Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 9 και 10

Η θεία εκλογή, η περίπτωση της σκλήρυνσης του Φαραώ, η σωτηρία του υπολείμματος του Ισραήλ, η δικαίωση των εθνών και η σημασία του ευαγγελικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 10

Röm 9,1—5 Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ, οὐ θάνατος ἀπειλούμενος, οὐ ζωὴ προτεινομένη, οὐ τὰ ἐκεῖθεν ἁπλῶς οὐδὲ τὰ ἐνταῦθα, οὐχ ὅπερ ἄν τις ἐπινοήσῃ—διὰ τοῦτο γὰρ καὶ ἀγγέλων ἐμνήσθη καὶ δυνάμεων καὶ βάθους καὶ ὕψους—, ὃν τοίνυν οὐδὲν χωρίσαι δύναται, πῶς αὐτὸς ἑκουσίως ἀφίσταται, καὶ τό τε 〈ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν;〉 καὶ οὐ μόνον ἑκουσίως χωρίζεται, ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ εὔχεται χωρισθῆναι τῆς ἀγάπης τοῦ Χριστοῦ· 〈ηὐχόμην γάρ,〉 φησίν, 〈αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ.〉 τί οὖν ἐστι τοῦτο; πῶς συμβήσεται τὰ ἀσύμβατα; πρῶτον μέν, φαμέν, ὅτι οὐκ ἔστι ταῦτα ἐναντία· οὐ γάρ ἐστιν ἐναντίον τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι᾽ ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτηρίαν αὐτῶν ἴσην καὶ μείζονα τῆς ἰδίας ἡγεῖσθαι σωτηρίας.

οὔκουν ταῦτα ἐναντία, ἀλλὰ καὶ μᾶλλον συνᾴδοντα· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ καὶ τὸν δεσπότην, καὶ ἔμπαλιν· 〈καὶ ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.〉 καὶ αὐτὸς ὁ Παῦλός φησιν· 〈πλήρωμα τοῦ νόμου ἡ ἀγάπη,〉 καὶ ὁ κύριος πάλιν περὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τῆς εἰς τὸν πλησίον· 〈ἐν ταύταις,〉 φησί, 〈ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται,〉 ὡς κεφάλαιον οὐσῶν τῶν ἄλλων πάντων, τῆς τε εἰς θεὸν καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. ναί, φησίν· ἀλλ᾽ ἐνταῦθα προκρίνει τὴν τῶν πλησίον ἀγάπην τῆς πρὸς τὸν θεόν, καὶ εὔχεται ἐκεῖνον ἀπαρνήσασθαι καὶ ἐκείνους κερδῆσαι· ὁ δὲ Χριστός φησιν· 〈ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος.〉 ἀλλ᾽ οὐκ ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστόν. τί γὰρ ἦν τὸ φιλεῖν ἐκείνους; τὸ οἰκειῶσαι αὐτοὺς τῷ Χριστῷ. πῶς οὖν ἐστι φιλεῖν ἐκείνους ὑπὲρ Χριστόν, ὅπου κἀκείνους εἰς τὴν φιλίαν καὶ ὑπακοὴν ἑλκύσαι ἔσπευδε τοῦ Χριστοῦ; μᾶλλον γὰρ ἐπιδεικνύντος τὴν ὑπερβάλλουσαν ἀγάπην ἣν εἶχεν εἰς Χριστόν, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. ναί, φησίν, εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ λέγων· 〈ηὐχόμην γὰρ αὐτὸς ἐγὼ〉 καὶ ἑξῆς. τί οὖν φαμεν;

