Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η υπεροχή του Υιού και το μυστήριο της ενανθρωπήσεως (Κεφάλαια 1-2)

Θεολογική ανάλυση της θείας φύσεως του Χριστού, της ανωτερότητάς του έναντι των αγγέλων και της λυτρωτικής σημασίας της ενανθρωπήσεως και του θανάτου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 5

Hebr 1,2—3 〈Ὃν ἔθηκε κληρονόμον πάντων.〉 τίνων; 〈πάντων,〉 πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσει· 〈κληρονόμος〉 γὰρ καὶ μέτοχος τῆς πατρικῆς οὐσίας καὶ ἐξουσίας καὶ δυνάμεως ὁ υἱός. εἶτα εἰπὼν ὅτι 〈κληρονόμος〉 ἐστὶ τῶν πατρῴων πλεονεκτημάτων ὁ υἱός, ἐπεξηγεῖται καὶ πῶς. 〈δι᾽ αὐτοῦ,〉 φησίν, 〈οἱ αἰῶνες ἐποιήθησαν,〉 τοῦτ᾽ ἔστι κοινόν εἰσιν ἔργον οἱ αἰῶνες αὐτοῦ καὶ τοῦ πατρός. εἰ δὲ οἱ αἰῶνες κοινὸν ἔργον πατρὸς καὶ υἱοῦ, καὶ τὰ ἐν τοῖς αἰῶσι πάντως κοινὰ πατρὸς καὶ υἱοῦ· εἰ δὲ τὰ ἐν τοῖς αἰῶσι, πολλῷ ἔτι μᾶλλον τὰ μετὰ τοὺς αἰῶνας, οἷον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. εἶτα ἵνα μὴ 〈κληρονόμον〉 ἀκούσας νομίσῃς οὐ κατὰ φύσιν χρηματίσαι 〈κληρονόμον〉 ἀλλὰ χάριτί τινι καὶ εἰσποιήσει, ἐπάγει· 〈ὃς ὢν ἀπαύγασμα τῆς δόξης,〉 μονονουχὶ λέγων ὡς εἰ καὶ 〈κληρονόμον〉 αὐτὸν εἶπον ὅτι 〈ἔθηκεν〉 ὁ πατήρ, μηδὲν ταπεινὸν ἢ ἀνάξιον θεοῦ ἐννοήσῃς· τὸ γὰρ 〈ἔθηκεν〉 οὐχὶ τῆς εἰσποιήσεως καὶ τοῦ θετὸν εἶναι τὸν κληρονόμον εἴρηταί μοι δηλωτικόν, ἀλλὰ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὡς εἰς αἴτιον κατὰ φύσιν ἀναφορᾶς καὶ συννεύσεως, καὶ ἵνα μὴ ἀναίτιον τὸν υἱὸν ἀπολαβὼν τῆς πατρικῆς συγγενείας ἀλλοτριώσῃς, καὶ δύο ἀρχὰς ἀπεσχισμένας ἀλλήλων ὑπονοήσῃς.

