Ἔργον
Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)
Ερμηνεία στο κεφάλαιο 8
Η απελευθέρωση από το σαρκικό φρόνημα, το πνεύμα της υιοθεσίας, η μεσιτεία του Αγίου Πνεύματος και η αδιάρρηκτη ενότητα των πιστών με την αγάπη του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στο κεφάλαιο 8
Η απελευθέρωση από το σαρκικό φρόνημα, το πνεύμα της υιοθεσίας, η μεσιτεία του Αγίου Πνεύματος και η αδιάρρηκτη ενότητα των πιστών με την αγάπη του Θεού.
Röm 8,2 〈Ὁ γὰρ νόμος τοῦ πνεύματος·〉 ὁ εὐαγγελικός· οὗτος γὰρ κυρίως 〈νόμος τοῦ πνεύματος.〉 Röm 8,3 〈Καὶ περὶ ἁμαρτίας〉 διχῶς ἐστιν ἐκλαβεῖν· ἢ στίζοντας ἐνταῦθα, ἵνα ᾖ· ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν ἐν ὁμοιώματι τῆς ἁμαρτησάσης σαρκός, 〈καὶ περὶ ἁμαρτίας〉 δέ, τοῦτ᾽ ἔστι ἕνεκεν τῆς ἁμαρτίας τοῦ ἐξᾶραι αὐτὴν καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρεν; κατακρίνας αὐτήν· οὐ γὰρ ἁπλῶς ὡς ἐξουσιαστικῶς ἀλλ᾽ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται; 〈ἐν τῇ σαρκὶ〉 αὐτοῦ· προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα ἑάλω καὶ ἥττηται. ἢ οὖν οὕτως ἐκληπτέον ἐνταῦθα στίζοντας, ἢ συνάπτοντας αὐτὸ τοῖς ἐφεξῆς, ἵνα ᾖ· 〈καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν,〉 τοῦτ᾽ ἔστιν ὡς ὑπερβαλλόντως ἁμαρτήσασαν, οἷον ὡς διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐπιτελέσασαν, ὅπερ ἀνωτέρω ἔλεγεν· 〈καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία.〉 πῶς δὲ τοῦτο γέγονεν; καὶ πῶς κατεκρίθη; διὰ τῆς σαρκὸς αὐτοῦ, φησίν.
Röm 8,7 Καλῶς φησιν ὅτι 〈τὸ φρόνημα τὸ σαρκικὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται·〉 ἐν ὅσῳ μὲν γὰρ ἔστι, δηλονότι οὐχ ὑποτάσσεται, ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδ᾽ ὅλος ἔστιν, ὥστε οὐδ᾽ οὕτως ὑποτάσσεται· πῶς γὰρ ἂν τὸ μὴ ὂν ἢ ἀντισταίη ἢ ὑποταγείη τινί; οὐδ᾽ ὅλως ἄρα δύναται ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ. τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα. ἀλλ᾽ ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος οὐδ᾽ ἐκεῖνος, καταβληθέντος δὲ διὰ μετανοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ καὶ ὑποτάσσεται τῷ νόμῳ τοῦ θεοῦ.
Röm 8,9—10 Ὅρα πῶς φησιν· 〈εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν,〉 καὶ πάλιν· 〈εἰ δὲ Χριστὸς ἐν ὑμῖν·〉 ἔνθα γὰρ ἓν τῶν τῆς ἁγίας τριάδος οἰκήσει, ἐκεῖ πάρεστιν ἡ τριάς. εἶτά φησιν· ἐπειδὴ Χριστὸς ἐν ὑμῖν, δηλονότι 〈τὸ μὲν σῶμα νεκρὸν〉 κατὰ τὴν ἁμαρτίαν· τοῦτο γὰρ δηλοῖ τὸ 〈δι᾽ ἁμαρτίαν·〉 οὐ γὰρ ἂν ἐνῴκει Χριστός, εἰ μὴ κατὰ τὴν ἁμαρτίαν τὸ σῶμα νενέκρωτο. νεκρὸν οὖν τὸ σῶμα κατὰ τὴν ἁμαρτίαν.
