Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η κοινωνία των θλίψεων, η αποστολική συνείδηση και η πρόθεση του Παύλου

Ερμηνεία της παρακλήσεως και των θλίψεων του Αποστόλου, της διάσωσής του από τον Θεό και της ειλικρινούς διαθέσεως έναντι των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 5

2 Kor 1,5—7 〈Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις.〉 περισσεύουσι μὲν, φησίν, ἐν ἡμῖν οἱ πειρασμοὶ καὶ αἱ θλίψεις, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον περισσεύουσιν αἱ παρακλήσεις. πῶς; ὅτι οὐ μόνον διασκεδάζουσι τὰς θλίψεις, ἀλλὰ καὶ χαίρειν παρασκευάζουσι καὶ στεφάνους καὶ βραβεῖα προξενοῦσιν. Ἢ καὶ οὕτως· 〈Εἴτε δὲ θλιβόμεθα.〉 ἀπὸ κοινοῦ τὸ 〈θλιβόμεθα· εἴτε γὰρ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας θλιβόμεθα.

Καὶ ἡ ἐλπὶς ἡμῶν ὑπὲρ ὑμῶν.〉 ποία ἐλπίς; ὅτι ἐνεργουμένη ἔσται ἐν ἡμῖν ἡ σωτηρία, κἂν τὰ αὐτὰ ἡμῖν καὶ ὑμῖν συνενεχθείη παθήματα. Ἢ οὕτως· πῶς παρακαλούμενοι 〈ὑπὲρ τῆς ὑμῶν σωτηρίας παρακαλούμεθα;〉 ἀπόδειξιν, φησίν, ἐντεῦθεν καὶ γνῶσιν ἀναμφισβήτητον λαμβάνοντες, ὅτι καὶ ὑμεῖς παρακληθήσεσθε, ὥστε οὐδὲν ἧττον ἐν οἷς αὐτοὶ ῥυόμεθα τῶν πειρασμῶν παρακαλούμεθα, ἀλλ᾽ ὁμοίως καὶ ἐν οἷς σαφῶς ἴσμεν καὶ πεπείσμεθα ὅτι παρακληθήσεσθε καὶ ὑμεῖς. πόθεν δὲ τοῦτο δῆλον; αὐτόθεν, φησίν· 〈ὥσπερ γάρ ἐστε κοινωνοὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων, οὕτως ἔσεσθε καὶ τῆς παρακλήσεως.

Εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως.〉 κἀνταῦθα ὁμοίως ἀπὸ κοινοῦ τὸ 〈παρακαλούμεθα. Ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.〉 ὁρῶντες γὰρ ἡμᾶς παρακαλουμένους εὐέλπιδες ἔσεσθε καὶ ὑμεῖς, ὅτι ἐπειδὰν πειρασμοῖς περιπέσητε, παρακληθήσεσθε καὶ ὑμεῖς ὥσπερ καὶ ἡμεῖς· 〈ὥσπερ γὰρ κοινωνοὶ γίνεσθε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως〉 κοινωνήσετε. 〈παράκλησις〉 δὲ εἴη ἂν ἢ τὸ περιαιρεθῆναι τοὺς πειρασμοὺς καὶ ἀπροσδοκήτως ἐκ τῶν περιεστηκότων δυσχερῶν ἀπαλλαγῆναι, ἢ καὶ τὸ ἐν αὐτοῖς μέσοις ὄντα τοῖς δεινοῖς εὐψύχως καὶ γενναίως φέρειν τὰ συμπίπτοντα, τῇ τῶν μελλόντων ἐλπίδι νευρούμενον, ὃ οὐκ ἂν γένοιτο, μὴ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν χεῖρα ὑπερέχοντος. 2 Kor 1,9—12 Ὥσπερ λέγομεν· ἀπεκρίθη ἡ νόσος εἰς ὑγίειαν ἢ εἰς θάνατον, τοῦτ᾽ ἔστιν ἐξέβη, ἐτελέσθη, ἀπετελεύτησεν, οὕτως καὶ νῦν 〈ἀπόκριμα θανάτου〉 τὸ τέλος αὐτοῦ χρὴ νοεῖν καὶ τὴν ἔκβασιν· ἠπορήθημεν γάρ, φησί, τοῦ ζῆν καὶ μετὰ νεκρῶν ἐλογίσθημεν, οὐχ ὑφ᾽ ἑτέρων ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἔσχατον καὶ τὸ τέλος τοῦ θανάτου κατιδόντες καὶ λογισάμενοι. ὁ δὲ οὐδὲ ‹λογισάμενοι› φησίν, ἀλλ᾽ 〈ἐσχήκαμεν〉 τὸ ἀναμφίβολον τοῦ θανάτου καὶ παρεστηκὸς ἐνδεικνύμενος. οὕτως ἦν ἡ θλῖψις καθ᾽ ὑπερβολὴν ὑπὲρ δύναμιν, ὥστε ὁ Παῦλος ἤδη τεθνηκὼς ἦν ὅσον τῇ δυνάμει αὐτοῦ.