ἢ ὅτι μὴ γένοιτο, οὐκ ἐχώριζεν· οὐ γὰρ εἶπεν ‹εὔχομαι τοῦτο γενέσθαι›, ἀλλὰ διὰ τὸ διάπυρον τοῦ πόθου ὅπερ πρὸς τὸν Χριστὸν εἶχεν, καὶ τὴν σπουδὴν ἣν κατεβάλλετο εἰς τὸ προσαγαγεῖν πάντας αὐτῷ, καὶ μάλιστα τοὺς Ἰουδαίους· οὗτοι γὰρ καὶ συγγενεῖς καὶ μάλιστα ἀντιπίπτοντες ἐτύγχανον. ταῦτα οὖν παραστῆσαι βουλόμενός φησιν, ὅτι εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας δοξασθῆναι τὸν Χριστὸν καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἂν παρῃτησάμην. 〈ηὐχόμην γάρ,〉 φησίν, εἰ ἐνεχώρει, εἰ ἐνεδέχετο, εἴ τίς μοι ταύτην ἐδίδου τὴν αἵρεσιν· πότερον βούλει διαστῆναι Χριστοῦ ἵνα πᾶν τὸ Ἰουδαίων ἔθνος ἑνωθῇ καὶ δοξασθῇ ὁ Χριστὸς καὶ πληρωθῶσιν αἱ ἐπαγγελίαι τοῦ πατρός, ἢ ἐν τῇ σῇ ἑνώσει ἵνα τὸ Ἰουδαίων ἔθνος στασιάζῃ καὶ διΐσταται καὶ βλασφημεῖται ὁ Χριστός· εἰ οὖν ταῦτα προετίθει, προετίμησα ἄν, φησί, τὴν δόξαν Χριστοῦ καὶ τὴν τῶν πολλῶν σωτηρίαν τῆς ἰδίας. εἶδες ὑπερβολὴν ἀγαπήσεως Χριστοῦ; ἐπειδὴ ἐκ τῶν ὄντων πάντων τὴν ἀγάπην ἐπεδείξατο τοῦ Χριστοῦ, νῦν καὶ ἐκ τῶν μὴ ὄντων μέν, καθ᾽ ὑπόθεσιν δὲ λαμβανομένων, διὰ τοῦ νοήματος τούτου ταύτην παρίστησιν, ὅτι καὶ τὴν ἐμὴν σωτηρίαν ἐν ὑποθέσει ὑπὲρ τῆς δόξης αὐτοῦ καὶ τῆς εἰς αὐτὸν τῶν Ἰουδαίων ἐπιστροφῆς κατεβαλόμην ἄν.

καὶ γὰρ διϊστάμενος Παῦλος ὑπὲρ τῆς δόξης Χριστοῦ καὶ τῆς ἐν αὐτῷ τῶν Ἰουδαίων ἑνώσεως, ῥᾷον πάλιν ἡνοῦτο καὶ συνήπτετο, ὥσπερ τις πῶλος μικρὸν τῆς μητρὸς ἀποσπασθείς· καὶ οὕτω πάλιν αὐτός τε ἐσώζετο, καὶ ὁ Χριστὸς ἐπὶ πλέον ἐδοξάζετο, καὶ τὸ Ἰουδαίων ἔθνος ἐσώζετο, καὶ αἱ διαθῆκαι καὶ αἱ ἐπαγγελίαι εἰς πέρας ἤρχοντο· μᾶλλον δέ· οὕτω καὶ ἐπὶ τούτοις διϊστάμενος οὐ διΐστατο, ἀλλὰ πλέον ἡνοῦτο. ἢ οὐ δοκεῖ σοι, ὅτε Τιμόθεον περιέτεμεν, ὅτε αὐτὸς ἡγνίσατο, ὅτε τὰ τοῦ νόμου ἐτέλει τὴν χάριν κηρύσσων, ὅτι τρόπον τινὰ πρὸς τὴν χάριν ἐδόκει διΐστασθαι καὶ ἑαυτῷ ἐναντιοῦσθαι; ἀλλ᾽ οὔτε διΐστατο, οὔτε ἑαυτῷ ἐναντιοῦτο· ὑπὲρ γὰρ τῆς χάριτος καὶ τοῦ προσαγαγεῖν πάντας τῷ Χριστῷ, καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα ἔπραττεν· τοῦτ᾽ ἔστιν ἀγάπης ἀξίας Χριστοῦ, τοῦτ᾽ ἔστι ψυχῆς ὅλης δι᾽ ὅλου εἰς τὸν πόθον ἀναφλεγομένης τοῦ Χριστοῦ. ἄλλως τε δέ· οὐδὲ λέγει ‹ἀνάθεμα γενέσθαι›, τοῦτ᾽ ἔστιν ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι—τοῦτο γὰρ ἀπευκτότατον—, ἀλλὰ 〈ἀνάθεμα εἶναι,〉 τοῦτ᾽ ἔστι κεχωρισμένος ἔτι εἶναι καὶ μήπω τῷ Χριστῷ προσελθεῖν.