Röm 8,15—17 〈Ἐλάβετε,〉 φησί, 〈πνεῦμα υἱοθεσίας.〉 πόθεν δῆλον; 〈πατέρα〉 καλοῦμεν τὸν θεόν, φησίν, ἐν ᾧ κράζομεν· 〈Ἀββᾶ ὁ πατήρ·〉 ἐν αὐτῷ γὰρ τῷ τῆς υἱοθεσίας πνεύματι τὴν φωνὴν ταύτην ἠξιώμεθα προσάπτειν τῷ θεῷ καὶ 〈πατέρα〉 καλεῖν αὐτόν. καὶ πόθεν δῆλον ὅτι καλῶς καὶ ἀρεσκόντως τῷ θεῷ ταύτην αὐτῷ ἀναφέρομεν τὴν φωνήν; ὁ υἱὸς ἡμᾶς ἐδίδαξεν οὕτω λέγων· 〈Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς〉 καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, 〈τὸ πνεῦμά〉 φησι 〈συμμαρτυρεῖν·〉 Χριστοῦ γὰρ παραδεδωκότος ταύτην τὴν εὐχὴν καὶ τὸ πνεῦμα παραδίδωσι καὶ συμμαρτυρεῖ τῷ ἐν ἡμῖν δοθέντι χαρίσματι δι᾽ αὐτοῦ. τί δὲ 〈συμμαρτυρεῖ;〉 ὅτι καλῶς καὶ ἀρεσκόντως θεῷ λέγομεν αὐτὸν 〈πατέρα ἡμῶν,〉 ὅτι 〈τέκνα αὐτοῦ ἐσμεν〉 υἱοθετηθέντες αὐτῷ τῷ βαπτίσματι. 〈εἰ δὲ τέκνα,〉 φησί, 〈καὶ κληρονόμοι.〉 οἱ δέ γε Ἰουδαῖοι, εἰ καὶ ἐκαλοῦντο 〈τέκνα θεοῦ,〉 ἀλλὰ παμπόλλη κλήσεως ἑκατέρας καὶ υἱοθεσίας ἡ διαφορά· οἱ μὲν γὰρ τυπικῶς ὠνομάζοντο, ὥσπερ καὶ τὰ ἄλλα αὐτοῖς εἰς τύπον ἐτελεῖτο τῆς χάριτος, ἡμεῖς δὲ οὐ τυπικῶς ἀλλ᾽ αὐτοτελῶς· καὶ οἱ μὲν εἰ καὶ ἐκαλοῦντο 〈υἱοί,〉 ἀλλ᾽ οὐκ ἦν αὐτοῖς δεδομένον τὸ καὶ αὐτοὺς τὸν θεὸν καλεῖν 〈πατέρα,〉 ἡμῖν δὲ καὶ τοῦτο κεχάρισται. καὶ πολλὴ ἡ ἄλλη διαφορά.
Röm 8,23—27 〈Υἱοθεσίαν ἀπεκδεχόμενοι.〉 ποίαν; τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ δὲ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης ὅτι 〈πνεῦμα υἱοθεσίας ἐλάβετε;〉 ναί, φησίν. ποίαν οὖν ἐκδεχόμεθα; τὴν φανερουμένην, φησί, κατὰ 〈τὴν ἀπολύτρωσιν τοῦ σώματος.〉 ἄλλην παρὰ τὴν εἰρημένην; μὴ γένοιτο· ἀλλ᾽ αὐτὴν ἐκείνην, τελειότερον φανερουμένην καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις, τότε αὐτοῦ τοῦ σώματος ἡ ἀνάστασις καὶ ἀφθαρσία, τότε ἡ τῆς τῶν οὐρανῶν βασιλείας κληρονομία, τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα· καὶ νῦν γὰρ 〈ἐπ᾽ ἐλπίδι〉 τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἶπεν· 〈ἐσώθημεν,〉 δηλῶν ὡς ἀπὸ κλύδωνος καὶ ταραχῆς μεγάλης τῆς κατὰ τὴν ἁμαρτίαν υἱοθετηθέντες ἐσώθημεν. πῶς οὖν ἠλπίσαμεν ταῦτα μὴ τούτων παραγεγονότων ἤδη, μηδ᾽ ὑπ᾽ ὄψιν ἡμῶν πεσόντων, μηδ᾽ ὑπὸ πεῖραν; καλῶς φησι καὶ εὐλόγως· εἰ γὰρ ὑπ᾽ ὄψιν ἡμῶν καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἐγεγόνει, οὐκ ἂν ἦν ἐλπιζόμενα· ὃ γάρ τις κατέχει, πῶς οἷόν τέ ἐστιν ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν τῆς ἐλπίδος ἴδιον τοῦτο, τὸ περὶ τῶν μελλόντων αὐτὴν καὶ μήπω παρόντων εἶναι· ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δεῖ ἐλπίζειν.
εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν χρὴ καὶ ἀποδέχεσθαι τὰ προσδοκηθέντα καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι, μάλιστα 〈τοῦ πνεύματος〉 διὰ τῶν ἐνταῦθα χαρισμάτων καὶ εὐεργεσιῶν πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν 〈συναντιλαμβανομένου〉 καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς, ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, 〈ἐρευνῶν τὰς καρδίας〉 καὶ πάντα εἰς ἀγαθὸν συνεργοῦν;
Ἄλλως· 〈υἱοθεσίαν ἀπεκδεχόμεθα.〉 διὰ τί ἀπεκδέχῃ; ὅτι τῇ ἀπεκδοχῇ καὶ 〈ἐλπίδι ἐσώθημεν.〉 πῶς οὖν οὐ χρὴ ἀπεκδέχεσθαι καὶ ἐλπίζειν ἔτι; εἰ δὲ δεῖ ἐλπίζειν, δεῖ πάντως ὑπομένειν καὶ 〈δι᾽ ὑπομονῆς〉 τὰ ἐλπιζόμενα ἐκδέχεσθαι. ἔχομεν δὲ πρὸς τούτοις καὶ τὰ πνευματικὰ χαρίσματα 〈συναντιλαμβάνοντα ταῖς ἀσθενείαις ἡμῶν〉 καὶ μὴ ἐῶντα ἡμᾶς πρὸς τὰς ἐλπίδας ὀκλάσαι. ὅτι δὲ τὸ πνευματικὸν χάρισμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, αὐτίκα δῆλον καὶ ἀπὸ τοῦ πνευματικοῦ χαρίσματος τοῦ περὶ τὰς εὐχὰς χορηγηθέντος ἡμῖν· τὸ πνεῦμα γὰρ ἐνταῦθα τρὶς ὀνομάσας, τὸ πνευματικὸν ἐδήλωσε χάρισμα. 〈ἐρευνῶν δὲ τὰς καρδίας〉 αὐτὸ τὸ πανάγιον πνεῦμα τὸ ἐκ πατρὸς προερχόμενον. 〈〈Ὡσ〉αύτως δὲ καὶ τὸ πνεῦμα· πνεῦμα〉 λέγει τὸ πνευματικὸν χάρισμα.
Οὐκ εἶπεν ‹ἐντυγχάνει›, ἀλλ᾽ 〈ὑπερεντυγχάνει,〉 τὴν σύντονον καὶ ἐσπουδασμένην δηλῶν ἔντευξιν, καὶ ὅτι καὶ ἀνύσει ὑπὲρ ὧν ἐντυγχάνει. Ὅτι 〈κατὰ θεόν,〉 φησίν, 〈ἐντυγχάνει ὑπὲρ ἁγίων·〉 τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων, ἢ ὅτι ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται, ἢ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων.
Röm 8,28 〈Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν,〉 τοῦτ᾽ ἔστι τοῖς κατὰ γνώμην ἤτοι προαίρεσιν ἀξιωθεῖσι τῆς κλήσεως. Röm 8,30—33 〈Τί οὖν ἐροῦμεν πρὸς ταῦτα;〉 ποῖα; ὅτι 〈προώρισεν,〉 ὅτι 〈ἐκάλεσεν,〉 ὅτι 〈ἐδικαίωσεν,〉 ὅτι 〈ἐδόξασεν.〉 πρὸς τοσαύτην ἀφθονίαν εὐεργεσιῶν τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησί, λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ 〈θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν;〉 οὐδείς· κἂν γάρ τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν ἀλλ᾽ ὠφελήσουσιν. πόθεν δῆλον ὅτι ὑπὲρ ἡμῶν ὁ θεός; ἔκ τε τῶν προειρημένων, καὶ τὸ μέγιστον καὶ πᾶσαν ἐκπλῆττον διάνοιαν· ὅτι ὑπὲρ ἡμῶν 〈τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο.〉 εἰ οὖν ὁ θεὸς ὑπὲρ ἡμῶν, δηλονότι πάντα εἰς συμφέρον μεταστήσει, καὶ τὰ δοκοῦντα λυπηρὰ χαρᾶς πρόξενα παρασκευάσει, ὥσπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν καὶ μαρτύρων τὰς θλίψεις καὶ τοὺς διωγμοὺς καὶ τοὺς θανάτους ὑπόθεσιν στεφάνων καὶ βραβείων ἐποιήσατο καὶ πρόξενα τῆς βασιλείας τῶν οὐρανῶν. οὕτως οὖν ἂν ἡμεῖς μόνον μὴ ἐκλυθῶμεν, οὐδεὶς ἰσχύσει καθ᾽ ἡμῶν.