γεγονὼς δὲ τοῦτό φησιν· καὶ παρ᾽ ἐλπίδας ἐζήσαμεν, ἵνα ἐν μηδενὶ ὦμεν τεθαρρηκότες ἑαυτοῖς ἀλλ᾽ 〈ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. τῷ ἐγείροντι,〉 φησίν, ὃς καὶ ἡμᾶς νεκρωθέντας νῦν ἤγειρεν· καὶ γὰρ 〈τὸ ἀπόκριμα,〉 φησί, 〈τοῦ θανάτου ἐν ἑαυτοῖς ἐσχήκαμεν,〉 καὶ τοῦτο οὐχὶ ἄλλων περὶ ἡμῶν ὑπολογισαμένων ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς, καὶ οὐκ ἐλογισάμεθα ἀλλ᾽ 〈ἐσχήκαμεν〉 ὅπερ ἀδίστακτος καὶ βεβαία κρίσις· ὥστε δῆλον εἰ μὴ ὁ θεὸς ἤγειρεν, φησί, τεθνεῶτες ἂν εἴημεν. εἰ δὲ ταῦτα Παῦλος ὁ ἐν ταῖς θλίψεσι πλατυνόμενος, ὁ καθάπερ στεφάνοις καὶ ἀναρρήσεσι ταῖς θλίψεσι σεμνυνόμενος, εἰ ταῦτα ἐκεῖνος λέγει καὶ τὸ πᾶν τῆς σωτηρίας εἰς τὸν θεὸν ἀνατίθησιν, ἡμεῖς τί δρᾶν ὀφείλομεν ἕτερον; ἢ πῶς ἑαυτοῖς θαρρεῖν ὑπαχθέντες οὐκ ἐγκαταλειφθησόμεθα δικαίως ὑπὸ τοῦ σώζοντος καὶ ὑπερασπίζοντος θεοῦ; 〈Ἵνα ἐκ πολλῶν προσώπων,〉 τοῦτ᾽ ἔστι τῶν ὑμετέρων τὴν δέησιν προσδεχόμενος καὶ ἔτι ῥύσεται ἡμᾶς, καὶ ἅμα 〈εὐχαριστηθῇ τὸ εἰς ἡμᾶς〉 αὐτοῦ γεγονὸς 〈χάρισμα.〉 οὐκ εἶπεν δὲ ‹ἵνα ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ εὐχαριστηθῇ ἢ ἡ βοήθεια›, ἀλλὰ 〈τὸ χάρισμα,〉 ὅπερ εἰώθαμεν λέγειν ἐπὶ τῶν ὑψηλῶν καὶ παραδόξων καὶ τὴν ἀνθρωπίνην φύσιν ὑπερκειμένων. εἶπεν δέ· 〈τὸ εἰς ἡμᾶς αὐτοῦ χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ,〉 πρότερον εἰπών· 〈ἐκ πολλῶν προσώπων.〉 τί δήποτε;

