαι, ἀλλὰ καὶ ἡμῖν οὐδὲν ἧττον προϋπόκειται τὸ τοιοῦτον, οὕτω διαρρήδην τῶν θεολόγων βοώντων· «Τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ οὐ λέγομεν», καὶ «Οὐκ ἔχει ὁ Υἱὸς τὴν αἰτίαν τοῦ Πνεύματος», καὶ «Μόνη πηγὴ θεότητος ὁ Πατήρ». Οὐκοῦν ὅπερ ἀρχόμενοι τῆς πρὸς τοὺς συλλογισμοὺς πάλης εἰρήκαμεν, τοῦτο κἀνταῦθα, καὶ πρὸς πάντα σχεδὸν συλλογισμὸν λέγειν ἔξεστι, ὡς, εἰ καὶ μηδὲν ἄλλο, τοῖς λόγοις τούτοις αἶσχος προσῆν, πάντα δὲ αὐτοῖς μετὰ τοῦ προσήκοντος ἐχώρει· τό γε ἐκ τῶν λόγων τούτων μηδὲν ἧττον ἔχειν δεικνύναι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ, ἱκανὸν μηδεμίαν χώραν τοῖς λόγοις τούτοις διδόναι ἐν τῇ τῶν χριστιανῶν θεολογίᾳ. Ὥστε φευκτέον τοὺς λόγους τούτους ἐστί, μή ποτε λάθωμεν εἰς κακῶν ἐμπεσόντες βάθος, καὶ ὁ κίνδυνος ἡμῖν περὶ τῶν ἐσχάτων γένηται.

Λατίνων κεφάλαιον μδʹ. Συλλογισμὸς δέκατος Ἔτι τοῦ Πατρὸς γεννῶντος μὲν τὸν Υἱόν, προβάλλοντος δὲ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ μὲν γεννᾶν χαρακτηριστικὸν τῆς αὐτοῦ ἐστιν ὑποστάσεως (ὡς καὶ τοὔνομα δηλοῖ) καὶ συστατικόν, Πατὴρ γὰρ καλεῖται· τὸ δὲ προβάλλειν οὐ χαρακτηριστικόν, οὐ γὰρ ἀπὸ τούτου καλεῖται· εἰ δὲ μὴ χαρακτηριστικόν, οὐδὲ ἴδιον· μὴ ἴδιον δὲ ὄν, κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ, καὶ ἦν ἂν καὶ Ἁγίῳ Πνεύματι, εἰ μὴ ἀδύνατον ἦν ἐξ ἑαυτοῦ ἐκπορεύεσθαι.

Λύσις τοῦ κεφαλαίου Ἀλλὰ τίς ἂν ἐνέγκαι ῥᾳδίως τοσούτων σοφισμάτων φοράν; Φησὶ μὲν γὰρ μὴ ἀπὸ τοῦ προβάλλειν τὸν Πατέρα καλεῖσθαι, καὶ μὴν καὶ χαρακτηρίζειν τὴν ὑπόστασιν τὴν τοῦ Πατρὸς ἐκεῖνο ἐξ οὗ δὴ καὶ καλεῖται.

Ὅτι δὲ καὶ τοῦτο κἀκεῖνο ψεῦδος, οὐ πολλῶν δεήσει λόγων ἡμῖν· καλεῖται γὰρ ὁ Πατὴρ οὐκ ἀπὸ τοῦ γεννᾶν μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προβάλλειν. Δέδεικται γὰρ ἐν τῷ **** κεφαλαίῳ ὅτι τὸ τοῦ Πατρὸς ὄνομα ἡ γραφὴ οὐκ ἰδιαζόντως πρὸς τὸν Υἱὸν ἀναφέρει, ἵνα τὸν γεννῶντα δείξῃ, ἀλλ’ ἤδη τὴν φωνὴν ταύτην καὶ ἐπὶ τοῦ αἰτίου ἁπλῶς ἐδέξατο, ὡς συναμφότερα σῴζειν ἐν ἑαυτῇ, τόν τε γεννῶντα καὶ τὸν προβάλλοντα. Ὥστε εἰ, κατὰ τὸν λόγον τὸν ἐκείνων, ἐκεῖνο καὶ δὴ χαρακτηρίζει τὴν ὑπόστασιν τοῦ Πατρὸς ἐξ οὗ δὴ καὶ καλεῖται, τὸ δὲ χαρακτηριστικόν, καὶ ἴδιον, ὡς καὶ αὐτοί φασιν, ἴδιον ἂν εἴη τοῦ Πατρὸς τὸ προβάλλειν.

