Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η πνευματική τελειότητα και η ιερωσύνη κατά την τάξη Μελχισεδέκ (Κεφάλαια 6-7)

Σχολιασμός της μετάβασης προς τη θεολογική τελειότητα, του άπαξ του βαπτίσματος και της υπεροχής του αγενεαλόγητου Μελχισεδέκ έναντι της λευιτικής ιερωσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 5

Ὡς ἂν οὖν τις ἐκλάβοι—ἐμοὶ δὲ μᾶλλον ἡ δευτέρα ἔννοια συμβαίνειν δοκεῖ—οὐδεμίαν ἔτι ἀσάφειαν ἔχει τὸ 〈καίπερ ὢν υἱός.〉 Hebr 6,1—3 Καὶ γὰρ ὀφείλοντες διδάσκαλοι εἶναι, οὐ μόνον οὐκ ἐστὲ διδάσκαλοι, ἀλλ᾽ οὐδὲ μανθάνειν δύνασθε εἰ μὴ τὰ στοιχειωδέστερα καὶ ταπεινὰ καὶ ἁπλούστερα, καὶ ταῦτα οὐχ ἁπλῶς ἀλλ᾽ ὃ ἔτι ἀσθενέστερον τῆς 〈ἀρχῆς〉 τῶν λογίων τοῦ θεοῦ. οὐ τῶν λογίων φησὶ τὰ στοιχεῖα, ἀλλὰ 〈τῆς ἀρχῆς〉 τῶν λογίων. εἴη δ᾽ ἂν στοιχεῖα μὲν εἰκότως τῶν τοῦ θεοῦ λογίων οἱ περὶ ἐνανθρωπήσεως λόγοι, 〈ἀρχῆς〉 δὲ λογίων στοιχεῖα ἃ προϊὼν λέγει, 〈μὴ πάλιν θεμέλιον〉 καὶ ἑξῆς.

Τὸ ἀκόλουθον τῆς συντάξεως· 〈διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.〉 〈Τοῦ Χριστοῦ λόγον.〉 ποῖον λόγον; τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν καταβάλλειν θεμέλιον μετανοίας ἀπὸ νεκρῶν ἔργων, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν πιστεύειν ἐπὶ θεόν, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν βαπτισθῆναι, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν ἀξιωθῆναι πνεύματος ἁγίου, τὸν λόγον τῆς διδαχῆς ὅτι ἀνάστασις, ὅτι ἔσται κρίσις· ἀπὸ κοινοῦ γὰρ κατὰ πάντων καὶ ὁ λόγος καὶ ἡ διδαχή.

Εἰπὼν ἀφεῖναι τὸν περὶ Χριστὸν στοιχειώδη καὶ ἀρχῆς ἐπέχοντα τάξιν λόγον καὶ 〈ἐπὶ τὴν τελειότητα〉 φέρεσθαι, οὐχ ἁπλῶς φησι τὴν κυρίως τελειότητα, ἀλλ᾽ ὡσανεὶ τὴν μεταξὺ τῆς στοιχειώσεώς τε τῶν λογίων τοῦ θεοῦ καὶ μεταξὺ τῆς ἀνωτάτω τελειότητος. ἔστι μὲν γὰρ 〈στοιχεῖα ἀρχῆς λογίων θεοῦ〉 τὸ ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, τὸ πιστεῦσαι ἐπὶ θεόν, τὸ βαπτισθῆναι, τὸ λαβεῖν πνεῦμα ἅγιον, τὸ εἰδέναι νεκρῶν ἀνάστασιν, τὸ πιστεύειν ὅτι ἔστι κρίσις. ταῦτα μὲν στοιχεῖα ἀρχῆς λογίων θεοῦ. 〈στοιχεῖα δὲ λογίων θεοῦ,〉 καὶ οὐκ 〈ἀρχῆς〉 λογίων θεοῦ, τὸ εἰδέναι ὅτι ἔπαθεν ὑπὲρ ἡμῶν ὁ Χριστός, ὅτι ἀνέλαβε τὰς ἁμαρτίας ἡμῶν, ὅτι σωτηρίαν ἡμῖν εἰργάσατο, ὅτι ἀρχιερεὺς ἡμῶν γέγονεν, ὅτι ἑαυτὸν προσήνεγκεν ὑπὲρ ἡμῶν, καὶ εἴ τι παραπλήσιον. 〈τελειότης〉 δὲ τοῦ μὲν ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. 〈τελειότης〉 δὲ ἡ ἀνωτάτω, ἡ περὶ τῆς θεολογίας τοῦ Χριστοῦ, καθ᾽ ὅσον ἐστὶν ἀνθρώπῳ δυνατόν, ἀκριβὴς κατάληψις. πρῶτον οὖν πιστεύοντες βαπτιζόμεθα, εἶτα ἐπιγινώσκομεν ὅσα ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἔπαθέν τε καὶ ἐποίησεν κατὰ τὸ ἀνθρώπινον, εἶτα ταῖς ἀρεταῖς τελειούμεθα, ἔπειτα καὶ τῆς γνώσεως τῆς κατὰ τὴν θεολογίαν ἀξιούμεθα.

