Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Εκκλησιαστική πειθαρχία, απομάκρυνση της πορνείας και κοσμικά δικαστήρια

Έλεγχος των ηθικών παραπτωμάτων, η τυπολογία της νέας ζύμης, η διακοπή της συναναστροφής με τους αμαρτάνοντες και η απαγόρευση προσφυγής σε απίστους κριτές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 9

πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε καὶ ἐπαίρεσθε; εἰ μὲν γὰρ ἃ παρ᾽ ἡμῶν παρειλήφατε διδάσκετε, μαθηταί ἐστε καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ᾽ ἃ παρειλήφατε, γινώσκετε ὅτι ἡμεῖς ἐσμεν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ θεὸς ἀπέδειξεν. πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε; εἰ γὰρ ἡμεῖς ἐσμεν οὓς ὁ Χριστὸς 〈τελευταίους καὶ ἐπιθανατίους ἀποστόλους ἀπέδειξεν,〉 δῆλον ὅτι εἴ τι χρηστὸν παρειλήφατε μάθημα καὶ κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν προσγεγόνασιν. εἴθε οὖν ἐν τούτοις ἐπλουτήσατε, εἴθε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν καταβαλόντες συμβασιλεύσωμεν. ἀλλὰ δέδοικα, μὴ οὐχ οὕτως ἔχῃ τὰ ὑμέτερα. 1 Kor 4,19 〈Καὶ γνώσομαι οὐ τὸν λόγον·〉 οὐ γὰρ 〈λόγων,〉 φησί, χρεία ἀλλὰ τοῦ ἔργον ποιεῖν πνευματικόν. οὐκ ἂν γὰρ λόγοι χωρὶς ἔργων εἰσενέγκοιεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, 〈δύναμιν〉 γάρ φησι τὴν τῶν ἔργων ἐπίδειξιν. 1 Kor 5,1 Εἰ ἃ πράττεται 〈ἐν τοῖς ἔθνεσιν,〉 ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει, τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσι καὶ ἐν ὑμῖν τοῖς πιστοῖς τὰ αὐτὰ αἴσχη πράττεσθαι, πόσην τὴν κατηγορίαν αὔξει; εἰ δὲ τοῦτο, τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μηδ᾽ ἐν ἐκείνοις, τίνα κακίαν οὐχ ὑπερακοντίζει;

τὸ δὲ 〈ὅλως ἀκούεται〉 ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος. φεῦ τῆς ἀτοπίας. 〈ὅλως,〉 φησίν, 〈ἀκούεται;〉 ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν; 1 Kor 5,6—8 〈Καθώς ἐστε ἄζυμοι·〉 καθώς, φησί, χρέος ὑμῖν ἐστιν 〈ἀζύμοις〉 εἶναι. πόθεν δὲ δῆλον ὅτι 〈ἄζυμοι〉 ὀφείλομεν εἶναι; αὐτόθεν φανερόν· 〈τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.〉 ὥσπερ οὖν οἱ ἐν τῷ νόμῳ βιοῦντες θυομένου αὐτοῖς τοῦ προσκαίρου καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν—οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν—, οὕτως καὶ ὑμεῖς τοῦ αἰωνίου καὶ λογικοῦ 〈ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ὑπὲρ ἡμῶν τυθέντος·〉 τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα. οὕτως ὀφείλομεν 〈ἄζυμοι〉 ἀεὶ καὶ 〈καινὸν φύραμα εἶναι,〉 μηδὲν τῆς παλαιᾶς 〈ζύμης〉 ἤτοι τῆς ἁμαρτίας ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινε τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν 〈ζύμην〉 ἐκάλεσεν, ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦται φύραμα, ἀκολούθως ἥρμοσε καὶ τὰ ἐφεξῆς, 〈ζύμην παλαιὰν〉 καὶ 〈νέον φύραμα〉 καὶ 〈ἀζύμους〉 τὰς ἀρετὰς καὶ κακίας τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν. 1 Kor 5,9—11 〈Ἔγραψα ὑμῖν.〉 ποῦ ἔγραψεν; ἐν οἷς λέγει· 〈καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν〉 ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ᾽ ὅστις ἂν ᾖ τοιοῦτος.

καὶ πάλιν· 〈ἐκκαθάρατε τὴν παλαιὰν ζύμην,〉 οὐχὶ τήνδε ἢ τήνδε, ἀλλ᾽ ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασε τὸν λόγον, τοῦτ᾽ ἔστιν ἐπὶ πάντα πόρνον. κἀκεῖθεν πάλιν κοινότερον ἔτι τὸν λόγον ὑποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον 〈πλεονεκτούντων, εἰδωλολατρούντων,〉 καὶ εἴ τι ὅμοιον. 〈Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος.〉 τὸ 〈ὀνομαζόμενος〉 τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι καὶ δηλοῦσθαι βούλονται δι᾽ αὐτοῦ, ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ διϊστάμενος. ἐμοὶ δὲ εὖ ἔχειν δοκεῖ, καὶ εἴ τις αὐτὸ τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκέτι τοῦ 〈ὀνομαζόμενος〉 τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον. καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία, ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις, διχῆ σχίζεται· ἐνίοτε μέν, ὡς ἔφημεν, τὸν μόνῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα, ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως, ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ κυρίου ἐπιγινώσκεσθαί τε καὶ ὀνομάζεσθαι.