Εἰ δὲ καὶ ὁ θεολόγος ἀξιόπιστος ἐν τοῖς θεολογικοῖς ἐστιν, ὥσπερ ἐν τοῖς κατὰ γεωμετρίαν ὁ γεωμέτρης, ἐδείξαμεν καὶ αὐτὸν προβολέα τὸν Πατέρα προσειρηκότα, καὶ ταῦτα περὶ διακρίσεως τῶν θείων Προσώπων τοὺς λόγους ποιούμενον. Καὶ οἱ λέγοντες τὸν Πατέρα μόνην πηγὴν θεότητος, ὥστε διελεῖν αὐτὸν ἀπὸ τοῦ Υἱοῦ, δῆλοι πάντως εἰσὶ καὶ ἀπὸ τοῦ προβάλλειν αὐτὸν καλοῦντες.

Ἔτι εἰ καὶ μὴ ἀπὸ τοῦ προβάλλειν ὁ Πατὴρ ἐκαλεῖτο, οὐδ’ οὕτω πᾶσα ἀνάγκη μηδὲ χαρακτηριστικὸν αὐτό, μηδὲ ἴδιον εἶναι διατοῦτο τῆς ἀρχικῆς ὑποστάσεως. Καὶ γὰρ ἡ τοῦ ἀγεννήτου φωνὴ οὔτε γνώριμος τῇ γραφῇ, οὐδὲ γὰρ ἀπὸ τούτου τὸν Πατέρα διαρρήδην προσεῖπε, καὶ χαρακτηριστικὸν δὲ καὶ τοῦτο τῆς τοῦ Πατρός ἐστιν ὑποστάσεως. Ὥστε τίς ἂν γένοιτο τῷ λόγῳ δικαία συγγνώμη, ἀναγκαῖα περαίνειν λογιζομένῳ, οὕτω τῶν ὑποθέσεων ἐπισυρομένων τὸ ψεῦδος; Καὶ μὴν καὶ τὸ γεννᾶν χαρακτηριστικὸν μὲν λέγειν τῆς πατρικῆς ὑποστάσεως, οὐδὲν ἄτοπον· συστατικὸν δέ, οὐκ οἶδα εἰς τί ποτε Λατῖνοι βλέποντες ταῦτα φθέγγονται. Οὔτε γὰρ ἔθος τοῖς θεολόγοις συστατικὰ τὰ προσωπικὰ καλεῖν, οὔτε, εἰ κληθεῖεν, συστατικὸν ἂν δικαίως λέγοιτο τὸ γεννᾶν τῆς τοῦ Πατρὸς ὑποστάσεως.

