Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Το μυστήριο της αναστάσεως, η νίκη κατά της φθοράς και τελικές παραινέσεις

Δογματική προσέγγιση της εγέρσεως των νεκρών, της υποταγής του Υιού στον Πατέρα, της μεταμορφώσεως του σώματος και της οριστικής καταργήσεως του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 9 από 9

σὺ μὲν γὰρ καλῶς καὶ ἐπὶ σαυτοῦ συμφέροντι εὐλογεῖς ἢ εὐχαριστεῖς εἰ τύχοι, ἢ ἄλλο τι τῶν δεόντων ποιεῖς —καθόλου γὰρ τὸν λόγον βούλεται ἐξακούεσθαι καὶ οὐκ ἐπί τινος εἴδους ὡρισμένου· διὸ ποτὲ μὲν τὸ 〈ψάλλειν,〉 ἄλλοτε δὲ τὸ 〈εὐλογεῖν〉 καὶ μετ᾽ αὐτὸ καὶ ἀντ᾽ αὐτοῦ τίθησι τὸ 〈εὐχαριστεῖν,〉 δεικνὺς ὅτι καθόλου περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου γλώσσαις λαλουμένου ἐστὶν αὐτῷ ἡ παραίνεσις καὶ ἡ σπουδή. —ἀλλ᾽ ὅπερ ἔλεγον, σὺ μέν, φησίν, ἐπὶ τῷ σεαυτοῦ συμφέροντι γλώσσαις λαλῶν εὐλογεῖς ἢ εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1 Kor 14,19 〈Διὰ τοῦ νοός μου λαλῆσαι,〉 τοῦτ᾽ ἔστι διὰ τῆς τοῦ νοός μου καρποφορίας ἥτις ἐστὶν ἡ ὠφέλεια τῶν πολλῶν. 〈διὰ τοῦ νοός μου〉 δέ· ἕνεκα, φησί, τοῦ νοός μου, τοῦ μὴ εἶναι ἄκαρπον αὐτόν, ἀλλὰ ἀπολαύειν καρποῦ τῆς ὠφελείας τῶν πολλῶν. 1 Kor 14,30 Ὁ 〈πρῶτος〉 εἶπεν· οὐχὶ πρῶτος κατὰ τὸ ἀξίωμα τῆς προφητείας, ἀλλὰ καθὸ πρότερος αὐτὸς ἤρξατο λέγειν τοῦ μετ᾽ αὐτόν. 1 Kor 15,24—25 〈Παραδίδωσι〉 δὲ οὐκ αὐτὸς στερούμενος—ἀνόητον γὰρ λίαν καὶ ὑπονοεῖν, ὡς στασιάζουσαν μὲν εἶχεν, ἀπαλλάξας δὲ πόνοις ἰδίοις ταύτης ἐστερήθη—ἀλλὰ παραδίδωσιν οἱονεὶ κοινωνὸν ποιεῖται τὸν πατέρα τοῦ ἰδίου κατορθώματος· κοινὰ γὰρ ἅπαντα τὰ τῆς τριάδος.

