Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Το μυστήριο της θείας δυνάμεως, ο πνευματικός αυτοέλεγχος και οι τελικές παραινέσεις

Ερμηνευτικά σχόλια στο μυστήριο του Σταυρού, τη φαινομενική αποστολική ασθένεια, τον αναγκαίο αυτοέλεγχο των πιστών και τους καταληκτήριους χαιρετισμούς της επιστολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 5 από 5

Καὶ τοῦτο ταπεινοφροσύνης τὸ ὁμολογῆσαι, ὅτι οὐκ ἔφερε ῥᾳδίως τὰς ἐπιβουλάς, καὶ ὅτι πολλάκις παρακαλέσας οὐκ ἤνυσεν· τὸ γὰρ 〈τρὶς〉 πολλάκις δηλοῖ. 2 Kor 12,11 〈Γέγονα ἄφρων〉 ταῦτα εἰπών, φησίν. οὐ κατ᾽ ἀπόφασιν δὲ τοῦτο λέγει—οἶδεν γὰρ αὐτὸς μηδὲν ἄφρονος εἰπών—ἀλλὰ τοῦτό φησιν ὡς κατ᾽ ἐρώτησιν καὶ ἐπαπόρησιν πρὸς αὐτούς, οἷον· ἆρα ταῦτα διεξελθὼν ἄφρων ὑμῖν ἔδοξα; καὶ τούτου, φησίν, ἡ αἰτία εἰς ὑμᾶς ἀνατρέχει· αὐτοὶ γάρ 〈με ἠναγκάσατε〉 ψευδαποστόλους οἰκειούμενοι. 〈Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν.〉 εἰ μὴ ὅτι αὐτὸς οὐκ ἐνέδωκα πάντα πράττων χάριν ὑμῶν, οὐδὲ κατωλιγώρησα ὑμῶν. μὴ τοῦτο ἡττηθῆτε; μὴ τοῦτο ἀδικίαν νομίσητε; 〈χαρίσασθε δέ μοι τὴν ἀδικίαν ταύτην.〉 2 Kor 13,3 Καὶ αὐτὸ τὸ 〈δοκιμὴν ζητεῖν〉 ἁμάρτημα ἦν· τὸ γὰρ ἐκπειράζειν, καὶ μάλιστα μετὰ τοσαῦτα, ἀχαρίστων ἦν καὶ ἀγνωμόνων καὶ ἀβεβαίων. 2 Kor 13,4a Διὰ γὰρ τὰς ἡμῶν ἁμαρτίας καὶ ἀσθενείας ὁ ἰσχυρὸς καὶ ἀναμάρτητος ἐσταύρωται. ἢ 〈ἐξ ἀσθενείας,〉 ὡς οἱ ἄπιστοι ἔλεγον· 〈ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; ἢ ἐξ ἀσθενείας,〉 ὡς ὑμῖν ἀκόλουθον νομίσαι· εἰ γὰρ 〈δοκιμὴν〉 ἔτι 〈ζητεῖτε,〉 καὶ τὸν σταυρὸν ἄρα ἐξ ἀσθενείας νομιεῖται ὑπομεῖναι. 〈Ἐκ δυνάμεως θεοῦ,〉 ἀντὶ τοῦ ὡς θεός, ὡς δυνατός, ὡς ἑκουσίως καὶ ἃ ἔπαθε παθών.