ἢ δηλονότι τῷ μὲν 〈ἐκ πολλῶν προσώπων〉 τοὺς εὐχαριστεῖν ὀφείλοντας δηλῶν, τῷ δὲ 〈διὰ πολλῶν〉 τοὺς τρόπους καθ᾽ οὓς δεῖ εὐχαριστεῖν· οὐ γὰρ ἀρκεῖται δι᾽ ἑνὸς αὐτοὺς τρόπου εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα, ὅτι οὐδὲ ἑαυτὸν ἐξαρκεῖν εἰς εὐχαριστίαν νομίζει, ἀλλ᾽ οὐδὲ τοὺς πολλοὺς σὺν αὐτῷ, εἰ μὴ καὶ διὰ πολλῶν εὐχαριστήσωσι τρόπων. εἶτα 〈ὑπὲρ ὑμῶν〉 φησιν· τί δήποτε συνυπουργήσομέν σοι τῇ δεήσει; τί δήποτε εὐχαριστήσομεν; ὅτι τὸ ῥυσθῆναί με καὶ ἔτι ῥύεσθαί με, φησίν, οὐκ ἔστιν ἐμὴ βοήθεια μόνον καὶ παράκλησις, ἀλλ᾽ οὐδὲν ἧττον καὶ ὑμετέρα. συνυπουργήσατε οὖν τῇ δεήσει καὶ εὐχαριστήσατε ὡς ὑπὲρ ὑμῶν ταῦτα ποιοῦντες· ἡ γὰρ ἐμὴ παράκλησις καὶ σωτηρία ὑμετέρα ἐστίν. καὶ τοῦτο οὐχὶ νῦν, φησί, λέγω παραινῶν, ἀλλὰ καὶ καυχῶμαι ἀεὶ ἐν τούτῳ, ὅτι οὕτω διακεῖσθε ὑμεῖς πρὸς ἐμὲ ὡς τὴν ἐμὴν σωτηρίαν καὶ παράκλησιν ὑμετέραν ἡγεῖσθαι· 〈ἡ γὰρ καύχησις ἡμῶν,〉 φησίν, 〈αὕτη ἐστίν,〉 τὸ οὕτω διακεῖσθαι ὑμᾶς πρὸς ἐμὲ καὶ οὕτως ὑπολαμβάνειν ἐμὲ περὶ ὑμῶν. τίς σε ἔπεισεν οὕτως ἔχειν καὶ καυχᾶσθαι, ὦ Παῦλε; 〈τὸ μαρτύριον τῆς συνειδήσεώς μου,〉 φησίν, ἐξ ὧν ἔπραξα εἰς ὑμᾶς, ἐξ ὧν σύνοιδα εὐεργετήσας τὰ μέγιστα, ἐξ ὧν περισσοτέρως τῶν ἄλλων ἐν ὑμῖν ἠγωνισάμην.

ταῦτά με πείθει περὶ ὑμῶν νοεῖν, ὅτι καὶ ὑμεῖς τὴν ἐμὴν παράκλησιν καὶ σωτηρίαν ἰδίαν ἡγεῖσθε. καὶ διὰ τοῦτο κἀγὼ καύχησιν αὐτὸ ποιοῦμαι, τὴν ὑμετέραν περὶ ἐμὲ στοργὴν καὶ διάπυρον ἀγάπησιν· ἐκ ταύτης γὰρ τίκτεται καὶ τὸ τὴν ἐμὴν παράκλησιν καὶ σωτηρίαν οἰκείαν ἑαυτῶν ἡγεῖσθαι· ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶν κατὰ τὸ μαρτύριον τῆς συνειδήσεώς μου. ὅτε δὲ ἡ συνείδησίς μου μαρτυρεῖ, ἀναμφίβολος ἡ ἀλήθεια. 2 Kor 1,13—14 〈Ἐλπίζω,〉 φησίν, 〈ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε.〉 τί; 〈ὅτι καύχημα ὑμῶν ἐσμεν·〉 οὐχὶ μόνον δὲ ἡμεῖς, ἀλλὰ καὶ 〈ὑμεῖς ἐμοῦ καύχημά ἐστε.〉 ὡς γὰρ ἐκ μέρους νῦν αὐτὸ τοῦτο ἐπέγνωτε, οὕτως ἐλπίζω ὅτι καὶ τελείως ἐπιγνώσεσθε αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτι ἕκαστος ὧν ἔπραξε τὴν ἀντιμισθίαν εὑρίσκει· ἐξ ὧν γὰρ εὑρήσετε πεισθέντες ἐμοὶ καὶ τῷ κηρύγματι, τότε τελείως ἐπιγνώσεσθε καὶ οὐκ ἐκ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καὶ ἐγὼ δὲ ὑμῶν τὴν σωτηρίαν καὶ τὴν προσαγωγὴν καύχημα ποιήσομαι. 2 Kor 1,15—20 〈Καὶ ταύτῃ τῇ πεποιθήσει.〉 καὶ ἐπὶ ταύτῃ, φησί, τῇ προσδοκίᾳ, ἐπὶ ταύτῃ τῇ ἐλπίδι τῇ καὶ ὑμᾶς ἐμὸν εἶναι καύχημα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγγυωμένῃ καὶ ἐμὲ εἶναι ὑμῶν.