εἰ γὰρ καὶ ὁ υἱὸς σεσάρκωται, ἀλλ᾽ εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος· οὐκοῦν κοινὰ καὶ ἃ σαρκωθεὶς ὁ υἱὸς καὶ σταυρωθεὶς καὶ ἀναστὰς εἰργάσατο κατορθώματα. καλῶς οὖν φησιν· 〈τὴν βασιλείαν παραδίδωσιν,〉 τοῦτ᾽ ἔστι κοινοποιεῖται καὶ εὐφραίνει τῷ κατορθώματι. ὥσπερ γὰρ ὁ υἱὸς παραλαβὼν αὐτὴν στασιάζουσαν, οὐκ ἀφείλετο αὐτὴν τοῦ πατρός, οὕτω νῦν παραδιδοὺς οὐδ᾽ αὐτὸς ἀφαιρεθήσεται αὐτῆς. παραδίδωσιν δέ, εἴποι τις ἄν, οὐκ ἔξω σκοποῦ καὶ οὐκ ἐφ᾽ ᾧ μὴ ἔχειν, ἀλλ᾽ ἐφ᾽ ᾧ μὴ ταλαιπωρεῖσθαι περὶ αὐτὴν καὶ ἐφ᾽ ᾧ μήτε συμμαχεῖν μήτε τροποῦσθαι, μήτε ἄλλο τι ποιεῖν ὧν τὰ μὲν πρὸ τοῦ πάθους, τὰ δὲ μετὰ τὴν ἀνάστασιν ὡς υἱὸς θεοῦ καὶ ἄνθρωπος γεγονὼς εἰς ἡμᾶς ἐπεδείξατο. παραδίδωσιν οὖν, ὡς ἔφημεν, οὐκ ἐφ᾽ ᾧ μὴ ἔχειν ἀλλ᾽ ἐφ᾽ ᾧ μηκέτι τῶν εἰρημένων τι περὶ αὐτὴν ἐπιτελεῖν, ἐπεὶ καὶ παρείληφεν οὐκ ἐφ᾽ ᾧ ἔχειν—εἶχεν γὰρ ὥσπερ ὁ πατήρ—ἀλλ᾽ ἐφ᾽ ᾧ πόνοις ἰδίοις στάσεως αὐτὴν καὶ τυραννίδος ἀπαλλάξει. 〈Τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί.〉 εἶχεν ἀεὶ ὁ πατὴρ τὴν τῶν ἀνθρώπων βασιλείαν καὶ τὴν τῶν ἀγγέλων· ἀλλὰ τὴν μὲν τῶν ἀγγέλων ἀστασίαστον, τὴν δὲ τῶν ἀνθρώπων στασιάζουσαν καὶ πάθεσιν αἰχμαλωτιζομένην καὶ δαιμόνων ἐπηρείαις τυραννουμένην.

ἀλλ᾽ ὁ υἱὸς διὰ τοῦ οἰκείου πάθους ὃ ἐν σαρκὶ γεγονὼς ἀνεδέξατο, πᾶσαν ἐσάθρωσε τυραννίδα καὶ ἀσθενεστάτην εἰργάσατο καὶ τὸ αἰχμαλωτίζον ἐταπείνωσε καὶ ᾐχμαλώτισεν. ὅμως τῶν ἐν βίῳ καταρρᾳθυμούντων ἀνθρώπων ὥσπερ σπινθῆρές τινες τῆς κακίας διὰ τῆς ἡμῶν ἀμελείας ἀνάπτουσι καὶ ἀναφλέγονται. μετὰ δὲ τὸ τέλος, τῶν μὲν παθῶν πεπαυμένων, τῶν δὲ δαιμόνων κολαζομένων καὶ τῶν δικαίων ἀνενοχλήτων ἐν παραδείσῳ διαιτωμένων, παραδίδωσιν ὁ υἱὸς τῷ πατρὶ τὴν βασιλείαν ὡς κατορθώσας καθαρὰν καὶ ἀστασίαστον τυραννίδος. 〈Δεῖ γὰρ αὐτὸν βασιλεύειν. τὸ βασιλεύειν〉 ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλ᾽ οἷον δεῖ αὐτὸν τὰ τοῦ βασιλεύοντος ποιεῖν, τοῦτ᾽ ἔστι πολεμεῖν τοῖς ἐχθροῖς, συμμαχεῖν τοῖς ἰδίοις, τοὺς μὲν τροποῦσθαι, τοὺς δὲ ῥύεσθαι. 