Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ἐφεσίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στο Εφεσίους 1,3 - 2,1: Η θεία οικονομία και η Εκκλησία ως σώμα Χριστού

Σχολιασμός της προαιώνιας εκλογής, του μυστηρίου του θείου θελήματος, της δωρεάς του Αγίου Πνεύματος και της αναστάσεως του Χριστού ως κεφαλής των πάντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 5

Eph 1,3—13 〈Ὁ εὐλογήσας ἡμᾶς.〉 εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ, ἐχαρίτωσε διὰ τοῦ υἱοῦ. πῶς δὲ διὰ τοῦ υἱοῦ; ὦ θαῦμα· 〈διὰ τοῦ αἵματος αὐτοῦ,〉 φησίν. εἶδες 〈πλοῦτον χάριτος;〉 μᾶλλον δὲ περισσείαν καὶ ἄφατον ἔλεος; οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ 〈ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ.〉 διὰ τίνος τοῦτο; καὶ τοῦτο διὰ τοῦ υἱοῦ· πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρός· οὐδὲ γὰρ ἔν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἠγαπημένου υἱοῦ. ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε, πάλιν τῆς υἱοθεσίας μέμνηται, 〈δι᾽ οὗ,〉 λέγων, 〈καὶ ἐκληρώθημεν·〉 οἱ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κληρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται, ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος. γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτω πολιτεύσασθαι, ὥστε 〈εἰς ἔπαινον〉 γενέσθαι 〈τῆς δόξης αὐτοῦ,〉 τοῦτ᾽ ἔστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐάρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὁρᾶσθαι παρὰ πάντων· 〈ὅπως γὰρ ἴδωσιν,〉 φησί, 〈τὰ καλὰ ὑμῶν ἔργα,〉 ὁ κύριος ἐν Εὐαγγελίοις, 〈καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς.〉 Εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον 〈ἐν πάσῃ πνευματικῇ εὐλογίᾳ,〉 ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ 〈ἐπουρανίοις.〉 διὰ τίνος; διὰ Ἰησοῦ Χριστοῦ.

πῶς; 〈καθὼς ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου·〉 οὕτως ἀρχαία ἡ ἡμῶν ἐκλογὴ καὶ εὐλογία. ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο; ἐπὶ τὸ 〈εἶναι ἁγίους καὶ ἀμώμους,〉 τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ. πόθεν εἰς τοῦτο κινηθείς; ἐξ ἀγάπης μόνης. ἵνα τί γίνηται; ἵνα υἱοθετήσῃ ἡμᾶς διὰ τοῦ Χριστοῦ ἑαυτῷ· τοῦτο γὰρ καὶ προώριστο. ἐκ ποίας ἡμῶν ἐργασίας; ἐξ οὐδεμιᾶς, πλὴν ὅτι 〈δι᾽ εὐδοκίαν τοῦ θελήματος αὐτοῦ·〉 ηὐδόκησε γὰρ καὶ ἠθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων. πῶς γὰρ ἦν συνεισενεγκεῖν τοὺς μηδ᾽ ἀρχήν που τοῦ εἶναι λαβόντας; καὶ τί τὸ ἐκ τούτου κέρδος; ἄφατος ἀνακύπτει 〈ἔπαινος〉 καὶ ἐγκώμιον τῆς δεδοξασμένης 〈αὐτοῦ χάριτος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς.〉 διὰ τίνος; ἢ δῆλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἠγαπημένου αὐτοῦ υἱοῦ. πῶς; ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν· ἦμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν, δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος. καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν; οὐκ ἔστιν εἰπεῖν, πλὴν ὅτι 〈πλοῦτος〉 ἐστὶ 〈χάριτος,〉 περισσεία χάριτος, ὑπερβολή· οὐκ ἔστιν ἄλλο εἰπεῖν. τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὐ μόνον ἐνήργησε, ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό. πῶς; φρενώσας καὶ σοφίσας ἡμᾶς εἰς κατάληψιν αὐτοῦ.