τὸν οὖν τοιοῦτον 〈πόρνον〉 καὶ 〈πλεονέκτην〉 καὶ 〈λοίδορον〉 καὶ 〈μέθυσον,〉 τοῦτ᾽ ἔστι τὸν πρόδηλον καὶ φανερὸν οὕτως ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέπεσθαι παρακελεύεται, καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι μήτε συναναστρέφεσθαι, οὐχὶ δὲ τὸν ὑπ᾽ ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον. διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν 〈λοίδορον,〉 ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὅσον εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὴν καταβόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ 〈εἰδωλολάτρης〉 δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι, διδάσκων καὶ ἀσφαλιζόμενος ὡς, εἰ καὶ μέγα εἴη καὶ τῶν ἀτοπωτάτων ἐν ᾧ τινες αἰτιῶνται τὸν ἄνθρωπον, μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα, οὐδ᾽ οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι, ἐπεὶ οὕτω γε ἂν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον τὴν πολιτείαν αὐτοῖς μεταστήσωνται.

ἀλλ᾽ ἐκεῖνον δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν, ὃς ἐπίδηλος καὶ τοῖς ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν. 1Kor 6,1—9 〈Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων.〉 τούτων οὕτως, φησί, κατὰ τὸ προσῆκον ἐχόντων, καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων τὴν ἐξουσίαν, ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων, τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ καταδύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς καθίσουσι κριτάς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους.

σφοδρῶς δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτούς, καὶ μὴ διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενί, μήτε δικαζομένους μήτε ἄλλο τι τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ ὄνομα τοῦ θεοῦ δι᾽ αὐτοὺς βλασφημεῖσθαι παρεσκεύαζεν, κἀκείνους ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας. 〈Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;〉 εἰ ἀγγέλους τοὺς ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ, εἰ τούτους κρινοῦμεν ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, ὅτι ἐκεῖνοι χωρὶς σώματος ὄντες τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν, ἡμεῖς δὲ κατὰ τοὺς δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους κἀκείνων ἐπηρεαζόντων ἐπολιτευσάμεθα, εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον αὐτοῖς καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλόν ἐσμεν ἱκανοὶ τὰ βιωτικὰ διαλύειν φιλονεικήματα καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας;

εἰ δ᾽ οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε, ἀλλ᾽ ἔτι νομίζετε ὅτι τῶν πιστῶν τὸ δικαστήριον ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ᾽ οὖν εἰ καὶ ἀσθενεῖς καθ᾽ ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν, ἄμεινόν ἐστι τούτους καθίζειν δικαστάς, ὅταν ἔχητε χρείαν βιωτικῶν κριτηρίων, ἢ τοῖς ἀπίστοις ἑαυτοὺς εἰς κρίσιν ἐκδιδόναι. 〈ἐξουθενημένους〉 δὲ εἶπον, φησίν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων, ἐπεὶ πολλοί εἰσι ἐν ὑμῖν διαλύειν δίκας ἰσχύοντες καὶ φιλονεικίας. πόσης γὰρ οὐκ ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο, εἰ 〈οὐκ ἔνι σοφὸς ἐν ὑμῖν,〉 φησίν, 〈οὐδὲ εἷς ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον ἀδελφῶν〉 δικαζομένων; διαφόρους δὲ ἀποδείξεις τίθησιν τοῦ μὴ δεῖν καταλιπόντας τοὺς πιστοὺς ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον· πρῶτον μέν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς ἀπίστους, 〈τί γάρ μοι,〉 φησί, 〈καὶ τοὺς ἔξω κρίνειν;〉 πῶς οὐ μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστούς; δεύτερον· εἰ οἱ μὲν ἄδικοι οἱ δὲ ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς ἁγίους ἐπὶ τοὺς ἀδίκους τρέχειν, καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου;

τρίτον· εἰ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν δίκην παρασκευάσουσιν, ἐφ᾽ οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς πράττοντες οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους, πόσῳ μᾶλλόν εἰσι δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν. τέταρτον· εἰ ἀγγέλους τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοί, πόσῳ μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους; πέμπτον· εἰ καὶ μὴ ἴσχυον οἱ πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπ᾽ αὐτῶν ἢ ἐπὶ τῶν ἀπίστων κρίνεσθαι. καὶ πρὸ τούτων, εἰ τὸν κόσμον κρίνομεν, φησίν, πῶς οὐκ ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων; τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· 〈καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;〉 παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις ὅτι οὐ δεῖ κρίνεσθαι ἐπ᾽ ἀπίστων, ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον καί φησιν· τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπ᾽ ἀπίστων; ἄμεινον ἦν μηδ᾽ ἐπὶ πιστῶν, ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους· αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι ὅλως ἀλλήλους 〈ἥττημα〉 ὑμῶν ἐστιν. ἄριστον μὲν οὖν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι—οὕτω γὰρ κοινὴ πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία—, εἰ δὲ δυοῖν ἀνάγκη, θάτερον αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς 〈βασιλείας,〉 τὸ δὲ ταύτην προξενεῖ.