διὰ τοῦτο γάρ μοι καὶ αὐτὸ τὸ 〈κληρονόμος〉 εἴρηται, ἵνα τὸν αἴτιον ὅθεν κάτεισιν ἡ κληρονομία, αὐτίκα ἐννοῇς, καὶ μὴ ἀγέννητον ὥσπερ τὸν πατέρα ὑπονοῇς· διὰ τοῦτο γὰρ εἴρηταί μοι καὶ τὸ 〈κληρονόμον〉 καὶ τὸ 〈ἔθηκεν,〉 διὸ ἐπήγαγον αὐτίκα· 〈ὃς ὢν ἀπαύγασμα.〉 εἰ δὲ οὐκ ἐτέθη 〈ἀπαύγασμα〉 εἶναι —ἀλλ᾽ ἦν ἀπαύγασμα· 〈ὃς ὢν〉 γὰρ 〈ἀπαύγασμα,〉 ἔφην—οὐδὲ 〈κληρονόμος〉 δηλονότι ἐτέθη, ἀλλ᾽ ἢ καθ᾽ ὃν εἴρηταί μοι τρόπον. ὅρα δὲ πῶς ἐμφαντικῶς καὶ ἀκριβῶς εἶπεν, 〈ἀπαύγασμα〉 εἰπών, καὶ ὢν καὶ 〈τῆς δόξης·〉 διὰ μὲν γὰρ τοῦ 〈ἀπαύγασμα〉 τὴν κατὰ φύσιν ἐκ τοῦ πατρὸς πρόοδον τοῦ υἱοῦ δηλοῖ· οὐδὲν γὰρ ὅλως οὐδαμοῦ κατὰ χάριν καὶ εἰσποίησιν πρόεισιν ἀπαύγασμά τινος, οὐκ ἀπὸ τοῦ ἡλίου, οὐκ ἀπὸ τοῦ πυρός, οὐκ ἀφ᾽ ἑτέρου τινὸς ἀφ᾽ οὗ πέφυκεν ἀπαύγασμα προϊέναι. διὰ δὲ τοῦ ὤν, ὅτι οὐ πρόσφατον ἔχει τὸ εἶναι 〈ἀπαύγασμα,〉 ἀλλ᾽ ἐξ ἀϊδίου καὶ ἀεὶ ὤν. εἶτα δὲ καὶ τὸ θεϊκὸν ἀξίωμα διὰ τοῦ ὢν παριστᾷ· οὕτως γὰρ καὶ ὁ πατήρ· 〈ἐγώ εἰμι ὁ ὤν,〉 φησὶ χρηματίζων τῷ Μωϋσεῖ. ἱκανὰ μὲν οὖν καὶ τὸ 〈ἀπαύγασμα〉 καὶ τὸ 〈ὢν〉 τήν τε κατὰ φύσιν πρόοδον παραστῆσαι τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. τὸ δὲ καὶ 〈δόξης〉 προστίθησιν, ἵνα εἴπῃ· τοῦ τιμιωτάτου καὶ κατ᾽ οὐσίαν προσόντος καὶ οὗ μεῖζον οὐκ ἔστιν ἐν πατρί, ἐκείνου ὁ υἱὸς ἀεί ἐστιν 〈ἀπαύγασμα.〉 ὁρᾷς πῶς καὶ τίνων ἐστὶ 〈κληρονόμος〉 ὁ υἱός;

Εἶτα ἔτι σαφηνίζων τὸ ῥηθὲν ἐπάγει· 〈καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,〉 οἷον· ὅλην ἐν αὐτῷ ἀπεμάξετο τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν· θεός ἐστιν, ἐξουσιαστής ἐστιν, παντοδύναμος, δημιουργός, καὶ εἴ τι ἄλλο τὴν πατρικὴν ὕπαρξιν χαρακτηρίζει. πλὴν τοῦ εἶναι πατὴρ πάντα ἐστὶν ὁ υἱός. διὸ καὶ 〈πάντα τῷ ῥήματι τῆς δυνάμεως〉 περιάγει καὶ συνέχει καὶ πηδαλιουχεῖ. εἶδες 〈κληρονόμον〉 ἀληθῶς, πῶς ἅπαντα κέκτηται τὰ τοῦ πατρός;

