Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Φιλιππησίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Σχολιασμός στο πρώτο κεφάλαιο: Κοινωνία στο ευαγγέλιο και μαρτυρία του Αποστόλου

Ερμηνευτική προσέγγιση των χωρίων Φιλιππησίους 1,5-28, με έμφαση στη συμμετοχή των πιστών στο ευαγγέλιο, τη φανέρωση των δεσμών του Παύλου και το θάρρος απέναντι στους αντιπάλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 4

Phil 1,5 〈Ἐπὶ τῇ κοινωνίᾳ.〉 ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ 〈ἀπὸ πρώτης ἡμέρας·〉 ἢ ὅτι ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν 〈εὐχαριστῶ τῷ θεῷ μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,〉 ἢ ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν τῇ ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦ νῦν διακονουμένῃ. ἔοικε δὲ τὸ ἐφεξῆς μᾶλλον τῇ προτέρᾳ ἐκδοχῇ συμφωνεῖν. πῶς γὰρ ἀπ᾽ ἀρχῆς ηὐχαρίστεις μήπω βεβαιωθέντας ἐπὶ τῇ κοινωνίᾳ ἰδών; πεποιθώς, φησίν, ὅτι ὁ τοιαύτην πρόθυμον καὶ θέρμης γέμουσαν ἀρχὴν ἐνθείς, αὐτὸς καὶ εἰς τελειότητα ἔργου ταύτην προαγάγοι.

Phil 1,7 〈Τοῦτο φρονεῖν ὑπὲρ πάντων.〉 φρονεῖ γὰρ καὶ λογίζεται ἀγαθὰ καὶ μεγάλα διανύειν τοὺς μαθητὰς ὁ μεγάλην σπουδὴν καὶ ἐπιμέλειαν εἰς αὐτοὺς καταβεβληκώς. 〈ἢ δίκαιον ἐμοὶ〉 τοῦτο λογίζεσθαι, τῷ τοιαύτην ἔχοντι διάθεσιν περὶ ὑμᾶς ὥστε μηδ᾽ ἐν τοῖς δεσμοῖς μου ἐπιλανθάνεσθαι ὑμᾶς, ἀλλ᾽ ἐγκαρδίους ἀεὶ περιφέρειν. τί δὲ τὸ αἴτιον τὸ ἐγκαρδίους αὐτοὺς καὶ ἀνεπιλήστους ἔχειν; ὅτι 〈συγκοινωνοί μου,〉 φησί, 〈τῆς χάριτός〉 εἰσιν· ἢ τῆς διὰ πίστεως ἐπιχορηγουμένης αὐτοῖς πνευματικῆς δωρεᾶς ποικίλως αὐτοῖς ἐνεργουμένης τότε, ἢ ἁπλῶς χάριτος τῆς διὰ τοῦ βαπτίσματος παλιγγενεσίας καὶ υἱοθεσίας. 〈ἢ ἐν τῇ καρδίᾳ〉 εἶπον 〈ἔχειν συγκοινωνούς μου〉 ὄντας 〈ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ ἐν τῇ βεβαιώσει.〉 τὸ δὲ 〈τῆς χάριτος〉 ἀντὶ τοῦ διὰ τῆς χάριτος· ἄνευ γὰρ θείας χάριτος οὐδεὶς ἀξιοῦται τῆς τοιαύτης κοινωνίας.

Phil 1,8 〈Ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.〉 οἷον· οὐκ ἀνθρωπίνοις, οὐδέ τι ἀνθρώπινον πάσχουσιν, ἀλλ᾽ ὅλον κατὰ Χριστὸν Ἰησοῦν διακειμένοις. μέγα μὲν τὸ ὑπὸ Παύλου ποθεῖσθαι· τὸ δὲ 〈καὶ ἐν σπλάγχνοις〉 μεῖζον· τὸ δὲ 〈καὶ ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ〉 οὐδεμίαν ὑπερβολὴν ἀπολιμπάνει.

