Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η αληθής μετάνοια, ο ρόλος του Τίτου και η χάρις της ελεημοσύνης

Ανάλυση του αποστολικού ύφους, της υπακοής των πιστών και του ρόλου του Τίτου, με έμφαση στο παράδειγμα της αυτοπροαίρετης ελεημοσύνης των Μακεδόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 5

εἴωθε γὰρ ὁ θεῖος οὗτος ἀνὴρ περιβολαῖς περιβολὰς συνείρειν καὶ μεστοποιεῖν τὸν λόγον· διὸ καὶ ἐπαναλήψεως δεῖσθαι, οἷον μεταξὺ παρεμβέβληται τῆς εἰρημένης τοῦ ῥητοῦ συναφείας τὸ 〈οὐ μεταμέλομαι.〉 εἶτα· 〈εἰ καὶ μετεμελόμην,〉 καὶ πάλιν τούτου αἰτία· 〈βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη〉 〈καὶ ἑξῆς〉. καὶ οὐδὲ αὕτη ἡ περίοδος ἁπλῆ, ἀλλὰ περιβεβλημένη· φησὶ γάρ· 〈εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς.〉 καὶ οὐκ εἶπεν ‹εἰ καὶ ἐλύπησεν ὑμᾶς›, ἀλλ᾽· 〈εἰ πρὸς ὥραν.〉 τὸ δὲ 〈νῦν χαίρω〉 ἐπανάληψίς ἐστι τοῦ 〈ὥστε με μᾶλλον χαρῆναι·〉 ἐπειδὴ γὰρ τῇ πυκνότητι τῶν περιβολῶν ἐμέστωσε τὸν λόγον καὶ εἰς ἀσάφειαν συγκλειόμενον ἑώρα, ἐχρήσατο τῇ ἐπαναλήψει. εἰθ᾽ οὕτως ἀπέδωκε τὸ 〈ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν,〉 ὅπερ ὡς καὶ προείρηται, συνείρεται τοῖς ἐπάνω, οἷον· 〈ὥστε με μᾶλλον χαρῆναι, ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, ἀλλὰ οὖν ὅτι εἰς μετάνοιαν ἐλυπήθητε.〉 καὶ τοῦτο δὲ ὅμως περιβέβληται, τὸ δὲ ἁπλούστερόν ἐστιν· 〈ὥστε με χαρῆναι, ὅτι εἰς μετάνοιαν ἐλυπήθητε.〉 Ταῦτα δέ μοι διελεπτολόγηται, οὐχ ὅτι Παῦλος τούτοις ἐσεμνολόγηται, οὐδ᾽ ὅτι ἡμεῖς αὐτὸν σεμνολογεῖν τούτοις ἔγνωμεν, ἀλλ᾽ αἰσχύνοντες τοὺς ἔξω ἰδιωτισμὸν τῇ ἐκκλησίᾳ ὀνειδίζοντας.

δείκνυται γὰρ διὰ τούτων, ἐφ᾽ ᾧ μόνον οὐ τεθηπότες τὸν Παιανιέα καὶ τὸν τοῦ Ὀλόρου προσκυνοῦσιν, ταῖς περιβολαῖς λέγω, μακρῷ τούτους ἢ ἐκεῖνοι τοὺς ἄλλους ἀποκρυπτόμενος· καίτοι τῶν μὲν ὁ βίος ἐν τούτῳ τῷ πόνῳ κατετρίβη, ὁ δὲ οὐδ᾽ ἐμβλέψαι τούτοις ὅτι μὴ κατὰ πάρεργον χρῆσιν ἠξίωσεν.