Εἶτα εἰπὼν τὰ θεῖα περὶ τοῦ υἱοῦ καὶ ὑπερφυῆ, μέτεισι καὶ ἐπὶ τὰ λοιπὰ ἃ ὑπερθαύμαστα μέν ἐστιν, οὐδὲν ἔλαττον καὶ ὑπερφυῆ, ταπεινὰ δὲ ὅμως ὡς ἀκοῦσαι δόξαι καὶ εὐτελῆ, θάνατος καὶ σφαγή. ἀλλὰ ... Hebr 1,4—5 Ἡ κληρονομία κυρίως τῶν προσηκόντων γίνεται, ἀλλ᾽ οὐ τῶν ἠλλοτριωμένων. 〈ἐκληρονόμησεν〉 οὖν, ὅπερ ἄνωθεν ἐνῆν τῷ λόγῳ, τοῦτο κατενεχθὲν δι᾽ αὐτοῦ καὶ ἡ προσληφθεῖσα σάρξ. τί δέ ἐστι τοῦτο; τὸ 〈υἱός,〉 τὸ λέγεσθαι τὸν τῶν ὅλων θεὸν πατέρα αὐτῆς, τὸ 〈γεγέννηκά σε. τὸ δὲ σήμερον〉 οὐ χρόνου δηλωτικόν, ἀλλὰ τοῦ μηδέποτε διεσπᾶσθαι τὸν πατέρα τῆς γνησιότητος τῆς πρὸς τὸν υἱόν, οἷον· ἀεί, φησίν, οὕτως πρὸς σὲ διάκειμαι οὐχ ὡς παρελθούσης τῆς γεννήσεως, ἀλλ᾽ ὡς ἐνεστηκυίας διαπαντὸς καὶ καθ᾽ ἑκάστην ἀρχὴν ἀλλ᾽ οὐ τέλος λαμβανούσης. σκόπει δέ, μή ποτε μᾶλλον οὕτως ἁρμόζει· ἄμφω μὲν εἰρῆσθαι ἐπὶ τοῦ Χριστοῦ, τό τε 〈υἱός μου εἶ,〉 καὶ τὸ 〈ἐγὼ σήμερον γεγέννηκά σε,〉 ἀλλὰ τὸ μὲν 〈υἱός μου εἶ〉 καθὸ λόγος—τὴν ἀΐδιον γὰρ διὰ τοῦ 〈εἶ〉 γέννησιν σημαίνει—τὸ δὲ 〈σήμερον γεγέννηκά σε〉 καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει.

εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· 〈πνεῦμα γὰρ ἅγιον,〉 ὁ ἄγγελός φησιν, 〈ἐπελεύσεται ἐπὶ σέ,〉 εἶτα· 〈καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.〉 Hebr 1,6 〈Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον,〉 τοῦτ᾽ ἔστιν ὅταν ηὐδόκησε μετὰ σαρκὸς ἐμφανισθῆναι τὸν 〈πρωτότοκον〉 αὐτοῦ υἱὸν τοῖς κατοικοῦσι 〈τὴν οἰκουμένην·〉 φησὶ γάρ· 〈καὶ προσελθόντες οἱ ἄγγελοι διηκόνουν αὐτῷ,〉 καί· 〈ἀπάρτι ὄψεσθε τοὺς ἀγγέλους καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.〉 Hebr 1,13 Ἀνήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ πατρί, καὶ τοῦτο ἐθαύμασε τὸ δῶρον ὁ πατήρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶν καὶ θεῖναι πλησίον τὸ δῶρον καὶ εἰπεῖν· 〈κάθου ἐκ δεξιῶν μου.〉 Hebr 2,6—9 Τίνος χάριν προάγει νῦν τὸ 〈τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ;〉 ἐπειδὴ ἀντιπίπτειν αὐτῷ ἐδόκει πρὸς τὴν πρόθεσιν· ὁ μὲν γὰρ μείζονα δεικνύει τὸν Χριστὸν τῶν ἀγγέλων, τὸ δὲ 〈βραχύ τι ἠλαττῶσθαι〉 παρ᾽ αὐτούς. διὸ τίθησιν αὐτό, ἵνα τὴν δοκοῦσαν ἀντίθεσιν λύσῃ.

καὶ λύων φησὶν εἰρῆσθαι αὐτὸν ἠλαττωμένον διὰ τὸ πάθημα τοῦ θανάτου· 〈εἴδομεν γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.〉 συγχωρεῖ δὲ τέως καὶ τὸ ῥητὸν ἐπὶ τοῦ δεσπότου εἰρῆσθαι, ἐπειδὴ ἐχρησίμευεν αὐτῷ καὶ εἰς τὸ ἐκείνους παραμυθήσασθαι τὸ 〈πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.〉 Hebr 2,11 Εἰπὼν οὐκ ἐπαισχύνεται. ἔδειξε τὸ διάφορον· οὐ γὰρ κατὰ φύσιν ἀδελφός, καίτοι ὢν ἀληθῶς ἄνθρωπος, ἀλλὰ κατὰ φιλανθρωπίαν, ἐπειδή ἐστι καὶ ἀληθῶς θεός.