τοῦτο, φησίν, ηὐχόμην ἄν, τὸ ἐμὲ αὐτὸν μήπω προσελθεῖν τῷ Χριστῷ, ἀλλ᾽ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι, εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει· μὴ γὰρ ὅτι προσῆλθον Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προσκαλεῖσθαι νομίσητε, φησίν· καὶ πρὸ ἐμοῦ ὑμᾶς ἐβουλόμην προσδραμεῖν αὐτῷ. εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. 〈Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ·〉 οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ᾽ οὐδὲ ἐμὲ αὐτόν· εἱλόμην γὰρ ἂν μήπω προσελθεῖν αὐτῷ, ἂν διὰ τούτου ὑμεῖς προσήρχεσθε. 〈Ὑπὲρ τῶν ἀδελφῶν μου.〉 θέλων δεῖξαι τὴν ἄφατον αὐτοῦ στοργὴν καὶ σπουδὴν τὴν πρὸς Ἰουδαίους, αὐτίκα μετὰ τὸ εἰπεῖν ὅτι οὐδέν με δύναται 〈χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ,〉 ἐπάγει· ἀλλ᾽ 〈ὑπὲρ τῶν ἀδελφῶν μου,〉 εἰ ἦν τοῦτο συντελοῦν εἰς ὄνησιν αὐτῶν, ηὐξάμην ἂν χωρισθῆναι· τοῦτο γὰρ τὸ 〈ἀνάθεμα〉 συσσημαίνει. 〈Ὁ ὢν ἐπὶ πάντων θεός.〉 ἐνταῦθα λαμπρότατα θεὸν τὸν Χριστὸν ὀνομάζει ὁ ἀπόστολος.

Röm 9,6—7 Οὐ μόνον, φησίν, 〈οὐκ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ,〉 ἀλλ᾽ 〈οὐδὲ οἷον ἐκπέπτωκεν,〉 οἷον· ἀλλ᾽ οὐδ᾽ ἐγγὺς γέγονε τοῦ ἐκπεσεῖν ἢ δοκεῖν ἐκπεπτωκέναι. Εἰ 〈οὐχὶ πάντες,〉 φησίν, 〈οἱ ἐκ σπέρματος Ἀβραάμ,〉 οὗτοι καὶ 〈τέκνα τοῦ Ἀβραάμ,〉 δηλονότι ἄλλος ἐστὶ τρόπος ὁ ποιῶν αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, καὶ οὐχὶ ἡ ἐξ αὐτοῦ γέννησις· τίς δὲ οὗτος; ὁ τῆς ἐπαγγελίας, τοῦτ᾽ ἔστιν ἐκεῖνοι τέκνα εἰσίν, οἱ καὶ τῆς ἐπαγγελίας ἀξιωθέντες καὶ πληθυνθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οἷοί εἰσιν οἱ πιστοί.

Röm 9,11—15 Εἰπών· 〈πρόθεσις τοῦ θεοῦ,〉 τὴν βουλὴν αὐτοῦ ἐδήλωσεν. εἰπών· 〈κατ᾽ ἐκλογήν,〉 ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων· οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ᾽ ἑτέρου, εἰ μή τι αὐτοῦ διαλλάσσει. εἰπὼν δέ· 〈οὐκ ἐξ ἔργων,〉 παρέστησε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ, ὅτι καὶ μηδὲν πραξάντων ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ᾽ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες τί διαφέρουσιν; καὶ πάνυ· ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς, ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲν διαφέρουσιν, θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος πολλὰ διαφέρουσιν· καὶ γὰρ ὁ μὲν εὐηρέστησε τῷ θεῷ, ὁ δὲ οὐκέτι. ὥστε ἡ ἐκλογὴ καὶ οὐκ ἐξ ἔργων γέγονε, καὶ ἀπὸ τῆς κλήσεως καὶ τῆς χάριτος γέγονεν. καὶ δικαία γέγονεν, ἀλλὰ τὸ δίκαιον τοὺς ἀνθρώπους ἐλάνθανεν, ὥσπερ πλέον καὶ ἔτι νῦν λανθάνει τὸ δίκαιον ἐπὶ τῆς ἀναιρέσεως τῶν μοσχοποιησάντων· πάντων γὰρ μοσχοποιησάντων οὐ πάντες ἀνῃρέθησαν.