Phil 1,13 〈Ὥστε τοὺς δεσμούς.〉 ἢ τοὺς 〈ἐν Χριστῷ δεσμούς,〉 τοῦτ᾽ ἔστι τοὺς διὰ Χριστόν, ἵνα ᾖ καθ᾽ ὑπερβατὸν ἡ σύνταξις. ἢ τοὺς δεσμούς, φησί, τοὺς 〈ἐν Χριστῷ φανεροὺς〉 γεγενημένους, τοῦτ᾽ ἔστι εὐδοκίᾳ καὶ οἰκονομίᾳ Χριστοῦ φανερωθέντας· καὶ γὰρ οὐδὲν ἦν ὁ πάσχων καὶ κατορθῶν Παῦλος, εἰ οὐκ ἀνέφερεν εἰς Χριστόν. ἢ ἐκείνων 〈ἐν Χριστῷ〉 οἱ δεσμοὶ φανεροῦνται, τῶν μὴ κατ᾽ ἐπίδειξίν τι πραττόντων, ἀλλὰ οὕτως πραττόντων ὥστε τοὺς ὁρῶντας ὠφελεῖσθαι καὶ 〈τὸν ἐν οὐρανοῖς δοξάζειν〉 θεόν.

Phil 1,17 〈Ἢ τί γὰρ〉 ἄλλο, φησίν, εἰ μὴ τοῦτο; οἷον· τί ἄλλο γὰρ εἰ μὴ εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι; Phil 1,20 〈Ὡς πάντοτε καὶ νῦν.〉 πάντοτε ἐμεγαλύνετο Χριστὸς ἐν τῷ Παύλῳ, καὶ ὅτε παρεχώρει αὐτὸν τοῖς δεσμοῖς καὶ ταῖς μάστιξιν ἐνταλαιπωρεῖν, καὶ ὅτε ἐξεῖλκε καὶ ἐλυτροῦτο αὐτόν. διὰ μὲν γὰρ ἐκείνου ἐβεβαιοῦτο καὶ ἐκρατύνετο τὸ κήρυγμα, λογιζομένων τῶν ὁρώντων τὰ Παύλου δεσμὰ καὶ τὰς θλίψεις, ὡς εἰ μὴ θεῖόν τι καὶ πανάληθες αὐτοῦ τὸ κήρυγμα, οὐκ ἂν ἑαυτὸν μυρίοις χαίρων ἐξεδίδου κακοῖς ἐνὸν παυσάμενον ἀπαλλάττεσθαι. διὸ εἰκότως ἐμεγαλύνετο ὁ Χριστὸς τοῦ κηρύγματος βεβαιουμένου. πάλιν δὲ ὅτε ἐξεῖλκε καὶ ἐξήρπαζεν αὐτὸν ἐκ τῶν κινδύνων, αὐτόθεν ἐμεγαλύνετο. εἰ μὴ γὰρ θεία τις καὶ ὑπὲρ ἄνθρωπον ἦν ἡ ῥυομένη τὸν Παῦλον χάρις, πῶς ἐλύετο τὰ δεσμά; πῶς ἀνεῴγνυντο αἱ θύραι; πῶς τὰ μυρία ἐκεῖνα θαύματα ἐγεγόνει; ἐμαρτύρει οὖν ὁ Χριστὸς δι᾽ ὧν ἐρρύετο τῶν κινδύνων Παύλῳ· καὶ Παῦλος πάλιν δι᾽ ὧν ἐνεκαρτέρει τοῖς πειρασμοῖς, ἐμαρτύρει τῷ κηρύγματι· καὶ δι᾽ ἀμφοῖν ὁ Χριστὸς ἐμεγαλύνετο. οὕτως οὖν καὶ νῦν, φησίν· εἴτε ἐξαιρεῖταί με τοῦ θανάτου εἴτε μὴ ὁ Χριστός, 〈ἐν ἐμοὶ μεγαλυνθήσεται·〉 ἐγὼ γὰρ καὶ ζῶν τῆς ὑπὲρ τοῦ κηρύγματος παρρησίας οὐκ ἀποστήσομαι, κἂν δέῃ με τεθνάναι, μετὰ ταύτης τεθνήξομαι. 〈Εἴτε διὰ ζωῆς.