καὶ μυριάκις ἐστὶν αὐτοῦ ἐν τοῖς λόγοις τὸ τοιοῦτον θεάσασθαι, τῆς χάριτος ἃ μελέτην ἄλλοι ποιοῦντες οὐ κατορθοῦσιν, καὶ ταῦτα τοῖς θεράπουσιν αὐτῆς εἰς ἐκείνων ἔλεγχον οὐδὲ ζητήσασι ποριζούσης περιορᾶν τὴν ἐν αὐτοῖς σχολὴν καὶ τὸν πόνον μᾶλλον ἀναδιδασκούσης· δι᾽ ὧν γάρ, ὡς ἂν ἐκεῖνοι φαῖεν, ὁ ἰδιωτισμὸς τὰ τῆς εὐγλωττίας, ὅτε βούλεται, καὶ ἀταλαιπώρως λαμβάνει καὶ ὑποχείρια ἔχει καὶ πλέον τῶν ἔργον αὐτὰ καὶ βίον ποιουμένων, διὰ τούτων αὐτῶν ἡ σπουδὴ καὶ ὁ πόνος μάταια καὶ ἀνωφελῆ τῆς χάριτος οὐ συναιρομένης ἀπελέγχεται. 2 Kor 7,10 〈Μετάνοιαν ἀμεταμέλητον,〉 φησίν, ὥστε εἰ 〈κατὰ θεὸν ἐλυπήθητε,〉 δείξοιτε ἂν διὰ τοῦ μηδέποτε ὑμᾶς ἀπὸ τῆς καλῆς ἐκείνης μετανοίας ἀποστῆναι καὶ εἰς τὸ ἐναντίον περιτραπῆναι καὶ μεταμεληθῆναι, ὅπερ ἐστὶ προτρεπομένου μηδέποτε τῆς ὀρθῆς ἐξίστασθαι κρίσεως. 2 Kor 7,13 〈Ἐπὶ τῇ παρακλήσει ὑμῶν.〉 δύο λέγει παρακληθῆναι παρ᾽ αὐτῶν παρακλήσεις· μίαν μέν, διότι αὐτὸς οὐ μάτην ἐπετίμησεν αὐτοὺς ἐν τῇ ἐπιστολῇ καὶ ἐκεῖνοι τὸ ἐπιτιμηθὲν διωρθώσαντο· δευτέραν δέ, ὅτι τὸν Τίτον ἀνέπαυσαν. αὐτὸς δέ φησιν· 〈ἐπὶ τῇ χαρᾷ Τίτου,〉 δεικνὺς ὅτι πολλὴν χάριν αὐτοῖς ὁ Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρίνει τὴν παράκλησιν ταύτην τῆς προτέρας παρακλήσεως.

καὶ ταῦτα λέγει μᾶλλον αὐτοὺς εἰς τὴν ἀγάπην Τίτου ἐφελκόμενος· ἔμελλε γὰρ πάλιν σὺν τῇ ἐπιστολῇ πέμπειν αὐτὸν πρὸς αὐτούς. τί δὲ ἦν ἡ 〈ἀνάπαυσις〉 Τίτου ἐφ᾽ ᾧ καὶ ἔχαιρεν; ἢ αὐτὴ ἡ διόρθωσις αὐτῶν ἐφ᾽ ᾗ καὶ Παῦλος παρεκέκλητο; ἡ εἰς πάντα ὑπακοὴ αὐτῶν καὶ ἡ μετ᾽ εὐλαβείας καὶ πίστεως ξενία καὶ ὑποδοχὴ αὐτῶν· καὶ γὰρ τεκμήριον εὐσεβείας ἡ εἰς τὸν κήρυκα αὐτῆς τιμὴ καὶ εὐλάβεια. 2 Kor 7,14—15 〈Κεκαύχημαι, οὐ κατῃσχύνθην.〉 ἢ ὡς ἓν κόμμα λόγου τὰς δύο λέξεις ἐκληπτέον, καὶ τὴν ἐπαγομένην τῆς προτέρας ὡς αἰτίαν ἀποδοτέον ὑποστίζοντας ἐν τῷ 〈κεκαύχημαι·〉 ἢ ὅπερ ἔμοιγε δοκεῖ μᾶλλον, ἑκατέραν λέξιν ὡς ἴδιον νόημα παριστῶσαν, κατὰ τελείαν στιγμὴν στίζοντας ἀναγνωστέον. καὶ εἴη ἂν ἑκατέρας λέξεως ὁ νοῦς ὁ ἀπηρτισμένος τοιοῦτος· 〈κεκαύχημαι,〉 φησίν, οἷον· καλῶς καὶ πρεπόντως ἐκαυχησάμην. 〈κεκαύχημαι·〉 εὗρον τὴν καύχησίν μου τετελειωμένην. εἶτα· 〈οὐ κατῃσχύνθην·〉 οὐκ ἐψεύσθην τῆς ἐλπίδος, οὐκ ᾐσχύνθην ἐφ᾽ οἷς προσεδόκησα τοιαῦτα. ταῦτα δὲ εἰπὼν καὶ διὰ τοῦ τύπου τῶν λέξεων καὶ τῆς προφορᾶς αὐτῶν τὴν χαρὰν ἐδήλου, καὶ τὴν παράκλησιν ἣν εἶχεν. οὕτως ἦν δυνατὸς ἐναργὲς διὰ τῶν λόγων παραστῆσαι τὸ βούλημα.

