Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η διαπάλη Πνεύματος και σαρκός και η εν Χριστώ πολιτεία (Γαλ. 4-6)

Ανάλυση της αντίθεσης μεταξύ Πνεύματος και σαρκός, ερμηνεία της αλληγορίας των δύο διαθηκών, παραινέσεις για αγαθοεργία και η αναφορά στα στίγματα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 3

Gal 4,25 〈Τῇ νῦν Ἱερουσαλήμ,〉 οἷον τῇ ἐνταῦθα τῇ ἐπὶ γῆς, ὥστε τῆς ἄνω καὶ ἐλευθέρας ἄμφω διεστήκασιν. Gal 5,16—17 〈Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν. ἀντίκειται〉 ἡ ἀρετὴ τῇ κακίᾳ, ἵνα μὴ τῆς κακίας ἐρεθισάσης εὐθέως ὥσπερ ἀπόλυτον καὶ ἀχαλίνωτον καὶ ἐπὶ πρανοῦς φέρηται τὸ σαρκικὸν θέλημα πρὸς τὴν ἁμαρτίαν. πάλιν 〈ἀντίκειται〉 τῇ ἀρετῇ ἡ κακία, ἵνα μὴ τῆς ἀρετῆς ἡ ἐργασία ἀταλαίπωρος πάντη καὶ ἄμισθος εἴη, καὶ οἷον ἐκ φύσεως καὶ ἐξ ἀνάγκης ἡμῖν συγκεκληρωμένη, καὶ ὡς μόνῳ τῷ διανοηθῆναι κατορθουμένη χωρὶς σπουδῆς ἁπάσης καὶ ἀγωνίσματος. αὐτὸς δὲ συντόμως αὐτό φησιν· 〈ἵνα μὴ ἅπερ ἂν θέλητε, ταῦτα ποιῆτε.〉 μήτε τὰ κακά, φησίν, εὐχερῶς ὅλως καὶ ἀκωλύτως, μήτε τὰ ἀγαθὰ ῥᾳδίως πάντη καὶ ὀλιγώρως· τὰ γὰρ οὕτω πραττόμενα οὐδ᾽ ἀγαθὰ ἂν εἴη.

Gal 5,24 Ἔστι δὲ τὸ 〈οἱ δὲ〉 καὶ ἀντὶ τοῦ οὗτοι δὲ ἐξακοῦσαι περισπῶντας τὴν οἵ· οὗτοι δέ εἰσιν οὓς εἶπον, οἵτινες τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν καὶ ἑξῆς. Gal 6,2 〈Καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον.〉 ὁ γὰρ 〈τοῦ Χριστοῦ νόμος〉 ὁ διὰ τῶν ἔργων τοιοῦτος ἐδείχθη· 〈αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβεν καὶ τὰς νόσους ἐβάστασεν.〉 καὶ ἡ ὑπερβολή, ὅτι καὶ σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν κατεδέξατο.

Gal 6,4 〈Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος.〉 εἰ γάρ τις τὸ ἑαυτοῦ ἔργον δοκιμάζοι καὶ ἑαυτὸν ἐρευνᾷ ἀκριβῶς, μᾶλλον 〈εἰς ἑαυτὸν ἕξει τὸ καύχημα καὶ οὐχὶ καθ᾽ ἑτέρου,〉 τοῦτ᾽ ἔστι καθ᾽ ἑαυτοῦ ἕξει τὸ καύχημα, οἷον ἑαυτοῦ καταγνώσεται καὶ οὐχὶ ἑτέρων. 〈ἢ εἰς ἑαυτὸν ἕξει τὸ καύχημα,〉 τοῦτ᾽ ἔστιν αὐτὸς ἑαυτὸν ἐλαττούμενον καὶ ἐνδεῶς ἔχοντα βλέπων, ἑαυτὸν μέμψεται καὶ τῆς ἑτέρων ἀποστήσεται καταγνώσεως, εἰδὼς ἑαυτὸν οὐδὲ τὴν αὐτὴν ἀεὶ πολιτείαν αὐτοῦ διαφυλάττοντα, ἀλλὰ καὶ ταύτης ἐσθ᾽ ὅτε διαπίπτοντα.

Gal 6,9 Ἢ 〈μὴ ἐκλυόμενοι,〉 τοῦτ᾽ ἔστι μὴ ἀποναρκῶντες μηδὲ τῆς ἀγαθοεργίας ἀφιστάμενοι, ἀλλὰ μέχρι βίου σύντονον τὸν πνευματικὸν σπόρον καταβαλλόμενοι· τῶν γὰρ εἰς τέλος ἀγωνιζομένων ἐστὶν ὁ στέφανος.

Gal 6,17 〈Μηδείς μοι κόπους παρεχέτω.〉 μηδείς με πρὸς ἀπολογίαν ὧν πράττω ἐκκαλείτω. ἔχω γὰρ καὶ σιγῶν μείζονα τὴν διὰ τῶν ἔργων ἀπολογίαν· 〈τὰ γὰρ στίγματα τοῦ Χριστοῦ,〉 τοῦτ᾽ ἔστι αἱ ὑπὲρ Χριστοῦ πληγαὶ καὶ οὐλαί, αὐτὰ βοῶσιν, καὶ τὸν ὑπὲρ αὐτοῦ δρόμον καὶ ζῆλον καὶ τὸ ἀνυπόκριτον καὶ καθαρὸν καὶ ἀνυπόστολον τοῦ κηρύγματος. 〈Ἢ μηδείς μοι κόπους παρεχέτω.〉 μέχρι τίνος θλίψεις μοι καὶ κόπους, φησί, σαλευόμενοι παρέχετε; δυσωπήθητε εἰ καὶ μή τι ἄλλο, ἀλλ᾽ οὖν 〈τὰ στίγματα τοῦ Χριστοῦ〉 ἃ δι᾽ ὑμᾶς καὶ διὰ τὸ εἰς ὑμᾶς κήρυγμα 〈ἐν τῷ σώματι περιφέρω.〉 εἰπὼν δὲ 〈στίγματα Χριστοῦ,〉 ἅμα ἀναμιμνήσκει ὅτι κἀκεῖνος ὑπὲρ ὑμῶν ἔπαθεν· παντὶ οὖν τρόπῳ ἀποστῆναι τοῦ νόμου καὶ ἐστηρίχθαι τῇ πίστει προσῆκεν.