Hebr 6,5 〈Δυνάμεις τε μέλλοντος αἰῶνος.〉 ἀντὶ τοῦ ἃ δύναται ὁ μέλλων αἰὼν ἐκμαθόντας· τὸ γὰρ 〈γευσαμένους〉 ἀπὸ κοινοῦ, ὅπερ τροπικῶς εἴληπται, σημαῖνον, τὸ μαθόντας, κατηχηθέντας. τί δὲ δύναται ὁ μέλλων αἰών; καὶ τί ἐστιν αὐτοῦ ἡ χρεία καὶ τὸ ἔργον; ὅτι ἐν αὐτῷ ἕκαστος ὧν ἔπραξε τὴν ἀμοιβὴν εὑρίσκει, ὅτι οὐκ ἔχει τέλος οὔτε ἡ τιμωρία ἡ ἐν αὐτῷ, οὔτε ἡ εὐδαιμονία, ὅτι τότε μᾶλλον τό τε ἀλάθητον τοῦ κριτοῦ καὶ τὸ δίκαιον φανερωθήσεται, καὶ πολλὰ ἕτερα. τοὺς οὖν μετὰ τῶν ἄλλων καὶ ταῦτα μαθόντας, φησίν, εἶτα παραπεσόντας ἀδύνατον καὶ ἑξῆς.

Hebr 6,6 Τί ἐστιν 〈ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας;〉 ἄνωθεν, φησί, σταυροῦντας ἑαυτοῖς καὶ καταισχύνοντας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἅπαξ ἐσταυρώθη ὁ Χριστός, καὶ ἡμεῖς ἅπαξ συσταυρούμεθα αὐτῷ διὰ τοῦ βαπτίσματος. ὁ τοίνυν, φησίν, οἰόμενος εἶναι δεύτερον βάπτισμα, ὅσον τὸ κατ᾽ αὐτόν, ἄνωθεν σταυροῖ τὸν κύριον· τί γὰρ ἕτερον ποιεῖ ὁ δεύτερον αὐτῷ διὰ τοῦ βαπτίσματος σταυροῦσθαι νομίζων ἢ ὅτι καὶ αὐτὸν ἡγεῖται δεύτερον ἐσταυρῶσθαι δι᾽ ὧν ποιεῖ; τὸ δὲ δεύτερον σταυροῦν, φησί, τὸν Χριστὸν τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδὲν ἕτερόν ἐστιν ἢ παραδειγματίσαι αὐτὸν καὶ καταισχῦναι· ἅπαξ γὰρ σταυρωθεὶς ἀθάνατός ἐστι λοιπόν, ὁ δὲ ἀνασταυρῶν ψεῦδος τοῦτο ποιεῖ, ὅπερ αἰσχύνην αὐτῷ φέρει ὡς ψευσαμένῳ τὸ ἅπαξ ἀποθανεῖν.