ἢ οὕτως· εἰ καὶ ἐσταυρώθη, φησίν, ὡς τὴν παθητὴν φύσιν καὶ ἀσθενῆ ἀναλαβών, ἀλλὰ ζῇ ἐκ νεκρῶν ἀναστάς, ὡς τὴν παντοδύναμον καὶ θείαν φύσιν φέρων ἐν ἑαυτῷ. 2 Kor 13,4b 〈Τὸ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ,〉 ἢ ὅτι ἃ πάσχομεν δι᾽ αὐτὸν πάσχομεν, ἢ ὅτι δοκοῦμεν ὑμῖν ἀσθενεῖν ἐκ τοῦ μὴ κολάζειν καὶ τιμωρεῖν ὑμᾶς. ἀλλὰ καὶ τοῦτο ἐν Χριστῷ ποιοῦμεν· αὐτὸς γὰρ ἡμᾶς ἐδίδαξεν ἀνέχεσθαι καὶ μακροθυμεῖν, ἀλλ᾽ ὥσπερ ἀνέχεσθαι καὶ μακροθυμεῖν οὕτως ἐπὶ τῶν ἀναλγήτως ἐχόντων καὶ μὴ μεταμελομένων τὴν τιμωρητικὴν καὶ κολαστικὴν δύναμιν ἐπιδείκνυσθαι· οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ. 〈Ἀλλὰ ζησόμεθα σὺν αὐτῷ,〉 τοῦτ᾽ ἔστι δειχθησόμεθα ὑμῖν ζῶντες, οὐχ ἁπλῶς ἀλλὰ 〈σὺν αὐτῷ〉 τῷ Χριστῷ· καὶ οὐδὲ τοῦτο ἁπλῶς ζῶντες, ἀλλ᾽ 〈ἐκ τῆς δυνάμεως αὐτοῦ〉 τὴν ζωὴν ἔχοντες, δι᾽ ἧς καὶ αὐτὸς θάνατον πατήσας καὶ ᾅδην σκυλεύσας καὶ ἀνέστη καὶ ζῇ. αὕτη δὲ ἡ ζωὴ καὶ ἡ δύναμις δηλονότι τιμωρητική ἐστι τῶν τὰ ἔργα τοῦ πονηροῦ πραττόντων, ὥσπερ σωστικὴ τῶν μετάνοιαν ἐπιτελούντων. διὰ τοῦτο δὲ λέγει ὅτι μὴ καταφρονεῖτε ἡμῶν ὡς ὁρῶντες ἡμᾶς διωκομένους καὶ μυρία πάσχοντας· οὕτω καὶ ὁ Χριστὸς κατεφρονήθη σταυρούμενος, ἀλλ᾽ ἀναστὰς πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

καὶ ἡμεῖς δὲ ἃ πάσχομεν δι᾽ αὐτὸν πάσχομεν ὥστε καὶ εἰ πάσχομεν, ἐκεῖνος δὲ ζῇ καὶ δύναται, καὶ ἡμεῖς 〈σὺν αὐτῷ,〉 οἷον· αὐτοῦ θέλοντος καὶ ζῶμεν καὶ δυνατοί ἐσμεν ποιῆσαι ὃ βουλόμεθα εἰς ὑμᾶς, καὶ μάλιστα εἰς ὑμᾶς, ὅτι πολλὰ ἔχομεν ἀπειθούντων ὑμῶν δικαιώματα καθ᾽ ὑμῶν. 2 Kor 13,5 Ἆρα μὴ 〈ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει;〉 ἆρα μὴ 〈ἑαυτοὺς δοκιμάζετε;〉 τὸ γὰρ ἔτι 〈δοκιμὴν ζητεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ〉 καὶ οὔπω ἀκριβῶς πεπεῖσθαι ὡς ἐν τῷ διδασκάλῳ λαλεῖ ὁ Χριστός, τί ἕτερόν ἐστιν ἢ καὶ ἑαυτοὺς πειράζειν εἴ ἐστε πιστοί, καὶ ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ᾽ ἐν τοῖς μαθηταῖς. ἀλλὰ πῶς, φησίν, 〈οὐκ ἐπιγινώσκετε ὅτι ἐν ὑμῖν ὁ Χριστός,〉 ὃς καὶ χαρίσμασι διαφόροις ἐπλούτισεν ὑμᾶς; ἢ διὰ τῶν πράξεων ὑμῶν ἀδοκίμους ἑαυτοὺς παραστήσαντες καὶ τούτων ἐξεπέσετε; τοῦτο δὲ ἵνα εἴπῃ ὅτι, εἰ ὑμεῖς χαρίσματα καὶ ἰσχὺν κατὰ πνευμάτων ἀκαθάρτων ἐλάβετε καὶ ἔχετε, εἰ μὴ ἀδοκίμους ἑαυτοὺς παρασκευάσαντες τούτων ἐστερήθητε, οὐχὶ ἐγὼ πολλῷ μᾶλλον ἐξουσίαν ἔχω κατὰ τῶν τὰ θελήματα τῶν ἀκαθάρτων δαιμόνων ἐπιτελεῖν αἱρουμένων, οἵτινές ἐστε ὑμεῖς; — Ἢ καὶ οὕτως· ἐν ἐμοὶ 〈δοκιμὴν ζητεῖτε;