〈Ἄχρις οὗ ἂν θῇ〉 καὶ ἑξῆς. μετὰ γὰρ ταῦτα οὐδενὸς τῶν εἰρημένων χρεία· ἀστασίαστος γὰρ λοιπὸν ἡ βασιλεία. 1 Kor 15,28 〈Τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται,〉 τοῦτ᾽ ἔστι τότε δείκνυται ἀληθῶς καὶ θεοπρεπῶς ὑποτεταγμένος, ὅτι ἐπλήρωσε τὸ πατρικὸν βούλημα παραστήσας τὴν βασιλείαν πάσης στάσεως καὶ τυραννίδος ἠλευθερωμένην. 1 Kor 15,29—30 〈Ἐπεὶ τί ποιήσουσι,〉 φησίν, 〈οἱ βαπτιζόμενοι,〉 ὥστε μὴ εἶναι διὰ παντὸς νεκροὶ καὶ ἐν τῷ ᾅδῃ κατέχεσθαι;

οἷον· τῆς ἀναστάσεως, φησί, μὴ οὔσης οἱ ἐπὶ τοιαύταις ἐλπίσι βαπτιζόμενοι ὥστε μετὰ θάνατον ἀναστῆναι, τί ποιήσουσιν; 〈Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται,〉 ἵνα ἀναστῶσιν; αὐτὸς δὲ ἐπιπληκτικώτερον· 〈ὑπὲρ τῶν νεκρῶν,〉 φησίν, οἷον· οὓς ὑμεῖς διὰ τῆς ἰδίας δόξης ἀϊδίους νεκροὺς ἀπεφήνατε, νεκροὺς δὲ καὶ τοὺς ἄλλους καὶ ἑαυτούς, καὶ νεκροὺς αἰωνίους ἀποφηνάμενοι, τί βαπτίζεσθε ὑπὲρ ὑμῶν τῶν μηκέτι· καθ᾽ ὑμᾶς ἀναστησομένων ἀλλ᾽ ἀεὶ νεκρῶν ἐσομένων; ἐπ᾽ ἄλλων δὲ προσώπων προάγει τὸν λόγον καὶ οὐχὶ ἐπ᾽ αὐτῶν ἐκείνων, ἵνα μὴ πλέον καθαψάμενος εἰς ἀπόνοιαν ἐκκαλέσηται. 〈Καθ᾽ ἡμέραν ἀποθνήσκω,〉 ὅσον ταῖς ἐπιφοραῖς τῶν θλίψεων καὶ πειρασμῶν καὶ τῇ καθημερινῇ ἐλπίδι τοῦ θανάτου. 1 Kor 15,33 Ἢ ὅτι καὶ τὰ 〈χρηστὰ ἤθη αἱ〉 συνεχεῖς 〈τῶν κακῶν ὁμιλίαι διαφθείρουσι,〉 καὶ γὰρ ‹ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν›.

διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς ὅτι οὐ βλαβήσονται αὐτοὶ χρηστοὶ ὄντες, τῷ πρὸς αὐτοὺς ἐνδελεχῶς ὁμιλεῖν τῆς ἐκεῖθεν λύμης ἠρέμα καὶ κατὰ μικρὸν ὑποπίμπλασθαι. 1 Kor 15,36—38 〈Σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται.〉 εἰ οὖν σὺ ὃ σπείρεις καὶ τρόπον τινὰ τάφῳ καλύπτεις καὶ θανατοῖς, τοῦτο ὁ θεὸς ἀνίστησι καὶ δίδωσι τὸ ἴδιον σῶμα τὸ σαπὲν καὶ διαλυθέν, 〈δίδωσι〉 δὲ 〈καθὼς ἠθέλησεν〉 ἐκπρεπέστερον καὶ ὡραιότερον· ὃ αὐτὸς ἐκεῖνος διὰ τῆς οἰκείας ἀποφάσεως εἰς γῆν καὶ τάφον ἐκέλευσε κατατίθεσθαι καὶ ἀποθνήσκειν, τοῦτο αὐτὸς πάλιν οὐκ ἔχει ῥᾷον τὸ ζωοποιῆσαι καὶ ἀναστῆσαι ὅτε βούλεται καὶ θελήσει; 〈Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον,〉 καὶ οὐκ ἄλλο παρ᾽ ὃ εἶχον πρῶτον πλὴν ὡραιότερον. ἀπὸ κοινοῦ δὲ τὸ 〈δίδωσιν.〉 