Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ενότητα της Εκκλησίας, το κήρυγμα του Σταυρού και η κοσμική σοφία

Σχολιασμός των πρώτων κεφαλαίων της επιστολής, με έμφαση στην αποφυγή των σχισμάτων, στη δύναμη του Σταυρού έναντι της ανθρώπινης σοφίας και στη διάκριση πνευματικού και σαρκικού ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 9

1 Kor 1,1—3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω καθαιρεῖν τῆς ἐπὶ τούτῳ φυσιώσεως· ἰδοὺ γὰρ καὶ 〈Σωσθένην〉 ἐμαυτῷ συντάττω, καὶ 〈ἀδελφὸν〉 καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τε γὰρ οὐδὲν ὀνίνησιν, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας, καὶ τὸ κοινὸν μερίζει τῆς ἐκκλησίας σῶμα. 〈Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου.〉 ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτειν αὐτούς. διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τὴν ἀπὸ θεοῦ, καὶ εἰπὼν 〈κλητοῖς ἁγίοις〉 αὐτίκα συνῆψε 〈σὺν πᾶσι τοῖς ἐπικαλουμένοις〉 καὶ ἑξῆς· καὶ ὑμῖν, φησί, καὶ σύμπασιν εἴη ἡ 〈ἀπὸ θεοῦ πατρὸς χάρις καὶ εἰρήνη.

Ἐν παντὶ τόπῳ, αὐτῶν τε καὶ ἡμῶν.〉 ἐπειδὴ εἰπὼν 〈σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου,〉 ἐπήγαγε μόνον τὸ 〈ἡμῶν,〉 ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν· 〈αὐτῶν τε καὶ ἡμῶν.〉 εἰ δὲ κοινὸς ἁπάντων κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὧν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε; 1 Kor 1,5 Πόθεν δῆλον ὅτι 〈ἐπλουτίσθητε λόγῳ καὶ γνώσει;〉 ἐκ τοῦ τὸ κήρυγμα τῆς εἰς Χριστὸν πίστεως 〈βεβαιωθῆναι ἐν ὑμῖν·〉 ἡ γὰρ τούτου βεβαίωσις ἐν ὑμῖν καὶ λόγου καὶ γνώσεως γίνεται μαρτύριον ὑμῶν. 1 Kor 1,6—7 〈Μαρτύριον Χριστοῦ·〉 ἢ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις· ἢ 〈μαρτύριον Χριστοῦ〉 ἡ τῶν σημείων χάρις καὶ δωρεά. καὶ γάρ εἰσι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θειότητος αὐτῆς καὶ μεγαλειότητος· ἦσαν γὰρ οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις. ἐπεὶ οὖν ταῦτα, φησίν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει, καλῶς, φησί, προείπομεν ὅτι 〈ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε·〉 μέρος γὰρ τῶν χαρισμάτων ὅ τε λόγος καὶ ἡ γνῶσις, ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι.

καὶ τὸ 〈ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς〉 πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνᾴδει. 1 Kor 1,9 〈Δι᾽ οὗ ἐκλήθητε.〉 οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ ἑλκύσει αὐτὸν ὁ πατήρ, ὡς οὐδὲ πρὸς τὸν πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧ ἂν ἀποκαλύψῃ ὁ υἱός. 〈Δι᾽ οὗ ἐκλήθητε〉 ἀντὶ τοῦ ὑφ᾽ οὗ ἐκλήθητε, οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ 〈δι᾽ οὗ〉 τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ πατρός, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν· ἵνα ὅταν καὶ ἐπὶ τοῦ υἱοῦ αὐτὸ ἀκούσῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταυτότητα ἐννοῇς. 〈Εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ.〉 εἰς κοινωνίαν ἐκλήθητε Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντες ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς θαυμασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν καὶ ἀποτέμνεσθαι; 1Kor 1,14. 17a Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ; μὴ γένοιτο, φησίν, ἀλλὰ διὰ δύο ταύτας αἰτίας εὐχαριστῶ· μίαν μὲν ὅτι μὴ βαπτίζων, φησίν, οὐδ᾽ ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλούς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν συστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ.