Ἔχει γὰρ οὕτω· τῶν ἐν τῇ Τριάδι προσωπικῶν τὰ μὲν καὶ ἴδιά εἰσι καὶ τρόπον τῆς ὑπάρξεως ἑκάστης τῶν ὑποστάσεων δείκνυσιν, ὥσπερ τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, τὸ μὲν τοῦ Πατρός, τὸ δὲ τοῦ Υἱοῦ, τὸ δὲ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐδείξαμεν· τὸ μὲν γὰρ ἀγέννητον τὸν τρόπον τοῦ πῶς ἐστιν ὁ Πατὴρ δείκνυσιν, ὅτι ἀπ’ οὐδενὸς τὸ εἶναι ἔχει, ἔστι γὰρ αὐτὸς καθ’ ἑαυτὸν πρῶτος, οὐκ ἐξ ἄλλης ἀρχῆς τὸ εἶναι ἔχων· τὸ δὲ γεννητὸν τὸν Υἱὸν ἀφορίζει, δείκνυσι γὰρ αὐτὸν αἰτίαν ἔχοντα, ἀφ’ ἧς δὴ καὶ προῆλθε, κατὰ γέννησιν δηλαδή· τὸ δὲ ἐκπορευτὸν τὸ Πνεῦμα τὸ Ἅγιον δῆλον καθίστησιν, ὅτι καὶ αὐτὸ ἀπ’ αἰτίας ἔχει τὸ εἶναι, οὐ κατὰ γέννησιν, ἀλλὰ κατὰ προβολήν. Τὸ δὲ γεννᾶν καὶ προβάλλειν, εἰ καὶ προσωπικά εἰσι καὶ τοῦ Πατρὸς ἰδιότητες, ἀλλ’ οὖν οὐ τὸ πῶς εἶναι σημαίνουσι τοῦ Πατρός, ἀλλ’ ἰδιώματα περὶ αὐτ[ό]ν εἰσι, δεικνύντα πῶς ἔχει σχέσεως πρός τε τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ὅτι ἀμφοτέροις ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ δίδωσιν ὕπαρξιν, αἴτιος αὐτοῖς ὤν. Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ Περὶ Υἱοῦ πρώτῳ λόγῳ· «Οὔτε οὐσίας ὄνομα ὁ Πατήρ, οὔτε ἐνεργείας· σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν Υἱὸν ὁ Πατήρ, ἢ ὁ Υἱὸς πρὸς τὸν Πατέρα».

Εἰ δέ τις φιλονεικοίη τὸ γεννᾶν τρόπον εἶναι ὑπάρξεως ἐπὶ τοῦ Πατρός, πρῶτον μὲν ἐναντία τοῖς θεολόγοις ἐρεῖ, ἐκεῖνοι γὰρ τῇ φωνῇ τοῦ ἀγεννήτου τὸ τοιοῦτον ἀπένειμον. Ἔπειτα οὐδὲ ἀμφοτέρα οἰησόμεθα τρόπον ὑπάρξεως σῴζειν ἐπὶ τοῦ Πατρός· διάφορα γάρ εἰσι· διαφέροντας δὲ τρόπους ὑπάρξεων τῷ Πατρὶ προσνέμειν, μὴ λίαν ᾖ τολμηρόν; Ὥστε εἰ καὶ ἐξ ἀϊδίου τῷ Πατρὶ τὸ γεννᾶν καὶ προβάλλειν ἰδιότητες περὶ αὐτὸν οὖσαι καὶ δεικν[ῦ]σαι ὡς ἄλλοις ἐξ ἑαυτοῦ τὸ εἶναι δίδωσιν, ἀλλ’ οὖν ἀνάγκη προεπινοεῖσθαι τὸν τρόπον τῆς ἑαυτοῦ ὑπάρξεως τῆς τοῦ γεννᾶν ἰδιότητος· δεῖ γὰρ ἐπινοεῖσθαι πρότερον ὅτι ἐστίν, εἶθ’ ὅτι καὶ γεννᾷ ἢ προβάλλει.