1 Kor 15,42—46 Ἵνα μή τις εἴπῃ· πόθεν ἡμῖν εἰσάγεις σώματα διάφορα καὶ λέγεις ψυχικὸν καὶ σωματικόν, φησίν· 〈ἔστι σῶμα πνευματικὸν καὶ ἔστι σῶμα ψυχικόν.〉 οὐκ ἐγὼ τοιγαροῦν κατ᾽ ἰδίαν ἐξουσίαν καὶ ἐπίνοιαν ταῦτα λέγω, φησίν, ἀλλ᾽ ἔστι καὶ πρὸ ἡμῶν εἴρηται. πόθεν δῆλον; φησίν. οὕτως γέγραπται· 〈ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν.〉 ὥστε ἔστι σῶμα ψυχικόν. εἶτα· ὁ 〈ἔσχατος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν.〉 ὥστε ἔστι καὶ σῶμα πνευματικόν, τὸ ἁρμόζον τῷ ζωοποιοῦντι πνεύματι.

ἀλλὰ τοῦτο πόθεν δῆλον, ὅτι ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν; πόθεν δῆλον; ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας. ἄλλως τε δὲ καὶ γέγραπται καὶ τοῦτο· 〈τὰ ῥήματα〉 γάρ, φησίν, 〈ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν.〉 ὥστε καὶ εἰς πνεῦμα ζωοποιεῖ τοὺς ἀκούοντας καὶ πειθομένους αὐτοῖς. εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ πνευματικὸν ἕξουσιν οὗτοι ἐν τῇ ἀναστάσει σῶμα, μηκέτι δυνάμενον εἰς ψυχικὸν τραπῆναι, ὥσπερ ἐνίοτε συμβαίνει ἔτι τῷ βίῳ παρόντων. 〈Σπείρεται σῶμα ψυχικόν.〉 σῶμα ψυχικόν, εἴ τις ἀκολούθως τοῖς προειρημένοις ἐκλαβεῖν θέλοι ταῦτα, ἐκεῖνο οἶμαι εἰρῆσθαι νῦν ἁπλῶς τὸ θνητὸν ἀνθρώπου σῶμα· τοῦτο γὰρ καὶ 〈ἐν ἀσθενείᾳ〉 καὶ 〈ἐν φθορᾷ〉 καὶ 〈ἐν ἀτιμίᾳ σπείρεται〉 καὶ θάπτεται ἐν τῇ γῇ. τοῦτο οὖν τὸ θνητὸν σῶμα ψυχικόν ἐστιν, ὅτι τοῖς ψυχικοῖς ὑπηρετήσατο πάθεσιν· 〈οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρός, οὐδ᾽ ἂν μία ἡμέρα ὁ βίος αὐτῷ.〉 καὶ γὰρ ὅσαι σωματικαὶ πράξεις, τὴν πηγὴν καὶ γένεσιν ἀπὸ τῆς ψυχῆς ἔχουσιν, ὥστε τὸ τοῦ ἀνθρώπου θνητὸν σῶμα εἰκότως ἂν ψυχικὸν καλοῖτο. 〈σπείρεται〉 οὖν 〈ψυχικόν, ἐγείρεται δὲ〉 ἀθάνατον, ὅπερ ἐστὶ 〈πνευματικόν·〉 πνευματικὸν δέ, ὅτι οὐκέτι τοῖς ψυχικοῖς ὑπηρετήσει παθήμασιν, οὔτε τὰ τῶν δικαίων, ἀλλ᾽ οὐδὲ τὰ τῶν ἁμαρτωλῶν σώματα. μᾶλλον μὲν οὖν καὶ πολλὴν μεταμέλειαν, εἰ καὶ ἀνόνητον ἐφ᾽ οἷς ὑπηρετήσαντο, ἕξουσιν.