εἶτα· 〈καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου,〉 ἢ ἡ περὶ Τίτου καύχησις πρὸς ὑμᾶς γεγενημένη· τοῦτο γὰρ τὸ προηγούμενον δοκεῖ ὑποφαίνειν, τὸ 〈ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν·〉 καὶ γὰρ ὡς πάντα, φησίν, οὕτως καὶ περὶ Τίτου. ἢ μᾶλλον, ὡς καὶ ἡμῖν συνδοκεῖ· ἡ καύχησις ἡμῶν ἡ περὶ ὑμῶν ἐπὶ Τίτου, τοῦτ᾽ ἔστιν ἐνώπιον Τίτου γεγενημένη· τοῦτον γὰρ τὸν νοῦν ἀπαιτεῖ τὰ προειρημένα· 〈ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ. κεκαύχημαι, οὐ κατῃσχύνθην.〉 τὸ δὲ 〈ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ〉 οὐκ ἐναντιωθήσεται· ὥσπερ γάρ, φησίν, ὑμῖν ἃ εἶπον ἐν ἀληθείᾳ εἶπον, οὕτως καὶ ἃ εἶπον Τίτῳ περὶ ὑμῶν, εἰς ἀλήθειαν ἀπέβη.

καὶ τοσοῦτον οὐθ᾽ ἓν ὧν εἶπον αὐτῷ περὶ ὑμῶν διαψευσθὲν εἶδεν, ὅτι 〈καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως〉 τῶν ἄλλων, ἀντὶ τοῦ πλέον τῶν ἄλλων, περὶ ὑμᾶς ἐστι καὶ ἑξῆς. 〈Ἐν παντὶ θαρρῶ ἐν ὑμῖν,〉 κἂν ἐνώπιον Τίτου δέῃ καυχήσασθαι, κἂν ἐνώπιον ἄλλου οὑτινοσοῦν· ἢ ἐν παντὶ πράγματι, κἂν ἐπιτιμῆσαι καὶ ἀποστραφῆναι δέοι τὸν πεπορνευκότα, κἂν προσλαβεῖν καὶ ἀνακαλέσασθαι μετανοοῦντα, κἂν ἄλλο τι χρὴ γενέσθαι, 〈ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.〉 2 Kor 8,1—5 〈Ὅτι κατὰ δύναμιν, μαρτυρῶ.〉 ἐν τῇ περικοπῇ τοῦδε τοῦ ῥητοῦ ἕξ τινα κατορθώματα ἐμαρτύρησε τοῖς Μακεδόσιν· πρῶτον μέν, ὅτι 〈κατὰ δύναμιν.〉 μέγα δὲ καὶ τὸ καθ᾽ ὅσον ἰσχύει τις ποιῆσαι ἐλεημοσύνην, ὁ δὲ καὶ μεῖζόν φησιν, ὅτι καὶ 〈ὑπὲρ δύναμιν,〉 τοῦτ᾽ ἔστιν ἑαυτοὺς ἀποστεροῦντες. καὶ τρίτον, ὅτι 〈αὐθαίρετοι,〉 τοῦτ᾽ ἔστιν οὐκ ἐδεήθησαν εἰς τοῦτο παραινέσεως ἀλλοτρίας, ἀλλ᾽ αὐτοὶ ἐξ ἑαυτῶν τὸ ἀγαθὸν ᾑρετίσαντο. τέταρτον, ὅτι 〈μετὰ πολλῆς παρακλήσεως,〉 ὅπερ ἐστὶ θερμῆς καὶ ὑπερβλυζούσης τὴν ἐλεημοσύνην προαιρέσεως· οὐ γὰρ ὡς αὐτοὶ ἑτέροις χάριν κατατιθέμενοι, ἀλλ᾽ ὡς αὐτοὶ μεγάλα κερδαίνοντες παρεκάλουν, ἐδέοντο καὶ οὐκ ἀνίεσαν δεόμενοι· 〈δεόμενοι〉 γάρ, φησίν, 〈ἡμῶν.〉 πέμπτον, ὅτι καὶ παρ᾽ ἐλπίδας Παύλου.

