καὶ τοσοῦτον οὐθ᾽ ἓν ὧν εἶπον αὐτῷ περὶ ὑμῶν διαψευσθὲν εἶδεν, ὅτι 〈καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως〉 τῶν ἄλλων, ἀντὶ τοῦ πλέον τῶν ἄλλων, περὶ ὑμᾶς ἐστι καὶ ἑξῆς. 〈Ἐν παντὶ θαρρῶ ἐν ὑμῖν,〉 κἂν ἐνώπιον Τίτου δέῃ καυχήσασθαι, κἂν ἐνώπιον ἄλλου οὑτινοσοῦν· ἢ ἐν παντὶ πράγματι, κἂν ἐπιτιμῆσαι καὶ ἀποστραφῆναι δέοι τὸν πεπορνευκότα, κἂν προσλαβεῖν καὶ ἀνακαλέσασθαι μετανοοῦντα, κἂν ἄλλο τι χρὴ γενέσθαι, 〈ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.〉 2 Kor 8,1—5 〈Ὅτι κατὰ δύναμιν, μαρτυρῶ.〉 ἐν τῇ περικοπῇ τοῦδε τοῦ ῥητοῦ ἕξ τινα κατορθώματα ἐμαρτύρησε τοῖς Μακεδόσιν· πρῶτον μέν, ὅτι 〈κατὰ δύναμιν.〉 μέγα δὲ καὶ τὸ καθ᾽ ὅσον ἰσχύει τις ποιῆσαι ἐλεημοσύνην, ὁ δὲ καὶ μεῖζόν φησιν, ὅτι καὶ 〈ὑπὲρ δύναμιν,〉 τοῦτ᾽ ἔστιν ἑαυτοὺς ἀποστεροῦντες. καὶ τρίτον, ὅτι 〈αὐθαίρετοι,〉 τοῦτ᾽ ἔστιν οὐκ ἐδεήθησαν εἰς τοῦτο παραινέσεως ἀλλοτρίας, ἀλλ᾽ αὐτοὶ ἐξ ἑαυτῶν τὸ ἀγαθὸν ᾑρετίσαντο. τέταρτον, ὅτι 〈μετὰ πολλῆς παρακλήσεως,〉 ὅπερ ἐστὶ θερμῆς καὶ ὑπερβλυζούσης τὴν ἐλεημοσύνην προαιρέσεως· οὐ γὰρ ὡς αὐτοὶ ἑτέροις χάριν κατατιθέμενοι, ἀλλ᾽ ὡς αὐτοὶ μεγάλα κερδαίνοντες παρεκάλουν, ἐδέοντο καὶ οὐκ ἀνίεσαν δεόμενοι· 〈δεόμενοι〉 γάρ, φησίν, 〈ἡμῶν.〉 πέμπτον, ὅτι καὶ παρ᾽ ἐλπίδας Παύλου.