ἐπειδὴ δὲ τὸ 〈σπείρεται〉 πολλάκις εἶπεν καὶ τὸ 〈ἐγείρεται〉 ὁμοίως, τί δέ ἐστι τὸ σπειρόμενον ἢ τὸ ἐγειρόμενον οὐκ εἶπεν. διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγε καὶ τοῦτο· 〈σπείρεται,〉 λέγων, 〈σῶμα ψυχικόν〉 ὃ εἶπον 〈ἐν φθορᾷ〉 καὶ 〈ἐν ἀτιμίᾳ〉 καὶ 〈ἐν ἀσθενείᾳ〉 σπείρεσθαι, ἀλλ᾽ 〈ἐγείρεται σῶμα πνευματικὸν ὃ ἐν δόξῃ〉 καὶ 〈δυνάμει〉 καὶ 〈ἐν ἀφθαρσίᾳ〉 ἐγερθήσεται· τὸ γὰρ ἀθάνατον κατὰ τὸν οἰκεῖον λόγον καὶ ἔνδοξον καὶ ἔντιμον καὶ ἄφθαρτον, εἰ καὶ τοῖς ἁμαρτωλοῖς αἰσχύνης καὶ ἀδοξίας διὰ τὴν οἰκείαν μοχθηρίαν ὑπόθεσις γίνεται. 1 Kor 15,47—49 〈Ὁ πρῶτος〉 γὰρ 〈ἄνθρωπος〉 γήϊνος ἦν, οὐ τῷ ἐκ γῆς παρῆχθαι —οὕτως γὰρ πάντες γήϊνοι, καὶ ἔτι οὐκ ἄν τις αἰτιάσαιτο τὸ ἐκ γῆς παρῆχθαι—, ἀλλ᾽ 〈ἐκ γῆς,〉 φησί, τοῦτ᾽ ἔστι γήϊνος καὶ σαρκικὸς καὶ τὰ κάτω φρονῶν. ὁ δὲ 〈δεύτερος〉 μετάρσιος ὅλος καὶ οὐράνιος καὶ μηδεμιᾷ τῶν γηΐνων κηλῖδι βαρυνόμενος. οἷος τοιγαροῦν ἦν ὁ χοϊκὸν ἑαυτὸν δι᾽ ὧν ἐφρόνει καὶ ἔπραττε καταστήσας, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς μίμησιν ἐκείνου βιοῦντες, τοῦτ᾽ ἔστι χοϊκοὶ καὶ πάσχοντες ὅσα εἰκὸς πάσχειν τοὺς προσηλώσαντας ἑαυτοὺς τῷ χοΐ.

καὶ οἷος ἦν ὁ καὶ καθαρὰν μετάρσιον καὶ οὐράνιον τὴν ἐπὶ γῆς αὐτοῦ πολιτείαν ἐνστησάμενος, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς ὁμοίωσιν, καθ᾽ ὅσον ἐστὶν ἀνθρώποις δυνατόν, ἐκείνης τῆς οὐρανίου διαγωγῆς πολιτευσάμενοι, τοῦτ᾽ ἔστιν ἐπουράνιοί τε ἔσονται καὶ τῶν ἀξίων αὐτοῖς γερῶν ἀπολαύσουσιν. 〈Φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.〉 τὸ 〈φορέσομεν〉 εἰ μὲν διὰ τοῦ 〈ο〉 βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως ἅμα δύναμιν πληροῦσα, τοῦτ᾽ ἔστι πάντως φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ὥσπερ 〈ἐφορέσαμεν καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ.〉 καὶ εἴη ἂν εἰκὼν μὲν τοῦ χοϊκοῦ ὁ θάνατος, εἰκὼν δὲ τοῦ ἐπουρανίου ἡ ἀνάστασις καὶ ἡ ἀφθαρσία· ὅ τε γὰρ Ἀδὰμ διὰ τοῦ θανάτου εἰκονίζεται—αὐτὸς γὰρ καὶ πρῶτος καὶ τῶν ἄλλων αἴτιος τοῦ θανεῖν γέγονεν—, καὶ ὁ δεσπότης Χριστὸς πάλιν διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀφθαρσίας εἰκονίζεται· αὐτός τε γὰρ πρῶτος ἀνέστη σαρκὶ νικήσας τὸν θάνατον καὶ τῷ γένει παντὶ τῶν ἀνθρώπων τὴν ἀνάστασιν καὶ ἀφθαρσίαν ἐπήγαγεν. εἰ δὲ τὸ 〈φορέσωμεν〉 διὰ μακροῦ γραπτέον ἐστὶ τοῦ 〈ω〉, παραίνεσίς ἐστι καὶ συμβουλὴ ἐπ᾽ ἀρετὴν καὶ ἔνθεον πολιτείαν. 〈φορέσωμεν,〉 φησίν, ἐνδυσώμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἵνα κληρονομήσωμεν τὴν οὐράνιον βασιλείαν.