εἰ δὲ ἐπὶ ταύτῃ τῇ πεποιθήσει ἐλθεῖν ἐβουλόμην, δηλονότι σφοδρὰ καὶ πολλὴ ἦν ἡ βούλησις· οὐ γὰρ ἀνθρωπίνη ἦν ἀλλὰ διὰ κοινὸν κέρδος καὶ ψυχικὴν σωτηρίαν, ὥστε ἄκων ἐνεκόπην τῆς βουλήσεως· οὐ γὰρ ἂν ἑκὼν τοιούτου κέρδους ἠμέλησα. τοῦτο δὲ βεβαίαν καὶ ἀληθεστάτην τὴν ἀπολογίαν κατασκευάζων τέθεικεν· οὕτως ἐφρόντιζε μηδενὶ, σκανδάλου παρασχεῖν πρόφασιν. 〈Τοῦτο οὖν βουλευόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἔχρησα;〉 ἀποροῦσί τινες λέγοντες, πότερον ἃ βουλεύεται Παῦλος καὶ ἐπαγγέλλεται περὶ τῶν τῆς πίστεως δογμάτων, κατὰ σάρκα βουλεύεται καὶ ἐπαγγέλλεται ἢ κατὰ πνεῦμα. εἰ γὰρ κατὰ πνεῦμα, οὐκ ἔσται αὐτοῦ τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ· εἰ δὲ κατὰ σάρκα, πῶς θεῖα; πῶς πνευματικά; τί οὖν φαμεν; ὅτι περὶ τῶν τῆς πίστεως δογμάτων οὔτε τι ἐπαγγέλλεται αὐτὸς οὔτε τι βουλεύεται· δεσποτικαὶ γὰρ αἱ ἐπαγγελίαι καὶ τοῦ τῆς 〈μεγάλης βουλῆς〉 τὰ βουλεύματα, 〈κῆρυξ〉 δὲ μόνον ἐστὶν ὁ Παῦλος καὶ 〈διάκονος,〉 ὡς καὶ αὐτός φησιν, 〈μυστηρίων Χριστοῦ.〉 εἰκότως οὖν αὐτὸς ἐξ ἑαυτοῦ περὶ αὐτῶν οὔτε βουλεύεται οὔτε ἐπαγγέλλεται.

ἀλλ᾽ εἰ περὶ τῶν τῆς πίστεως δογμάτων οὐκ ἔξεστιν αὐτῷ, φαμέν, οὔτε βουλεύσασθαι οὔτε ἐπαγγείλασθαι, 〈κατὰ σάρκα〉 δὲ οὐ δεῖ πάλιν αὐτὸν 〈βουλεύεσθαι·〉 καὶ γὰρ κἀκεῖνος ἀποπέμπεται τοῦτο ἐν τῷ λέγειν· ἢ ἃ 〈βουλεύομαι κατὰ σάρκα βουλεύομαι;〉 εἰ οὖν ἐν μηδετέροις βουλεύεται ἢ ἐπαγγέλλεται, ἐν τίσιν ἄρα ὅλως βουλεύεται ἢ τὰς ἐπαγγελίας ποιήσεται; φαμὲν οὖν ὅτι ἔστι θεῖα καὶ ἀνθρώπινα, ἢ εἰ βούλει, πνευματικὰ καὶ σαρκικά, καὶ τῶν πνευματικῶν δὲ ἔστι διαφορὰ πολλή. ἀλλὰ τέως πρὸς τὸ κείμενον. τὰ μέν εἰσιν αἱ ἀρεταί, τὰ δὲ αὐτὸς ὁ τοῦ κηρύγματος λόγος, τὰ δὲ οὐκ αὐτὸς μὲν οὗτος ἀλλ᾽ ὅμως ἐκείνοις ἁρμόζων οἳ καὶ τὸν τοῦ κηρύγματος λόγον παρεδέξαντο, ἃ καὶ Παύλῳ ἔξεστιν καὶ βουλεύεσθαι καὶ διατάττεσθαι· καὶ γάρ φησιν· 〈ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.〉 καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον ἐναντία τοῦ πνεύματος, τὰ δὲ οὐκ ἐναντία τοῦ πνεύματος, ἕτερα δὲ μόνον καὶ οὐχὶ τὰ αὐτὰ τοῖς πνευματικοῖς. ἐναντία μὲν οἷον δυσσέβεια, ἀπιστία, κλοπή, μοιχεία καὶ τὰ ὅμοια, ἕτερα δὲ μόνον καὶ οὐκ ἐναντία, τροφή, ὕπνος, ἐγρήγορσις καὶ τὰ ὅμοια.