Hebr 6,7 〈Γεωργεῖται〉 δὲ δηλονότι εἰς σωτηρίαν καὶ κέρδος αὐτῶν ἐκείνων τῶν καρποφορούντων. εἰ δέ ἐστιν, καθώς φησιν ὁ κύριος, 〈γεωργὸς ὁ πατήρ,〉 πάλιν δὲ σπορεὺς καὶ ὁ υἱὸς ὁ τὸ 〈καλὸν σπέρμα σπείρων,〉 ἐὰν ἐπιτήδειος αὐτοῖς ἡ βοτάνη, τοῦτ᾽ ἔστι τὸ γεώργιον ὀφθῇ—καὶ γὰρ τῷ θεῷ ὀφείλομεν καρποφορεῖν, ὥς πού φησιν· 〈νυνὶ δὲ δουλωθέντες τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν〉—εἰ οὖν τοῦτο, δηλονότι διὰ τὸν θεὸν γεωργοῦμεν, ἵνα αὐτῷ ἀρέσωμεν τὸν ἐνάρετον βίον· διὸ καὶ ἀξιούμεθα τῆς παρ᾽ αὐτοῦ εὐλογίας.

Hebr 7,3 〈Ἀγενεαλόγητον〉 τὸν Μελχισεδὲκ 〈λέγει〉 τῷ μὴ εἶναι μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωϋσέως γενεαλογεῖσθαι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δικαίου δὲ τῶν καθ᾽ αὑτὸν ἀποφανθέντος, καὶ οὐκ ἐκ προγόνων ὁρμωμένου δικαίων οὐδὲ ἀπό τινος δικαίας σπορᾶς, οὐ θέμις ἦν γενεαλογεῖν τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα. ὅτι δὲ Χαναναῖος ἦν τὸ γένος ὁ Μελχισεδὲκ δείκνυται, καὶ ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ᾽ αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων, καὶ οἷς ἐπλησίαζεν· γείτων μὲν γὰρ ἦν Σοδόμων, πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς 〈τῇ δρυῒ τῇ Μαμβρῇ.〉 οἴεσθαι δὲ χρὴ ὅτι καὶ 〈Σαλὴμ〉 ἐκείνης ἐτύγχανε βασιλεύς, ἥτις ἐστιν Ἱερουσαλήμ.

Hebr 7,5 〈Καίπερ ἐξεληλυθότας〉 τοῦτό φησιν· καίπερ ὁμοτίμων ὄντων κατὰ τἄλλα πάντα, ὅμως ἐκ τοῦ τοὺς μὲν διδόναι δεκάτας, τοὺς δὲ λαμβάνειν, πολλὴ ἡ ὑπεροχὴ ἐπιδείκνυται. εἰ δὲ ἐνταῦθα τοῦτο, δῆλον ὅτι καὶ ἐπὶ τοῦ Ἀβραὰμ καὶ Μελχισεδέκ, τοῦ μὲν δόντος, τοῦ δὲ λαβόντος. ὥστε ὁ τοῦ Χριστοῦ τύπος μείζων τοῦ πατριάρχου Ἀβραάμ. εἰ δὲ τοῦ Ἀβραάμ, πολλῷ μᾶλλον τῶν ἱερέων. εἰ δὲ ὁ τύπος, τί ἄν τις εἴποι περὶ αὐτοῦ τοῦ Χριστοῦ;

Hebr 7,9—10 Διότι ὁ Ἀβραὰμ ἔδωκε δεκάτας, διὰ τοῦτο, φησί, καὶ Λευὶ ὁ τὰς 〈δεκάτας λαμβάνων δεδεκάτωται,〉 τοῦτ᾽ ἔστι δέδωκε δεκάτας. ἐν γοῦν τῷ 〈δι᾽ Ἀβραὰμ〉 δεῖ ὑποστίζειν, ἵνα τὸ νόημα παντελῶς ἀβίαστον γένηται· διὰ γὰρ τὸν δεκατωθέντα Ἀβραάμ, φησί, τρόπον τινὰ καὶ ὁ 〈ἐν τῇ ὀσφύϊ〉 αὐτοῦ ἔτι ὢν Λευὶ δεδεκάτωται.