εἴτε διὰ ζωῆς〉 ὡς νῦν ἐξαρπάζων ἐκ τῆς Νέρωνος μιαιφονίας, 〈εἴτε διὰ θανάτου〉 ὡς ὕστερον ἀξιῶν με τὸ ὑπὲρ αὐτοῦ μαρτύριον ξίφει τελειῶσαι.

Phil 1,24—25 〈Καὶ τοῦτο πεποιθὼς οἶδα.〉 ἀντὶ τοῦ καὶ τοῦτο τεθαρρηκῶς καὶ οὐ διστάζων οἶδα. τί δέ ἐστιν ὃ θαρρῶν καὶ οὐ διστάζων οἶδεν; ὅτι 〈ἀναγκαιότερον τὸ〉 δι᾽ αὐτοὺς 〈ἐπιμένειν τῇ σαρκί.〉 εἶτα· 〈οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ·〉 ἀπὸ κοινοῦ γὰρ τὸ 〈οἶδα.〉 ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί, ἀλλ᾽ ὅτι καὶ 〈ἐπιμενῶ καὶ συμπαραμενῶ.〉 ὁ γὰρ τῶν ἀπορρήτων καὶ ὑπερουρανίων μύστης οὐδὲ τὴν ἑαυτοῦ ζωὴν ἐν δισταγμῷ ᾔδει, καὶ ὅτι ἔτι νῦν ἐπιβιώσεται.

Δύναται δέ τις καὶ ἑτέρως τὸ ῥητὸν συντάξας, οὕτως ἐκλαβεῖν ἑτοιμότερον· 〈τὸ ἐπιμένειν,〉 φησίν, 〈ἀναγκαιότερον δι᾽ ὑμᾶς.〉 εἶτα· καὶ εἰς τοῦτο θαρρῶν ὅτι ἀναγκαιότερόν ἐστι, φησίν, 〈οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ〉 καὶ ἑξῆς.

Phil 1,28 〈Καὶ μὴ πτυρόμενοι ἐν μηδενί.〉 ἐὰν ἦτε, φησί, 〈μὴ πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων,〉 ἡ ἐπανάστασις αὐτῶν ἡ καθ᾽ ὑμῶν τραπήσεται αὐτοῖς εἰς 〈ἔνδειξιν ἀπωλείας,〉 οἷον ἢ ὅτι ἐπιδειχθήσεται αὐτοῖς καὶ φανερωθήσεται διὰ τῆς ὑμῶν στερρότητος τὰ τῆς ἀπωλείας, καὶ ἀποστήσονται ἀπὸ τῆς ματαίας δόξης καὶ τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ ἐκ τούτου ἔσται ὑμῖν μᾶλλον πλοῦτος 〈σωτηρίας〉 ὡς καὶ ἑτέροις προξενήσασι φυγεῖν τὴν ἀπώλειαν καὶ κερδῆσαι τὴν σωτηρίαν. ἢ οὖν οὕτω νοητέον, ἢ ἁπλούστερον ὅτι ἡ ἐπιχείρησις αὐτῶν καὶ ὁ πόλεμος αὐτῶν ὁ καθ᾽ ὑμῶν, ὑμῶν μὴ πτυρομένων, ἐκείνοις μὲν πλὴν τῆς ἰδίας ἀπωλείας οὐδὲν ἄλλο ἐνδείξεται οὐδὲ προξενήσει, ὑμῖν δὲ ἀντὶ βλάβης καὶ σωτηρίας ὑπόθεσις καὶ ἀφορμὴ τελειοτέρας ἀρετῆς χρηματίσει.