πάντα τῆς ἐκείνου εὐεργεσίας, τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον, τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν· καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἀφάτου στοργῆς καὶ κηδεμονίας, τὸ 〈γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον,〉 οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα. ὁρᾷς τίνων ἡμᾶς ἀξιοῖ; καὶ τοῦτο ἦν 〈τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ,〉 τοῦτ᾽ ἔστι διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον 〈κατ᾽ εὐδοκίαν〉 γενέσθαι. εὐλόγως δὲ πάλιν εἶπεν τὸ 〈κατ᾽ εὐδοκίαν,〉 καὶ ὅτι διὰ τοῦ υἱοῦ ἦν προτεθειμένον γενέσθαι· ἐπειδὴ γὰρ εἰπὼν αὐτὸ κατ᾽ ἀρχάς, καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συναίρων ἀπέστησε πολὺ τὸν ἀκροατὴν τοῦ λόγου, πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων, ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός, τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν. εἶτα ταῦτα δέ, φησίν, 〈εἰς οἰκονομίαν,〉 τοῦτ᾽ ἔστιν ἐπὶ ἀφάτῳ προνοίᾳ καὶ διοικήσει τῶν τῆς συντελείας 〈καιρῶν,〉 τοῦτ᾽ ἔστι τῶν κατὰ τὴν συντέλειαν πραγμάτων· ὅσα γὰρ ἐπράχθη, διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη.

διὸ καὶ ὁ Χριστὸς τότε διὰ τῆς ἐκβάσεως τῶν πραγμάτων φανεροῦται, 〈ἀνακεφαλαιούμενος τὰ πάντα ἐν αὐτῷ.〉 Ἢ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι 〈κατ᾽ εὐδοκίαν〉 τοῦ θελήματος τοῦ πατρός, ἀλλὰ καὶ τὸ ἀξιωθῆναι ἡμᾶς μαθεῖν τοῦτο, ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονε 〈κατ᾽ εὐδοκίαν〉 τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτησεν· ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ηὐδόκησεν ὁ πατὴρ καὶ ἠθέλησεν. ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν δεύτερον τὸν θεῖον Παῦλον· 〈τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν〉 καὶ ἑξῆς, ἢ ὡς νῦν ἀνεπτύχθη· ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διΐσταται τοῦ εὐλόγου.

Eph 1,14 〈Ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν.〉 ὅς ἐστι τὸ πνεῦμα, φησίν. ἐποιήσατο δὲ τὴν μετάληψιν τοῦ ἄρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ 〈πνεῦμα,〉 ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεοῦ. ἐπεὶ γὰρ εἶπε 〈πνεύματι,〉 τοῦτο δέ ἐστι θεός, ἐπάγει οἰκείως καὶ βαθύτερον συντάσσων· 〈ὅς ἐστιν ἀρραβὼν〉 καὶ ἑξῆς.

Eph 1,15 Καθ᾽ ὑπερβατὸν 〈τὴν ἐν τῷ κυρίῳ Ἰησοῦ καθ᾽ ὑμᾶς πίστιν·〉 ἣν ὑμεῖς, φησί, κέκτησθε. Eph 1,19—21 〈Καὶ τί τὸ ὑπερβάλλον μέγεθος.〉 τὸ γὰρ καθ᾽ ὑπερβολὴν μέγεθος τῆς ἀφάτου δυνάμεως αὐτοῦ καὶ 〈εἰς ἡμᾶς τοὺς πιστεύοντας〉 ἐπιδείκνυται. πῶς; ὅτι τοῖς πάθεσι πάσας τὰς αἰσθήσεις νενεκρωμένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ συγκεχωσμένον, ἀνέστησε καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἴγλην καὶ τὴν λαμπρότητα. ὄντως τοῦτο 〈κράτος ἰσχύος αὐτοῦ.〉 διὸ καὶ συνιέναι αὐτοὺς διὰ τῆς τοῦ πνεύματος σοφίας ἐπεύχεται τοῦτο· ἂν γὰρ συνίωμεν ὃ εὐεργετήμεθα, μᾶλλόν τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτῃ εὐχαρίστως ἐσόμεθα διακείμενοι. τὸ δὲ 〈κατὰ τὴν ἐνέργειαν ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ,〉 ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν· ἢ 〈κατὰ τὴν ἐνέργειάν〉 φησιν, αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν, οἷον δι᾽ ἣν πεπιστεύκαμεν καὶ δι᾽ ἣν ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου. ἡ γὰρ 〈ἐνέργεια ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν〉 καὶ ἑξῆς, αὕτη γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης· ἀνέστη γάρ, ὅτι τέθνηκεν· τέθνηκε δέ, ὅτι σεσάρκωται· σεσάρκωται δέ, ἵνα ἡμᾶς υἱοποιήσηται.

καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστὶ τῆς αὐτῆς 〈τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.〉 τὸ οὖν 〈κατὰ τὴν ἐνέργειαν,〉 ἵνα εἴπῃ· διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ· κατ᾽ ἐκείνην γὰρ καὶ δι᾽ ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα. 〈Ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας〉 τοῦτό φησιν, ὅτι τὴν 〈ἀπαρχὴν〉 ἡμῶν 〈ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος〉 ἀναστήσας τὸν Χριστόν, 〈ἐν δεξιᾷ αὐτοῦ ἐκάθισεν.〉 εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὁ λόγος καὶ θεὸς ἡμῶν προσελάβετο, ἀλλ᾽ οὖν 〈ἀπαρχὴ〉 τῶν πιστευόντων ἐστὶ μόνων καὶ αὐτῷ κατακολουθούντων, ὥσπερ καὶ 〈πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς〉 τοῖς πιστεύουσιν, ἀλλ᾽ οὐκ ἐν πᾶσιν· οὐ γὰρ κἀν τοῖς ἀπίστοις.

οὕτως δὲ ἐκλαμβανομένου 〈καὶ τί τὸ ὑπερβάλλον μέγεθος〉 καὶ ἑξῆς—τοῦτο γὰρ καὶ τὸ 〈καθ᾽ ὑπερβολὴν μέγεθος〉 αὐτοῦ μάλιστα παρίστησιν, τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεων προσκυνουμένην δεῖξαι—οὕτως οὖν παραληφθείσης τῆς τοῦ ῥητοῦ διανοίας, ἀκόλουθός τε καὶ σαφὴς καὶ ἡ ἔννοια τῶν ἐφεξῆς· ἐκ γὰρ τῆς ἐνεργείας ἧς ἐνήργησεν ἀναστήσας τὸν Χριστόν, καὶ τὸ τὴν ἡμετέραν ἀπαρχὴν συνεδριάσαι γέγονε τῷ πατρὶ καὶ ἡμῖν τοῖς πιστοῖς τὸ ὑπερσεμνύνεσθαι καὶ ὑπερκαλλωπίζεσθαι ἐπὶ τούτῳ. 〈Καὶ ἐκάθισεν ἐν δεξιᾷ.〉 πάλιν καὶ ἑτέρως 〈τὸ κράτος τῆς ἰσχύος〉 δηλοῖ τοῦ πατρός, οὐ μόνον τῷ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ τῷ καθίσαι ἐν δεξιᾷ αὐτοῦ. 〈Ὑπεράνω πάσης ἀρχῆς.〉 ἀντὶ τοῦ παντὸς ῥητοῦ καὶ ὀνομαστοῦ, οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὀνομασθῆναι· ὑπεράνω γὰρ πάντων ὁ υἱός ἐστιν, εἰ καὶ σεσάρκωται.

Eph 1,22—23 〈Καὶ αὐτὸν ἔδωκε κεφαλήν.〉 εἰπὼν τὸν Χριστὸν 〈κεφαλὴν〉 τῶν πιστῶν, εἰπὼν τοὺς πιστοὺς 〈σῶμα〉 αὐτοῦ καὶ 〈πλήρωμα〉 αὐτοῦ, καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα, ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἔνδειγμα. ἀλλὰ τίνος ἐστὲ 〈σῶμα;〉 φησίν· τίνος 〈πλήρωμα;〉 τίνος; 〈τοῦ πληροῦντος τὰ πάντα.〉 οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ᾽ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτὸς προνοεῖται, αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει. τούτου οὖν τοῦ τηλικούτου καὶ τοσούτου, τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας, 〈σῶμα〉 καὶ 〈πλήρωμα〉 ἠξιώθημεν καλεῖσθαι. — Ἀλλ᾽ εἰ οὕτως νοηθείη τὸ 〈πληρουμένου,〉 ἀντὶ τοῦ πληροῦντος ἐκληφθήσεται. ἀκολουθότερον οὖν τῇ λέξει ὡς ἐνόησαν οἱ πρὸ ἡμῶν.

Eph 2,1 Ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν. 〈καὶ ὑμᾶς ὄντας,〉 φησί, 〈νεκροὺς τοῖς παραπτώμασιν·〉 εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λόγον μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ, οἷον· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἀπέδωκε τὸ κατὰ πόδας, συνεζωοποίησε τῷ Χριστῷ. πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ χρῆσις.