ἢ δηλονότι τῷ μὲν 〈ἐκ πολλῶν προσώπων〉 τοὺς εὐχαριστεῖν ὀφείλοντας δηλῶν, τῷ δὲ 〈διὰ πολλῶν〉 τοὺς τρόπους καθ᾽ οὓς δεῖ εὐχαριστεῖν· οὐ γὰρ ἀρκεῖται δι᾽ ἑνὸς αὐτοὺς τρόπου εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα, ὅτι οὐδὲ ἑαυτὸν ἐξαρκεῖν εἰς εὐχαριστίαν νομίζει, ἀλλ᾽ οὐδὲ τοὺς πολλοὺς σὺν αὐτῷ, εἰ μὴ καὶ διὰ πολλῶν εὐχαριστήσωσι τρόπων. εἶτα 〈ὑπὲρ ὑμῶν〉 φησιν· τί δήποτε συνυπουργήσομέν σοι τῇ δεήσει; τί δήποτε εὐχαριστήσομεν; ὅτι τὸ ῥυσθῆναί με καὶ ἔτι ῥύεσθαί με, φησίν, οὐκ ἔστιν ἐμὴ βοήθεια μόνον καὶ παράκλησις, ἀλλ᾽ οὐδὲν ἧττον καὶ ὑμετέρα. συνυπουργήσατε οὖν τῇ δεήσει καὶ εὐχαριστήσατε ὡς ὑπὲρ ὑμῶν ταῦτα ποιοῦντες· ἡ γὰρ ἐμὴ παράκλησις καὶ σωτηρία ὑμετέρα ἐστίν. καὶ τοῦτο οὐχὶ νῦν, φησί, λέγω παραινῶν, ἀλλὰ καὶ καυχῶμαι ἀεὶ ἐν τούτῳ, ὅτι οὕτω διακεῖσθε ὑμεῖς πρὸς ἐμὲ ὡς τὴν ἐμὴν σωτηρίαν καὶ παράκλησιν ὑμετέραν ἡγεῖσθαι· 〈ἡ γὰρ καύχησις ἡμῶν,〉 φησίν, 〈αὕτη ἐστίν,〉 τὸ οὕτω διακεῖσθαι ὑμᾶς πρὸς ἐμὲ καὶ οὕτως ὑπολαμβάνειν ἐμὲ περὶ ὑμῶν. τίς σε ἔπεισεν οὕτως ἔχειν καὶ καυχᾶσθαι, ὦ Παῦλε; 〈τὸ μαρτύριον τῆς συνειδήσεώς μου,〉 φησίν, ἐξ ὧν ἔπραξα εἰς ὑμᾶς, ἐξ ὧν σύνοιδα εὐεργετήσας τὰ μέγιστα, ἐξ ὧν περισσοτέρως τῶν ἄλλων ἐν ὑμῖν ἠγωνισάμην.