ὅρα ποῦ ἀνεβίβασε τὸ πρᾶγμα· καὶ ἐμοῦ αὐτοῦ, φησί, μεγαλοψυχότερον διετέθησαν· οὐ γὰρ ἐγὼ αὐτὸς ἤλπιζον, φησί, τοσοῦτον αὐτοὺς εἰς τὴν ἐλεημοσύνην δαψιλεύσασθαι. ὁ δὲ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ᾽ ἐπὶ τῇ συμπληρώσει τῆς περιόδου τὸ μεῖζον πάντων ἔθηκεν. τί γάρ, φησίν, ἦν ὃ 〈κατὰ δύναμιν〉 καὶ 〈ὑπὲρ δύναμιν〉 καὶ 〈αὐθαίρετοι〉 καὶ 〈παρακαλοῦντες〉 καὶ 〈δεόμενοι〉 καὶ 〈παρ᾽ ἐλπίδας〉 ἐποίουν; τί; ὦ μέγεθος ἀρετῆς καὶ ἐλεημοσύνης καὶ ἀξίας τῶν τοῦ Παύλου ἐγκωμίων. τί ἦν ὃ ἐποίουν; 〈ἔδωκαν ἑαυτούς,〉 φησί, 〈πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ.〉 οὐκ ἔδωκαν μέρος τι, καὶ μέρος παρ᾽ ἑαυτοῖς κατέσχον, ἀλλ᾽ ἑαυτοὺς ὅλους τῷ κυρίῳ, ὡσανεὶ οὐδὲ τὰς τοῦ ζῆν ἀφορμὰς ἑαυτοῖς κατέλιπον, ἀλλὰ πάντα δόντες τὴν ἑαυτῶν πρόνοιαν πᾶσαν καὶ φροντίδα παρέσχον τῷ κυρίῳ. διὸ καὶ τὸ μέγεθος ἐννοῶν ὁ Παῦλος τοῦ κατορθώματος ἐπάγει· 〈διὰ θελήματος θεοῦ,〉 ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸς συνεργεῖ, οὐδὲν ἀδύνατον. ὅρα δὲ πῶς 〈χάριν〉 αὐτὸ καὶ 〈κοινωνίαν〉 καλῶν ἐπὶ τέλει ἀνεῖπεν ὅτι ὅλους ἑαυτοὺς ἐπέδωκαν. 2 Kor 8,8 〈Καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.〉 ἀγάπης γὰρ τῆς εἰς θεόν, εἰ βούλει δὲ καὶ τῆς εἰς Παῦλον, ἐναργὴς ἀπόδειξις καὶ δοκιμὴ ἡ εἰς τοὺς πλησίον ἐλεημοσύνη.