ἐπιδεδειγμένων τοίνυν τῶν διαφορῶν τῶν κατὰ τὸ προκείμενον τέως χρησιμευουσῶν, τῶν τε πνευματικῶν καὶ τῶν σαρκικῶν, δεῖ καὶ τοῦτο προσεπιλογίσασθαι, ὅτι ὥσπερ οἷον ἀπὸ τῶν ἐπαγγελτῶν καὶ βουλευτῶν πολλὴ ἀνακύπτει διαφορά, οὕτως καὶ ἀπὸ τῶν ἐπαγγελλομένων καὶ βουλευομένων ἀνακύψουσι διαφοραί. οὗτοι γὰρ περὶ ἑνὸς ἑκάστου τῶν εἰρημένων βουλευόμενοι καὶ ἐπαγγελλόμενοι ἢ κατὰ σάρκα ἢ κατὰ πνεῦμα τὴν βουλὴν καὶ τὴν ἐπαγγελίαν ποιήσονται. ἀλλὰ περὶ μὲν τοῦ κηρύγματος ὁ Παῦλος οὔτε βουλεύσεται οὔτε ἐπαγγελίαν ποιήσεται· κηρύξει δὲ μόνον καὶ διακονήσει καθὼς καὶ ἀφώρισται καὶ ἀπέσταλται. οἱ δὲ ψευδαπόστολοι καὶ βουλεύσονται καὶ ὑποσχέσεις δώσουσιν· καὶ γὰρ 〈δολοῦσι〉 καὶ 〈καπηλεύουσι τὸν λόγον τοῦ κυρίου.〉 περὶ μέντοι τῶν ἁρμοζόντων μὲν τοῖς πιστοῖς, μὴ νομοθετηθέντων δὲ ὑπὸ Χριστοῦ, ἃ καὶ αὐτά ἐστι πνευματικά, καὶ βουλεύσεται καὶ γνωματεύσει, καθὼς καὶ προέφημεν. καὶ δῆλον ὅτι καὶ ἐκ τούτου μόνου τὸ ἄπορον λέλυται· εὕρηται γὰρ ἃ καὶ βουλεύσεται καὶ γνωματεύσει καὶ νομοθετήσει. ὅμως δὲ καὶ ἔτι ῥητέον· περὶ μὲν γὰρ τῶν σαρκικῶν ἃ καὶ ἐναντία ἐστὶ τοῦ πνεύματος βουλεύσεται, ἀλλὰ πνευματικῶς ἐπ᾽ ἀναιρέσει καὶ φυγῇ αὐτῶν, οἱ δὲ ψευδαπόστολοι βουλεύσονται, ἀλλὰ κατὰ σάρκα ἤτοι ἀντικειμένως τῷ πνεύματι.