δι᾽ ἑτέραν δέ, ὅτι οὐδ᾽ εἶχον ἐπὶ τούτῳ παρὰ Χριστοῦ ἀποστολήν, ἀναδεικνὺς ὅτι, εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ Χριστοῦ κηρύσσειν καὶ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον μετὰ φειδοῦς καὶ σπανίως ἐβάπτισα—καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι—, ὑμεῖς οἱ μηδ᾽ ὅλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν; πῶς δὲ καὶ βαπτίζετε; ἢ ὅλως τί ποιεῖτε ὧν οὐκ ἐλάβετε 〈χάριν καὶ ἀποστολήν;〉 1Kor 1,17b Οὐκ εἶπεν ‹οὐκ ἐν σοφίᾳ γνώσεως›, ἀλλ᾽ 〈οὐκ ἐν σοφίᾳ λόγου.〉 καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο, διὸ καὶ ἀλλαχοῦ· 〈ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽〉 οὐ 〈τῇ γνώσει.〉 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; 〈Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.〉 κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος αὐτοῦ τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θειότητα παραστῆσαι. πῶς γάρ ἐστι τὸ ὑπὲρ λόγον καὶ φύσιν λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι;

τίς δὲ καὶ χρεία λόγου καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον φωνῆς ἁπάσης κεκραγότων καὶ πάντα τὸν βουλόμενον ἐπὶ τὴν εὐσέβειαν καὶ τὸ κήρυγμα χειραγωγούντων; 1 Kor 1,18 Δείκνυσι λοιπὸν ὅτι οὐδ᾽ ἐνῆν λόγῳ σοφίας προσαγάγεσθαί τινας τῷ κηρύγματι, ἀλλὰ μόνῃ τῇ ἄνωθεν συνεργείᾳ καὶ χάριτι. εἰ γὰρ κεφάλαιόν ἐστι τοῦ κηρύγματος ὁ σταυρός, ὁ δὲ περὶ τοῦ σταυροῦ λόγος οὐ μόνον οὐ προσάγει, ἀλλὰ καὶ 〈τοῖς ἀπολλυμένοις μωρία〉 δοκεῖ, τί ἄν τις ἔχοι λέγειν περὶ τοῦ κηρύγματος μὴ πάντα τῆς χάριτος αὐτῷ χορηγούσης; 1 Kor 1,25—31 Βούλει μαθεῖν ὅτι 〈τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς ἰσχυρότερον;〉 ἀπ᾽ αὐτῆς καὶ μόνης τῆς κλήσεως ῥᾷόν ἐστι τοῦτο κατανοῆσαι, βλέπε γάρ μοι· 〈οὐχὶ πολλοὶ σοφοὶ〉 ἦσαν τὴν ἐν κόσμῳ σοφίαν, 〈οὐχὶ πολλοὶ δυνατοὶ〉 ταύτην τὴν δύναμιν, 〈οὐχὶ πολλοὶ〉 εὐγενεῖς τὴν ἐπίκαιρον εὐγένειαν. τί οὖν μὴ τούτους ἐποιήσατο ὁ Χριστὸς ἑαυτοῦ μαθητάς, καὶ δι᾽ αὐτῶν ἐκλήθητε ὑμεῖς; οὐδαμῶς. ἀλλὰ τοὐναντίον· 〈ἀλλὰ τὰ μωρὰ κατὰ τὸν κόσμον καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο,〉 ἀνθρώπους ἁλιεῖς, πένητας, ἀγραμμάτους.

καὶ δι᾽ αὐτῶν ἐποιήσατο τὴν κλῆσιν ὑμῶν πάντων, καὶ σοφῶν καὶ ἰδιωτῶν, καὶ πενήτων καὶ πλουσίων, καὶ ἀσθενῶν καὶ ἰσχυρῶν, καὶ κατῄσχυνε τοὺς εὐγενεῖς καὶ ἰσχυροὺς καὶ σοφούς, ὅτι ὅπερ αὐτοὶ οὐκ ἂν οὐδ᾽ ἐπιχειρῆσαι ἐτόλμησαν κόσμον ὅλον μεταστῆσαι, τοῦτο τὰ ἀσθενῆ καὶ τὰ μωρὰ περιφανῶς κατεπράξαντο. ἆρ᾽ οὐχὶ κατῃσχύνθησαν οἱ δοκοῦντες εἶναι σοφοὶ καὶ δυνατοί; ἆρ᾽ οὐχὶ ἐναργῶς ἀποδέδεικται, ὅτι 〈τὸ μωρὸν καὶ ἀσθενὲς τοῦ θεοῦ σοφώτερον καὶ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν;

Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.〉 οὐκοῦν οὐδὲ ἡμεῖς, φησί, καυχησόμεθα; ναί, φησίν· ὑμεῖς οἱ πιστοὶ καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ, ἀλλ᾽ ἐξ αὐτοῦ διὰ τῆς παλιγγενεσίας ἐγεννήθητε. καὶ σοφοί ἐστε, ἀλλ᾽ αὐτὸν ἔχοντες σοφίαν τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ δικαιώσαντα διὸ τῶν χαρισμάτων. ἡμεῖς οὖν διὰ ταῦτα ὀφείλομεν 〈καυχᾶσθαι·〉 καυχᾶσθαι δὲ οὐχ ὅτι κατορθώματί τινι ἡμετέρῳ τούτων ἠξιώθημεν, ἀλλ᾽ 〈ἐν κυρίῳ,〉 ὅτι πάντα τῆς αὐτοῦ φιλανθρωπίας καὶ δωρεᾶς τῆς εἰς ἡμᾶς τὰ τηλικαῦτα ὑπάρχει πλεονεκτήματα. 〈Σοφία ἀπὸ θεοῦ〉 ἀντὶ τοῦ θεία σοφία, θεϊκή, οὐχ οἵα ἡ ἀνθρωπίνη. 1 Kor 2,3 〈Καὶ ἐγὼ ἐν ἀσθενείᾳ.〉 μονονουχὶ λέγων· τί προσενείματε ἑαυτούς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς; μή τι ταῦτα συμβάλλετε πρὸς τὸ κήρυγμα, ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις; ἐνθυμήθητε πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ; ἀλλ᾽ οὐκ ἔχοιτ᾽ ἂν τοῦτο εἰπεῖν. ἀλλ᾽ ἐν δυναστείᾳ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν γέμων, οὕτως ἐκήρυσσον ἐν ὑμῖν.

τί οὖν ὑμεῖς τούτων λήθην λαβόντες, σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε, καὶ τούτους ὑμῖν διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε; 1 Kor 2,14—16 〈Ὁ ψυχικὸς〉 χρείαν ἔχει ἀνακρίσεως καὶ ἐξετάσεως καὶ μαθήσεως πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ πνεύματος. ἀλλὰ πρὸς ταύτην ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ πνεύματος νόμοις περιάπτει καὶ ἡγεῖται αὐτὰ μωρίαν, δέον ἑαυτῷ μέμφεσθαι ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι. ὁ 〈δὲ πνευματικὸς〉 οὐ δεῖται ἀνακρίσεως, ἀλλ᾽ αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πιστῶν ὅτι οὐδὲ διαστασιάζει οὐδὲ διαφωνεῖ πρὸς αὐτούς, ὑπὸ δὲ τῶν ἀπίστων ὅτι πολλῷ κρείττων ἐστὶ τῆς ἐκείνων ἀνακρίσεως, καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης, ἀλλὰ καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις μέγιστον ἐμπόδιον αὐτῇ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέξασθαι τὰ τοῦ πνεύματος.

διὸ καὶ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ, ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας τῆς φρενούσης αὐτοὺς καὶ διεγειρούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν· αὗται γὰρ αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς αὐτὸν παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν. διὸ οἱ ταύταις ἑαυτοὺς καταρτίσαντες εἰκότως 〈νοῦν Χριστοῦ ἔχομεν·〉 τὰ γὰρ τοῦ Χριστοῦ φρονοῦντες καὶ νοοῦντες οὐκέτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι, ἀλλὰ πάγιοι καὶ ἀμετάπειστοι γεγονότες ἐν οὐρανίῳ καὶ θείῳ νοῒ τῆς ἀληθείας καρπούμεθα τὴν κατάληψιν.