πέπεισμαι γάρ, φησί, καὶ τὸν θεὸν καὶ ἡμᾶς δι᾽ αὐτὸν ὑφ᾽ ὑμῶν ἀγαπᾶσθαι, ἀλλ᾽ ἡ τελειοτέρα τῆς γνησίας ἀγάπης παράστασις καὶ βεβαίωσις διὰ τῆς εἰς τοὺς πλησίον ἐλεημοσύνης ἐμφανίζεται. 2 Kor 8,14 〈Ἐν τῷ νῦν καιρῷ,〉 φησίν· ἐν γὰρ ἐκείνῳ οὐδὲν τούτων ἐπιδείκνυσθαι δύνασαι. καὶ ἄλλως δὲ ἐν τῷ νῦν καιρῷ ἐπιτέλεσον τὴν 〈ἰσότητα·〉 ἐν γὰρ τῷ μέλλοντι πολλαπλασίονα ἀπολήψῃ. καὶ πρόσκαιρος μὲν ἡ δοκοῦσα ζημία—ἐν τῷ νῦν γὰρ καιρῷ, φησίν—, διαιωνίζων δὲ ὁ ἄφατος πλοῦτος. 〈Ἵνα καὶ τὸ ἐκείνων περίσσευμα.〉 ἐπαινετὸν μὲν γὰρ τὸ ἐξ ἑαυτῶν ἄρξασθαι ποιεῖν νουθετηθέντας μόνον πρὸς τὸ θελῆσαι, μεῖζον δὲ τὸ καὶ αὐτὸ τὸ θελῆσαι ἐξ οἰκείας βλαστῆσαι γνώμης καὶ αὐθαίρετον ἐπιδείξασθαι. εἰ οὖν τὸ μεῖζον, φησίν, ἐπεδείξατε, καὶ τὸ ἔλαττον ἐπιτελέσατε. 2 Kor 8,18—20 〈Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ.〉 λείπει τὸ ἐστίν, ὃ δεῖ ἐπινοήσαντας κατὰ κοινοῦ ἐξακούειν καὶ ἐπὶ τῶν ἑξῆς, οἷον· οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ ἐστίν. 〈οὐ μόνον δὲ〉 θαυμασίως καὶ ἐπαίνου ἀξίως εὐαγγελίζεται καὶ κηρύσσει, 〈ἀλλὰ καὶ χειροτονηθείς〉 ἐστιν, ἀντὶ τοῦ ἀλλὰ καὶ κεχειροτονημένος ἐστίν. ὑπὸ τίνων; 〈ὑπὸ τῶν ἐκκλησιῶν.〉 εἰς τί; εἰς τὸ εἶναι 〈συνέκδημος ἡμῶν〉 ἐν τῷ κηρύγματι.

εἶτα οὐ μόνον ἐν τῷ κηρύγματι κεχειροτονημένος ἐστίν —δεῖ γὰρ ἀπὸ κοινοῦ καὶ τὸ 〈οὐ μόνον〉 ἐκλαβεῖν—, ἀλλὰ καὶ 〈ἐν τῇ χάριτι ταύτῃ〉 καὶ ἑξῆς, τοῦτ᾽ ἔστιν ὅτι κεχειροτονημένος ἐστὶν ὥσπερ εἰς τὸ συνέκδημος εἶναι ἡμῶν καὶ κηρύσσειν τὸ εὐαγγέλιον, οὕτως καὶ τὸ διακονεῖν τῇ ἐλεημοσύνῃ. διὰ τοῦτο ἄρα καὶ ἀπέσταλται νῦν ἐπὶ τοιαύτῃ ὑποθέσει, οἷον ἄνωθέν φησιν· εἰς τοῦτο κεχειροτόνηται ὑπὸ τῶν ἐκκλησιῶν, καὶ οὐ νῦν ὑφ᾽ ἡμῶν αὐτοσχεδιάζεται, ἀλλὰ χειροτονηθεὶς συνέκδημος ἡμῶν συνεχειροτονήθη καὶ 〈ἐν ταύτῃ τῇ διακονουμένῃ χάριτι〉 λειτουργεῖν καὶ ὑπηρετεῖν. 2 Kor 10,12—13 〈Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν.〉 οὐ τολμῶμεν, φησίν, οὐδὲ συναριθμῆσαι ἑαυτοὺς τοῖς ἑαυτοὺς συνιστάνουσιν, οὔτε ἐν συγκρίσει τῇ πρὸς αὐτοὺς μικρόν τι διαφέρειν αὐτῶν. 〈τολμᾶν δὲ〉 καλεῖ καὶ τὸ γενέσθαι ὡς ἕνα ἐξ αὐτῶν καὶ τὸ ἔχειν ὅλως ὁμοιότητα πρὸς αὐτούς, τοῦ πράγματος τὸ ἄτοπον καὶ τὸ ἐβδελυγμένον αὐτῶν δεικνὺς τῷ θεῷ. διὸ 〈οὐ τολμῶμεν,〉 φησίν, ὅτι μεγάλη τιμωρία τοῖς τοιούτοις ἀπόκειται. τοῦτο δὲ λέγει ἅμα καὶ τοὺς Κορινθίους ἐκφεύγειν παραινῶν τὸ τοιοῦτον νόσημα, καὶ ἀπὸ τούτων διασχίζων καὶ διϊστῶν αὐτούς.