Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ευταξία στις συνάξεις, το κάλυμμα της κεφαλής και το Κυριακό Δείπνο

Διορθωτικές οδηγίες για την εμφάνιση και τη συμπεριφορά στις εκκλησιαστικές συνάξεις, καθώς και έλεγχος των αταξιών κατά την τέλεση και μετάληψη της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 7 από 9

ὡσαύτως 〈δόξα ἀνδρός ἐστιν ἡ γυνή·〉 τῆς γὰρ ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας αὕτη ἐστὶ τὸ τιμιώτατον, δι᾽ ἧς μᾶλλον ἢ δι᾽ ἑτέρου τινὸς ὧν ἄρχει ἔστιν αὐτῷ ἐγκαλλωπίζεσθαι καὶ δοξάζεσθαι. 〈Ὀφείλει,〉 φησίν, ἡ 〈γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς,〉 τοῦτ᾽ ἔστι τὴν τοῦ ἀνδρὸς ἐξουσίαν καὶ κυριότητα ᾗπερ ὑπόκειται ὀφείλει ἔχειν καὶ ἐπιδείκνυσθαι ἐπ᾽ αὐτῆς τῆς κεφαλῆς. τοῦτο δὲ πῶς κατορθοῦται; διὰ τοῦ κατακαλύπτεσθαι. διὸ καὶ αὐτὸ τὸ κατακάλυμμα εἰκότως ἂν ἐξουσία κληθείη, ὡς τῆς τοῦ ἀνδρὸς ἐξουσίας καὶ κυριότητος ἐνδεικτικὸν ὑπάρχον καὶ παραστατικόν. τὸ δὲ 〈διὰ τοὺς ἀγγέλους〉 τοῦτό μοι δοκεῖ ὑποδηλοῦν· ἐπειδὴ γὰρ αἰτίαν τοῦ δοκεῖν ὑποτετάχθαι τῷ ἀνδρὶ τὴν γυναῖκά φησιν, ὅτι οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀνάπαλιν δέ, καὶ διὰ τοῦτο δεῖ ἔχειν αὐτὴν τὸ κατακάλυμμα τὴν ἐπ᾽ αὐτῆς ἐξουσίαν τοῦ ἀνδρὸς ὁμολογοῦσαν.

ἐπαγαγών· 〈διὰ τοὺς ἀγγέλους,〉 δηλοῖ ὅτι, εἰ καὶ μὴ τοὺς ἀνθρώπους αἰσχυνομένη οὐκ ἐθέλει τοῦτο ποιεῖν, ἀλλ᾽ οὖν αἰσχυνθήτω τοὺς ἀγγέλους οἳ μάρτυρες καὶ ἐπόπται γεγένηνται τῆς ὑποταγῆς αὐτῆς· αὐτοὶ γάρ, εἰ καὶ μὴ ἄνθρωποι, ἐφορῶντες ἦσαν οὐ τὸν ἄνδρα ἀπὸ τῆς γυναικός, ἀλλ᾽ αὐτὴν ἐκ τοῦ ἀνδρὸς τὴν ἀρχὴν τῆς γενέσεως λαβοῦσαν. 1 Kor 11,17 Οὐκ ἐπαινῶ, φησί, τὸ συνέρχεσθαι ὑμᾶς, καίτοι ἐπαίνου ἄξιον ἦν, ἀλλ᾽ αὐτοὶ αὐτὸ ψόγου καὶ κατηγορίας αἴτιον ἐποιήσατε· ἅμα καὶ ἐντρέπων ὅτι ἐφ᾽ οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ τῷ κρείττονι ὥσπερ ἔδει, ἀλλ᾽ ἐπὶ τῷ χείρονι συνέρχεσθε, ἤτοι ἐπὶ τῷ ἀτιμάζειν τοὺς ἀδελφοὺς καὶ καταισχύνειν, καὶ τὴν ἀλαζονείαν ὑμῶν καὶ γαστριμαργίαν ἐπιδείκνυσθαι. 1 Kor 11,22 Τί ὑμῖν δοκεῖ; ἆρα παραλόγως εἶπον ὑμῖν καὶ ἀρχόμενος τῆς ὑποθέσεως ταύτης ὅτι 〈οὐκ ἐπαινῶ;〉 οὐχὶ καὶ ἀπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἀκολουθίας ἐμάθετε, ὅτι ἐν ἐπαινουμένῳ πράγματι, τῷ κυριακῷ δείπνῳ, ψόγου ὑμεῖς ἀλλ᾽ οὐκ ἐπαίνου ἄξια διαπράττεσθε; ὥστε καὶ ἐγὼ δικαίως οὐκ ἐπαινῶ, καίπερ καθ᾽ ἑαυτὸ ἐπαινετοῦ μάλιστα τοῦ ἔργου τυγχάνοντος.