ἑαυτοὺς πειράζετε〉 —ἐπιπληκτικῶς—, 〈ἑαυτοὺς δοκιμάζετε εἰ ἐστὲ ἐν τῇ πίστει.〉 ὡς γὰρ ἔοικεν, καὶ ταύτης ἐξέστητε, ἐπεὶ οὐκ ἂν δοκιμὴν ἐπεζητεῖτε. εἶτα ὥσπερ λεαίνων τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως· ἢ 〈οὐκ ἐπιγινώσκετε,〉 φησίν, 〈ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν;〉 ἀντὶ τοῦ ἐγὼ οὕτως ὑμᾶς ἐπιγινώσκω ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ δὲ αὐτοὶ τοῦτο ἀγνοεῖτε, ὑμῶν ἄρα τὸ ἔγκλημα. οὐκοῦν ἀδοκίμους ἑαυτοὺς ἀπειργάσασθε. ἅμα δὲ καὶ ἐντρέπει ὡς εἰ ἐγὼ τὸν Χριστὸν ἐν ὑμῖν εἶναι γινώσκω, εἰ μὴ ἀδόκιμοι γεγόνατε, πῶς αὐτοὶ ἔτι δοκιμὴν αὐτοῦ ἐν ἐμοὶ ζητεῖτε; καὶ δῆλον ὅτι τριχῶς ἐστιν ἐκλαβεῖν τὸ χωρίον· κατὰ συμβουλὴν καὶ παραίνεσιν ὥσπερ ἕτεροι, κατὰ ἐπαπόρησιν καὶ ἔλεγχον, κατὰ ἐπιτίμησιν καὶ ἐπίπληξιν ὡς νῦν ἔκκειται. 2 Kor 13,7 〈Εὔχομαι δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν.〉 πῶς οὖν καὶ ἐλπίζεις δόκιμος ὀφθῆναι, καὶ πάλιν εὔχεσαι μὴ γενέσθαι; εὔχομαι μὲν βελτιωθῆναι ὑμᾶς καὶ μὴ δεηθῆναί με τῆς ἐφ᾽ ὑμᾶς τιμωρίας μηδὲ δόκιμον ἐν ταύτῃ δειχθῆναι. τοῦτο εὔχομαι, ἐν τούτῳ χαίρω. εἰ δὲ ἐπιμένετε τῇ ἁμαρτίᾳ καταφρονοῦντες τῆς τιμωρίας, ἀνιώμενος μὲν καὶ βαρυθυμῶν ὅμως τιμωρήσομαι· ῥᾴδιον γάρ μοι τὸ ἐλπίζειν τοῦτο. 2 Kor 13,11 〈Χαίρετε〉 μαθόντες ὅτι ἅπερ ἠπείλησα, οὐχ ἵνα ποιήσω ἠπείλησα, οὐδὲ θέλω τοῦτο, ἀλλὰ καὶ ἀπεύχομαι γενέσθαι. ἠπείλησα δὲ ἵνα διορθωθέντες μηδὲν ἀνιαρὸν πάθητε.

διὸ χαίρετε. 〈Καταρτίζεσθε,〉 οἱονεὶ ἐν ἀρετῇ τελειοῦσθε καὶ τἄλλα πράττετε· ταῦτα γὰρ ὑμῶν κατορθούντων οὐ μόνον οὐδὲν δεινὸν πείσεσθε, ἀλλὰ 〈καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.〉