περὶ μέντοι τῶν μὴ ἐναντίων τῷ πνεύματι σαρκικῶν, καὶ περὶ τούτων Παῦλος βουλεύσεται, ἀλλ᾽ ὑποπιέζων ἑαυτόν, ἀλλὰ λιμῷ καὶ δίψει μαχόμενος, καὶ δηλονότι πνευματικῶς· τοὐναντίον δὲ οἱ ψευδαπόστολοι. συνελόντι δέ· 〈κατὰ σάρκα〉 μὲν οἷον ἐναντίως τοῦ πνεύματος οὐδαμοῦ ὁ Παῦλος βουλεύσεται, οὐδ᾽ ἐν τισίν, κατὰ σάρκα δὲ οἷον ἑτέρως μόνον παρὰ τὴν τοῦ πνεύματος βούλησιν πολλάκις ἐβουλεύσατο, ἀλλ᾽ οὐκ ἐν τῷ κηρύγματι—ἄπαγε—οὐκ ἐν τοῖς ἄλλοις πνευματικοῖς, ἀλλ᾽ ἐν τοῖς μὴ ἐναντίοις τοῦ πνεύματος σαρκικοῖς. οὐκ ἤθελε τύπτεσθαι, καὶ ἐτύπτετο· ἀπελθεῖν ἤθελε, καὶ ἐκωλύετο· οὐκ ἤθελεν ἀσθενεῖν Τιμόθεον, καὶ ἠσθένει, καὶ μυρία ἄλλα. αὐτὸς δὲ νῦν τὸ 〈κατὰ σάρκα〉 ἀντὶ τοῦ αὐτεξουσίως, αὐτοδεσπότως, αὐτοκελεύστως ἐξείληφεν. σκόπει δὲ κἀκεῖνο· 〈ὁ δὲ βεβαιῶν ὑμᾶς.〉 2 Kor 1,21—22 Τὸ δὲ ὁ 〈βεβαιῶν ἡμᾶς〉 καὶ ἑξῆς ἢ κατ᾽ ἔλλειψίν ἐστιν εἰρημένον ὅλου λείποντος ῥητοῦ, ἢ κατ᾽ ἔλλειψιν μόνης λέξεως τῆς τοῦ ‹ἐστίν›, οἷον ὅτι ὁ 〈βεβαιῶν ἡμᾶς〉 καὶ τἄλλα ποιῶν θεός ἐστιν.

ἀλλ᾽ εἰ μὲν κατ᾽ ἔλλειψιν λέξεως, εἰς τὸ 〈χρίσας ἡμᾶς〉 ὑποστίζειν δεῖ, ἵνα ᾖ ἑξῆς κατὰ τελείαν στιγμὴν ἐπιφερόμενον τὸ 〈θεός,〉 οἷον· 〈θεός〉 ἐστιν ὁ 〈βεβαιῶν ἡμᾶς καὶ χρίσας ἡμᾶς καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.〉 καὶ δῆλον ὅτι καὶ ταῦτα τὰ κῶλα τὰ ἐφεξῆς τοῦ 〈θεὸς〉 κατὰ τελείαν στιγμὴν ἀναγνωσθήσεται. εἰ δ᾽ ὡς κατ᾽ ἔλλειψιν ὅλου ῥητοῦ ἐκληφθείη, καὶ αὕτη ἡ πρώτη περίοδος ἕως τοῦ 〈θεὸς〉 κατὰ μέσην ἀναγνωσθήσεται, καὶ τὸ ἐφεξῆς. τὸ δὲ ἐπὶ τούτῳ ἀπορίαν ἕξει, ἆρα ὡς συνεπινοουμένου τοῦ λείποντος εἰς τελείαν, ἢ ὡς λείποντος εἰς ὑποστιγμὴν ἀποτελευτήσει. 2 Kor 1,24 〈Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως,〉 τοῦτ᾽ ἔστι ἕνεκα τῆς πίστεως οὐ κυριεύομεν ὑμῶν, οἷον· οὐ διὰ τοῦτο ἐγένεσθε πιστοί, ἵνα κυριεύησθε καὶ τιμωρῆσθε ὑφ᾽ ἡμῶν. εἰ γὰρ καὶ τοῦτο ἦν, αὐτοί, φησίν, ἐν τῇ πίστει ἑστήκατε, καὶ οὐκ ἔστι χρεία φειδοῦς ἢ τιμωρίας χάριν τῆς πίστεως. τοῦτο δὲ λέγει ἀντίθεσιν λύων δοκοῦσαν ἀνακύπτειν. ὡς γὰρ ἐνίων διαγανακτεῖν μελλόντων καὶ λεγόντων· τί λέγεις ὅτι ἐφείσω ἡμῶν; ἆρα γὰρ διὰ τοῦτο ἐπιστεύσαμεν, ἵνα ἀκούωμεν παρὰ σοῦ ὅτι ἐφείσω ἡμῶν; εἰ γὰρ μὴ ἐφείσω, τί; πάντως ἐκόλασας ἄν; βασάνοις ἐξέδωκας;