Εἰ ὁ κύριος, φησί, κοινωνεῖν σε τοῦ οἰκείου σώματος καὶ τῆς μυστικῆς τραπέζης οὐκ ἀπηξίωσεν, σὺ τῆς σῆς ἀπαξιοῖς τὸν ὁμόδουλον; Ἢ καὶ οὕτως· εἰ ὁ κύριος ἐπ᾽ ἴσης σοὶ καὶ τῷ πένητι τοῦ οἰκείου σώματος καὶ αἵματος τὴν τράπεζαν καὶ τὸν κρατῆρα παρατίθησιν, σὺ τολμᾷς τοῦτον τῆς σῆς ἀποσχίζειν τραπέζης καὶ ὑπερορᾶν; εἰ ἐκεῖνος ηὐχαρίστει τὸ οἰκεῖον σῶμα μερίζων καὶ διδούς, σὺ οὐ πολλῷ μᾶλλον εὐχαρίστως καὶ μετὰ πλείστης χαρᾶς τῶν ἐκεῖθέν σοι δωρηθέντων κοινωνοὺς καὶ συνεστιάτορας λαμβάνεις τοὺς πένητας; 1 Kor 11,26 〈Τὸ ἄχρις οὗ ἂν ἔλθῃ〉 ἐν ὑπερβατῷ ληπτέον, οἷον· 〈ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, ἄχρις οὗ ἂν ἔλθῃ〉 ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἕως τότε 〈τὸν θάνατον αὐτοῦ καταγγέλλετε·〉 ἀπὸ τότε γὰρ οὔτε τῶν ἁγίων τούτων μυστηρίων μεταληψόμεθα, εἰς τελειοτέραν καὶ μυστικωτέραν πολιτείαν καὶ ἀπόλαυσιν ἀναγόμενοι. 1 Kor 11,27 Ἐπειδὴ 〈ἀναξίως,〉 φησί, τῇ μεταλήψει τοῦ δεσποτικοῦ προσέρχεσθε σώματος, διὰ τοῦτο πολλοῖς συμβαίνει νόσοι τε καὶ πάθη καὶ θάνατοι. πόθεν δέ ἐστι τὸ 〈ἀναξίως〉 προσέχεσθαι;

ἐκ τῶν ἄλλων ἁμαρτημάτων ὧν πράττετε, καὶ ἐκ τοῦ συνερχομένους ὑμᾶς εἰς τὸ κυριακὸν δεῖπνον ὑπερορᾶν τοὺς πτωχοὺς δι᾽ οὓς ἐγεγόνει τὸ συνέρχεσθαι· διὰ γὰρ τοῦτο αὐτὸ τὸ κυριακὸν ἰδιωτικὸν ποιοῦντες ἐξυβρίζετε, καὶ τὴν ἐκκλησίαν ἐν ᾗ ποιῆσαι τὸ κυριακὸν δεῖπνον συνέρχεσθε, ἀτιμάζετε, γαστριμαργίας ἑαυτοῖς τράπεζαν ἐν αὐτῇ ἀλλ᾽ οὐ κυριακὸν δεῖπνον παρατιθέμενοι, καὶ τοὺς πένητας δὲ καταισχύνετε. διὰ γοῦν ταῦτα ἀναξίους τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἑαυτοὺς κατασκευάζετε. 1 Kor 11,29 〈Μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου,〉 ἀλλ᾽ ὡς ἀδιαφόρῳ τῶν λοιπῶν μετέχων αὐτοῦ καὶ προσερχόμενος αὐτῷ. 1 Kor 11,33 〈Ὥστε, ἀδελφοί μου, ἀλλήλους ἐκδέχεσθε.〉 διὰ τί;