καὶ εἴη ἂν 〈εἰκὼν〉 μὲν ἐνταῦθα 〈χοϊκοῦ〉 λαμβανομένη αἱ πράξεις αἱ πονηραὶ καὶ βρίθουσαι πρὸς τὰ γήϊνα καὶ σαρκικὰ πάθη—ταῦτα γὰρ μορφοῖ καὶ χαρακτηρίζει τὸν ἁμαρτωλόν, ὅς ἐστι 〈χοϊκός—, εἰκὼν〉 δὲ 〈ἐπουρανίου〉 τὸ ὑψηλὸν καὶ μετάρσιον τῆς πολιτείας καὶ ἡ κτῆσις τῶν οὐρανίων ἀρετῶν. φησὶν οὖν ἅμα καὶ ἐντρέπων· 〈φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου,〉 κτησώμεθα πολιτείαν ὑψοῦσαν ἡμᾶς πρὸς οὐρανόν. οὐ γὰρ αἰσχύνεσθε οὐδὲ ἐγκαλύπτεσθε ὅτι 〈τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ〉 προθύμως 〈ἐφορέσαμεν,〉 καίτοι κατασπῶσαν ἡμᾶς καὶ τῆς βασιλείας τοῦ θεοῦ ἀναξίους ἀποφαίνουσαν, πρὸς δὲ τὴν εἰκόνα τοῦ ἐπουρανίου ἔτι μέλλομεν καὶ ἀναβαλλόμεθα; σπουδάσωμεν ταύτην ἐνδύσασθαι, ταύτην ζηλῶσαι τὴν οὐράνιον πολιτείαν· ἄλλως γὰρ οὐκ ἔνι τυχεῖν τῆς οὐρανίου βασιλείας. 1 Kor 15,50 Καὶ τὸ 〈τοῦτο δέ φημι, ἀδελφοί,〉 πρὸς τὴν διάφορον ἑρμηνείαν τοῦ 〈καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,〉 ἐκληφθήσεται. ἢ γὰρ τῆς προτροπῆς καὶ συμβουλῆς ἐστιν αἰτία, ὅτι διὰ τοῦτο παραινῶ ὑμῖν καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἵνα τὴν οὐρανῶν κληρονομήσητε βασιλείαν, διότι οἱ σαρκικοὶ καὶ ἐμπαθεῖς βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὐ γάρ ἐστι φύσιν ἢ ἀκολουθίαν ἔχον, ἵνα ὁ καταφθείρας καὶ καταρρυπώσας ἑαυτὸν ταῖς ἀκαθαρσίαις τὰ τῶν ἀπαθῶν καὶ μὴ καταφθαρέντων τοῖς πάθεσι γέρα κληρονομήσῃ.