τέθεικε δὲ τὸ 〈ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο〉 καὶ ἑξῆς, τήν τε κηδεμονίαν τὴν ἄφατον, ὡς ἔφημεν, τοῦ θεοῦ περὶ ἡμᾶς ἐνδεικνύμενος, καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινων πάσχομεν, ὑπομένειν καὶ καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀνακτώμενος καὶ παρηγορῶν. εἰ γὰρ ὁ υἱὸς ὑπὲρ σοῦ τοσαῦτα ἔπαθεν, τί σε χρὴ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοσαῦτα παθὼν τῆς πατρικῆς δόξης καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο, μηδὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα· πάντων γὰρ τῶν ἐπηγγελμένων καὶ μετὰ τὰ πάθη καὶ μετὰ τὸν θάνατον ἀξιωθήσῃ. τὸ δὲ 〈πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;〉 τὸ ἀπροφάσιστον καὶ ἀπαραίτητον θέλων παραστῆσαι τῆς δωρεᾶς, σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται, φησίν. ἐρεῖς, φησίν, ὅτι μή ποτε ἡμῶν ἐπιλήσεται; οὐκοῦν καὶ τοῦ υἱοῦ· 〈σὺν αὐτῷ〉 γὰρ 〈τὰ πάντα ἡμῖν χαρίζεται·〉 ὥστε πάντως καὶ ἀπροφασίστως τευξόμεθα ὧν ἐπηγγέλμεθα. εἰπὼν δὲ τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων ἐν τῷ εἰπεῖν· 〈τίς καθ᾽ ἡμῶν;〉 νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμούς, τὰς μέμψεις, τὰς λοιδορίας, τὰς διαβολὰς ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν· 〈τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;〉 καὶ ἀποδείκνυσι κἀνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν προειρημένων, ὅτι θεοῦ δικαιοῦντος εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.
Röm 8,34 Τῆς κυριακῆς ἐκείνης φωνῆς ἐνταῦθα τὸν νοῦν δηλοῖ καὶ ὑπαινίττεται τῆς ἐν τύπῳ εὐχῆς τῷ πατρὶ προσαγομένης· 〈πάτερ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου,〉 καί· 〈ἵνα φυλάξῃς αὐτοὺς ἀπὸ τοῦ πονηροῦ.〉 εἰ οὖν οὕτως κήδεται ὁ υἱὸς ὥστε καὶ 〈ἐντυγχάνειν〉 —ἡ γὰρ τότε ῥηθεῖσα εὐχὴ τοσαύτην ἰσχὺν ἔχει ὥστε διαπαντὸς ἐνεργὴς εἶναι καὶ τὰ τῆς ἐντυχίας ἀπαρτίζειν—, εἰ οὖν οὕτως κήδεται, 〈τίς ὁ κατακρίνων τοὺς〉 ἐν αὐτῷ πεπιστευκότας; ὁ πατὴρ 〈ἐδικαίωσε〉 καὶ 〈ἐδόξασε, τὸ πνεῦμα συναντιλαμβάνεται,〉 ὁ Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ 〈ἐντυγχάνει· τίς〉 λοιπὸν ὁ 〈κατακρίνων ἢ ἐγκαλῶν,〉 οὕτως τῆς ἁγίας τριάδος ὑπερασπιζούσης καὶ δικαιούσης ἡμᾶς;
Röm 8,35 〈Τὸ τίς ἡμᾶς χωρίσει;〉 τοῦ 〈τί οὖν ἐροῦμεν;〉 ἐστὶν ἐπαναληπτικόν, ὥσπερ καὶ τὸ 〈θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;〉 τοῦ 〈εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν;〉 κέχρηται γὰρ τῷ τοιούτῳ σχήματι πολλαχῶς διὰ τὴν συνέχειαν τῆς περιβολῆς· οὐδεὶς γὰρ σχεδόν, ὅσα γε ἐμὲ εἰδέναι, οὔτε τῶν καθ᾽ ἡμᾶς οὔτε τῶν θύραθεν τῇ ἰδέᾳ ταύτῃ ὡς ὁ μέγας Παῦλος ἐχρήσατο. ἵνα οὖν μὴ εἰς τὸ ἀσαφὲς αὐτῷ ἐκπίπτοι λίαν ὁ λόγος, καὶ ταῖς ἐπαναλήψεσι προσεχρήσατο. δύναται δὲ καὶ ἀπ᾽ ἰδίας ἀρχῆς τὰ χωρία ταῦτα εἰλῆφθαι καὶ μὴ ὡς ἐπαναληπτικὰ τῶν εἰρημένων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.