Καὶ μὴν εἰ ὥσπερ τὸ γεννᾶν τὴν πρὸς τὸν Υἱόν, οὕτω καὶ τὸ προβάλλειν τὴν πρὸς τὸ Πνεῦμα τοῦ Πατρὸς δείκνυσι σχέσιν, εἰ τρόπον ὑπάρξεως νομιοῦμεν ἐπὶ τοῦ Πατρὸς τὸ γεννᾶν, οὐδὲν ἧττον καὶ τὸ προβάλλειν τρόπον ὑπάρξεως ἐπὶ τοῦ Πατρὸς προσεροῦμεν· εἰ μὲν γὰρ ἐκεῖνο, καὶ τοῦτο, εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἐκεῖνο. Οὐκοῦν, τρόπον ὃν εἴρηται διηρημένων τῶν ἐν τῇ Τριάδι προσωπικῶν, εἰ ὅλως ἔνια τούτων συστατικὰ προσῆκε καλεῖν, τὰ χαρακτηρίζοντα τὸν τῆς ὑπάρξεως τρόπον οὕτω καλεῖν δίκαιον, ὥσπερ δὴ τὸ ἀγέννητον ἐπὶ τοῦ Πατρός, καὶ τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι, τὸ μὲν ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ ἐπὶ τοῦ Ἁγίου Πνεύματος· οὐ τὸ γεννᾶν ἢ προβάλλειν, ἴδια μὲν ὄντα, σχέσιν δὲ ὑποφαίνοντα τοῦ πρώτου αἰτίου πρὸς τὰ ἐξ αὐτοῦ προϊόντα κατὰ διάφορον τρόπον, ὥσπερ εἴρηται.

Ἔτι εἰ τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ, τὰ δὲ κοινὰ τούτοις κοινὰ πάντως καὶ τῷ Πνεύματι, ὡς ἡ κοινὴ τῶν θεολόγων βούλεται γνώμη, ἐπιεικῶς ἄρα προβολεὺς ἂν εἴη καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Εἰ μὲν οὖν οὐδαμῶς ἄτοπον τὸ συμπέρασμα, ἄλλος ἂν εἴη λόγος· εἰ δὲ τοῦτο οὐδ’ ἂν αὐτοὶ φαῖεν, ζητείτωσαν τὴν αἰτίαν. Σαφῶς γὰρ διὰ τὴν ἐλάττονα τῶν προτάσεων τὸ ἄτοπον ἠκολούθηκεν, οὐδὲ γὰρ εἰς τὴν μείζονα τὴν αἰτίαν ἀνοίσομεν, ἵνα μὴ κακοὶ φανῶμεν περὶ τοὺς εὐεργέτας. Εἰ δέ τισι ἱκανὸν πρὸς ἀπολογίαν δοκεῖ τὸ λέγειν, ὡς ἄρα τὸ προβάλλειν ἦν ἂν κοινὸν καὶ τῷ Πνεύματι, εἰ μὴ ἀδύνατον ἦν καὶ ἐξ ἑαυτοῦ ἐκπορεύεσθαι, ἀλλὰ τοῦτο ἢ ἀγνοούντων ἐστὶ τὰς μεθόδους τὰς λογικάς, ἢ προσποιουμένων τὸν ἀγνοοῦντα.

Εἰ μὲν γὰρ ἔχοιεν δεικνύναι ἐκ τῶν ὑποθέσεων τῶν ἑαυτῶν μηδὲν ἄτοπον ἑπόμενον, δεικνύτωσαν· ὡς ἐὰν μὴ τοῦτο δύνωνται, οὐδεμία γένοιτ’ ἂν ἐκείνοις συγγνώμη. Συνιεῖσι μὲν τὸ ἐκ τῶν λόγων δεινόν· οὕτω δὲ πρὸς παραιτήσεις ἀγεννεῖς βλέπουσιν, οὕτω γὰρ ἔξεστι πάντα μὲν λέγειν, πάντα δὲ διαφεύγειν ἄτοπα. Ὥστε πῶς ἂν τὸ ἀναγκαῖον ἢ τὸ ἀληθὲς καὶ ὁπωσοῦν ἔχοιεν οἷς οὕτω τὸ ἀδύνατον καὶ σφόδρα γε ἕπεται; Οὐκ ἄρα τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ, ὃ δὲ μὴ κοινόν, πάντως ἴδιον· οὐκοῦν τὰ ἐκ τῶν ἐλπίδων, ὅσα γε καὶ εἰς τοῦτον ἥκει τὸν λόγον, Λατίνοις οἴχεται.