Hebr 2,14—15 Ἐδεδοίκεσαν οἱ ἄνθρωποι τὸν θάνατον ὡς 〈ἔνοχοι〉 ὄντες τῆς τούτου 〈δουλείας. δουλεία〉 δὲ τοῦ θανάτου τὸ ἐνέχεσθαι καὶ ὑποκεῖσθαι τῇ ἁμαρτίᾳ· ἰσχὺς γὰρ καὶ 〈κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.〉 ἐπεὶ οὖν ὁ Χριστὸς διὰ θανάτου κατήργησε 〈τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστι τὸν διάβολον,〉 τὸν εὑρετὴν καὶ ἀρχηγὸν τῆς ἁμαρτίας, εἰκότως ἀσθενὴς γίνεται ἡ ἁμαρτία, εἰκότως ἀπηλλάγημεν τῆς κατὰ τὴν ἐπικράτειαν αὐτῆς δουλείας, εἰκότως ἠλευθερώμεθα τοῦ κατὰ τὸν θάνατον φόβου. καὶ ἔστι τοῦτο καὶ ἐν αὐτοῖς τοῖς ἔργοις σαφῶς κατιδεῖν· οἱ γὰρ πρὶν ὡς μέγιστον κακὸν καὶ ἀνυπέρβλητον φοβούμενοί τε καὶ ἀποτρεπόμενοι τὸν θάνατον, νῦν ὡς βελτίονος βίου μεταβολὴν καὶ προοίμιον χαίροντες πρὸς αὐτὸν χωροῦσιν, ὅταν ὑπὲρ Χριστοῦ καὶ τῶν αὐτοῦ νόμων παρὰ τῶν διωκόντων ἐπάγηται. ἆρα οὐ περιφανῶς ἀπήλλαξεν ἡμᾶς ὁ σωτὴρ τοῦ κατὰ τὸν θάνατον φόβου καὶ τῆς ἐκεῖθεν δουλείας;

Hebr 2,18 〈Ἢ δύναται τοῖς πειραζομένοις βοηθῆσαι〉 οὕτως ἐκληπτέον· ἐπειδὴ γάρ, φησίν, ἀναμαρτήτῳ σώματι τῷ δεσποτικῷ ἐπεπήδησεν ὁ πονηρός, καὶ πειρασμοῖς περιβαλεῖν ἐπειράθη—διά τε γὰρ ἑαυτοῦ προσέβαλε πειράζων, καὶ τοὺς Ἰουδαίους αὐτὸς ἦν ὁ ἀνερεθίζων εἰς τὴν κατὰ τοῦ δεσπότου μιαιφονίαν—· ἐπεὶ οὖν ἀναμάρτητον ἔχων σῶμα ἐπειράσθη καὶ πέπονθεν, ἰσχὺν δικαίαν καὶ εὔλογον ἔχει κατὰ τοῦ πονηροῦ καὶ τοὺς ὑφ᾽ ἁμαρτίαν τελοῦντας ἀνθρώπους ἀφαρπάζειν τῶν ἐκεῖθεν ἐπαγομένων πειρασμῶν, καὶ βοηθὸς καθίσταται τοῖς πειραζομένοις· ἡ γὰρ κατὰ τοῦ ἀναμαρτήτου σώματος θρασύτης τοῦ πονηροῦ εὔλογον καὶ δικαίαν τῷ δεσπότῃ παρέσχεν ἰσχὺν εἰς τὸ ῥύεσθαι τοὺς ὑφ᾽ ἁμαρτίαν τῶν ἐκεῖθεν πειρασμῶν, καὶ βοηθὸν εὑρίσκεσθαι τοῖς πειραζομένοις.