Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Τα δικαιώματα του αποστόλου και η ποιμαντική συγκατάβαση

Ανάλυση της ελευθερίας του αποστόλου Παύλου να συντηρείται από το Ευαγγέλιο, της επιλογής του για δωρεάν κήρυγμα και της προσαρμοστικότητάς του προς αποφυγή σκανδαλισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 5 από 9

φησίν· 〈οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε;〉 τοῦτ᾽ ἔστιν οὐκ ἐργασίαν ἀποστόλοις πρέπουσαν ἐπεδειξάμην εἰς ὑμᾶς, ἐπιστρέψας ὑμᾶς; ὅπερ ἐν κυρίῳ διὰ Χριστοῦ πέπραχα. 1 Kor 9,6 〈Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;〉 τοῦ τὰ πρὸς τροφὴν καὶ αὐτάρκειαν ἀπὸ τοῦ κηρύγματος πορίζεσθαι; ἀλλ᾽ ὅμως ἔχοντες ἐξουσίαν οὐ χρώμεθα τῇ ἐξουσίᾳ, ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, ἀδάπανον κηρύσσοντες τὸ εὐαγγέλιον. εἰ δὲ τοῦτο, δηλονότι, εἰ καὶ συνῄδειν σκανδαλιζομένους ὑμᾶς ἕνεκεν κρεωφαγίας, καίτοι ἀκώλυτον ὄν, οὐκ ἂν ἔφαγον εἰς τὸν αἰῶνα, ἵνα μὴ σκανδάλου πρόξενος γενοίμην τῷ ἀδελφῷ. εἰ δὲ τοῦτο, πόσῳ μᾶλλον δεῖ φυλάττεσθαι ὑμᾶς ἐκ τῶν εἰδωλοθύτων, δι᾽ ὧν οὐ μόνον οἱ ἀδελφοὶ σκανδαλίζονται, ἀλλὰ καὶ τὰς συνειδήσεις μολύνουσιν; τὸ δὲ ἢ 〈μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;〉 οἰκειότερόν ἐστι τῆς λέξεως οὕτως ἐκλαβεῖν.

οἱ μὲν οὖν ἄλλοι ἀπόστολοι, φησίν, ἐξουσίαν ἔχουσι μὴ ἐργάζεσθαι μηδὲ κοπιᾶν ταῖς χερσίν, ἀλλ᾽ ἐκ τῶν διακονούντων αὐτοῖς διατρέφεσθαι, ἐγὼ δὲ καὶ Βαρνάβας, ὡς φαίνεται, φησίν, οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι, ἀλλ᾽ ἀνάγκη ταῖς χερσὶ κοπιῶντας οὕτως ἑαυτοῖς τὰ πρὸς τὴν ἀναγκαίαν χρείαν ἐπαρκεῖν. 1 Kor 9,10 Οὐχὶ ἐφ᾽ ὅτῳ μηδὲν περαιτέρω ἀπολαύειν, ἀλλ᾽ ἐφ᾽ ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ 〈καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι·〉 τῆς γὰρ διακονίας οἱ ἀπόστολοι τῆς ἐπὶ τῇ διατροφῇ ἐλπίδα εἶχον παρὰ τῶν μαθητευομένων τυγχάνειν, καὶ ἐτύγχανον. οὐ μέντοι γε τοῦτο ἦν αὐτοῖς ἡ τελεία ἐλπίς, ἀλλὰ ταύτης ἀπολαύοντες τῆς ἐλπίδος ἔτι τὰ μείζονα ἐκαραδόκουν καὶ ἤλπιζον. τοῦτο δέ φησιν ὅτι οὐδὲν ἐνέκοπτεν, εἰς τὴν τῶν μελλόντων ἐλπίδα καὶ ἀπόλαυσιν δεικνύς, ἡ τῆς παρὰ τῶν μαθητευομένων ἐπὶ τῇ τροφῇ ὑπηρεσίας ἀπόλαυσις, ἐντεῦθεν δηλῶν, ὡς καίτοι μηδὲν ἐμποδὼν ὄντος πρὸς τὴν ἐκεῖθεν ἀπόλαυσιν τοῦ τρέφεσθαι παρὰ τῶν μαθητῶν, ὅμως οὐχ εἱλόμην.

πλείοσι δὲ αὐτὸ ἐπιχειρήμασιν ἀκώλυτον ὂν κατασκευάζει, διά τε τὸ εἰρημένον, καὶ ἵνα μὴ ἀπεχόμενος αὐτὸς τοὺς ἄλλους δόξῃ χρωμένους ἐν διαβολῇ τινι καθιστᾶν. 1 Kor 9,16—18 〈Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω.〉 εἰ γὰρ τὸ κηρύσσειν τὸ εὐαγγέλιον τῆς ἐμῆς ἦν ὅλως φιλοτιμίας καὶ οὐδεμία μοι ἀνάγκη ἐκ τῆς δεσποτικῆς ἐντολῆς ἐπέκειτο, εἰκότως ἐπὶ τούτῳ μισθὸν μέγαν ἤλπιζον, καὶ ἐξῆν μοι ὡς ἐπ᾽ ἰδίῳ κατορθώματι καυχᾶσθαι. εἰ δὲ ὡς διακονίαν καταπιστευθεὶς καὶ ἀνάγκην ἔχων ὑπηρετεῖν τοῦτο πράσσω, οὐκέτι ὅμοιος ὁ μισθὸς ἕπεται, οὐδ᾽ ἔστιν ἐπὶ τούτῳ καυχᾶσθαι. ἐπὶ τίνι οὖν ἐστι λαμπρὸς ὁ μισθὸς καὶ τὸ καύχημα; ἐφ᾽ ᾧ κηρύσσειν μὲν ὡς προσετάγην τὸ εὐαγγέλιον, μηδὲν δὲ ἐκ τοῦ κηρύγματος μηδ᾽ ὅσον ἀποζῆν λαμβάνειν, ἀλλ᾽ ἀδαπάνως καὶ δωρεὰν ὑπηρετεῖν τῇ διακονίᾳ. 1 Kor 9,22 〈Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής.〉 καὶ ἐν τῇ πρὸς Ῥωμαίους, ὅτε τοὺς διακρινομένους φαγεῖν κρέα διὰ τὴν ἐνίων κρεῶν παρατήρησιν, ὅτε τούτων τῇ ἀσθενείᾳ συγκαταβαίνων οὔτε αὐτὸς τούτοις ἐπετίμα, καὶ τοὺς ἄλλους ὄχλησιν ἐπάγειν αὐτοῖς ἐκώλυεν. 〈Τοῖς πᾶσι γέγονα τὰ πάντα.〉 εἰ γὰρ ἐγώ, φησί, καὶ ὧν οὐκ ἔδει οὐδὲν παριδεῖν, ἵνα πλείους σώσω παρεῖδον, πῶς οὐχὶ δεῖ ἀπέχεσθαι ὑμᾶς τῶν εἰδωλοθύτων;