εἰ δὲ τῆς δογματικῶς εἰρημένης ἑρμηνείας αἰτίαν αὐτὸ ἐκληψόμεθα, τοῦτ᾽ ἔστι τῆς ὅτι ἔσται πάντως ἡ ἀνάστασις, καὶ οὕτως πολλὴν τὴν ἀκολουθίαν ἕξει· συλλογιστικώτερον γὰρ τὸ 〈τοῦτο δέ φημι〉 τὴν ἀνάστασιν κατασκευάζον εἴη ἄν, τὸ δὲ ‹ὅπως› ἐν τοῖς πλατυκωτέροις. 1 Kor 15,54—57 Ἐπειδή ἐστι καταποθῆναι θάνατον εἰς φθορὰν τῶν καταπιόντων, ὥσπερ καὶ φάρμακόν ἐστι καταποθῆναι ἐπὶ διαφθορᾷ ὁμοίως τῶν χρησαμένων, διὰ τοῦτο ἐπήγαγε τὸ 〈εἰς νῖκος,〉 ἀντὶ τοῦ οὐχ ἵνα φθείρῃ τὸν καταπιόντα, ἀλλ᾽ ἵνα αὐτὸς ἀφανισθῇ καὶ κατὰ κράτος ἐκνικηθῇ ὥστε μηκέτι μηδ᾽ ἴχνος μάχης ἢ σκιὰν ἐνοχλήσεως ὑπολειφθῆναι. καὶ τὸ 〈κατεπόθη〉 δὲ μετὰ τῆς προθέσεως ῥηθὲν τὴν σφοδρὰν αὐτοῦ διαφθορὰν σημαίνει· ὅλος, φησί, κατεπόθη εἰς νῖκος ὥστε μηδὲν αὐτοῦ ἔτι ἐναπολειφθῆναι.

Ἐπειδὴ τὸν νόμον εἶπε 〈δύναμιν ἁμαρτίας,〉 ἵνα μή τινες αὐτόν τε τὸν νόμον ὡς φαῦλον πεπαῦσθαι νομίσωσι καὶ τὸν νομοθέτην καταβλασφημήσωσιν, ἐπάγει· 〈τῷ δὲ θεῷ χάρις,〉 οἷον· τῷ δὲ νομοθέτῃ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις· αὐτὸς γὰρ καὶ τὸν νόμον κατὰ καιροὺς συμφέροντα ἔδωκεν, καὶ τούτῳ ἡμῶν εἰς ἰσχὺν ἁμαρτίας ἀποχρησαμένων καὶ κραταιωσάντων τὴν ἁμαρτίαν, αὐτὸς πάλιν διὰ τοῦ υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔδωκεν ἡμῖν τὸ κατ᾽ αὐτῆς ἀναμφήριστον κράτος καὶ νῖκος. 1 Kor 16,6—7 〈Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ.〉 τὸ 〈δὲ〉 παρέλκει ἐνταῦθα· 〈πρὸς ὑμᾶς δέ.〉 σύνηθες δὲ τοῦτο τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ παρὰ τοῖς ἔξω συγγραφεῦσι πολλὴ ἡ τοιαύτη χρῆσις, καὶ μάλιστα παρὰ τοῖς ἀττικισταῖς. 〈Ἢ καὶ παραχειμάσω〉 καὶ τὰ ἐφεξῆς εἰς παράκλησιν αὐτῶν καὶ παραμυθίαν εἴρηκεν, οἷον· 〈ἵνα ὑμεῖς με προπέμψητε,〉 καὶ 〈οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν〉 καὶ 〈ἐλπίζω χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς.〉 τὸ δὲ 〈ἐὰν ὁ κύριος ἐπιτρέπῃ,〉 ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ 〈πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ.〉 διὰ τί εἶπον 〈τυχόν;〉 ὅτι οὐκ οἶδα, 〈ἐὰν ὁ κύριος ἐπιτρέπῃ.〉 ἀλλ᾽ οὖν τὸ ἐμὸν θέλημα ἵνα προσμείνω ὑμῖν ἐστιν.