ἀλλ᾽ εἰ καὶ τοὺς ἀνθρώπους τὸ ἐν τῇ τούτων ἀναιρέσει ἐκπέφευγε δίκαιον, τῷ κριτῇ τῶν ὅλων ἀκριβῶς καὶ ἀδιαπτώτως ἔγνωσται, καὶ ἐπὶ μυρίων δὲ ἄλλων ὡσαύτως καὶ ἐπὶ τῶν καθ᾽ ἑκάστην συμβαινόντων· πολλὰ γὰρ ἀγνώστους ἡμῖν ἔχοντα τοὺς λόγους καὶ τοῖς ἀσυνέτοις ἄλογα δοκοῦντα διὰ τοῦτο, τῷ παντεπόπτῃ καὶ παντεφόρῳ τῆς δίκης ὀφθαλμῷ δικαίως καὶ κρίνεται γεγενῆσθαι καὶ διαπράττεται. ὁ δὲ θεῖος Παῦλός φησιν, ὅτι εἰ καὶ μηδεὶς λόγος ἀπόρρητος ἐνῆν τοῖς πραττομένοις, οὐδ᾽ οὕτως ἐχρῆν τινας ἀδημονεῖν καὶ ἐπικαλεῖν, διὰ τί ὁ μὲν οὕτως ὁ δὲ οὕτως τὸν βίον διαπορεύεται· ἐξουσίαν γὰρ ἔχει ὁ πλάστης δημιουργεῖν ὡς βούλεται. τοῦτο δὲ ἐκ περιουσίας φησίν, ἐπεὶ καὶ τὸν προειρημένον τρόπον τῆς ἀπολογίας φησὶν ἐν οἷς λέγει ὅτι ἡ 〈γραφὴ λέγει τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε〉 καὶ ἑξῆς. ἐνταῦθα γὰρ οἱονεί φησιν ὅτι ἄλογον ἂν ἔδοξε τοῖς πολλοῖς τὸ ὑψωθῆναι τὸν Φαραὼ καὶ βασιλεῦσαι, μιαρὸν οὕτω καὶ ὠμὸν καὶ ἀπάνθρωπον ὄντα, ἀλλ᾽ ἡ γραφὴ διδάξασα τὴν αἰτίαν εἰς εὔλογον μετενήνοχε τὸ ἄλογον. καίτοι, φησί, καὶ αὐτὸ τὸ εὔλογον καὶ ἡ λύσις ἀπορίαν πάλιν τοῖς φιλονείκοις καὶ ἀγνώμοσι δύναται τεκεῖν· ἐροῦσι γὰρ ὅτι, εἰ διὰ τοῦτο ἐξήγειρε τὸν Φαραὼ εἰς βασιλέα, ἵνα τὸ ὄνομα αὐτοῦ τιμωρησαμένου αὐτὸν τιμωρίᾳ παραδόξῳ καὶ θαυμαστῇ ἐνδοξασθῇ, τί ὅτι μέμφεται αὐτόν; μᾶλλον δέ· τί ὅτι ἐτιμωρήσατο αὐτόν;

ἃ γὰρ ἥμαρτεν, εἰς δόξαν αὐτοῦ ἥμαρτεν· εἰ μὴ γὰρ ἥμαρτεν, οὐκ ἂν ἐτιμωρήσατο· εἰ μὴ ἐτιμωρήσατο, οὐκ ἂν ἐδοξάσθη. ἀλλὰ τοῦτο ἐβούλετο· 〈ὅπως〉 γάρ, φησίν, 〈ἐνδείξωμαι〉 καὶ ἑξῆς. εἰ δὲ ἐβούλετο, τίς ἀντιστῆναι δύναται αὐτοῦ τῷ βουλήματι; ὁρᾷς πῶς ἡ τῆς ἀπορίας λύσις καὶ τῆς αἰτίας ἀπόδοσις οὐκ ἔλυσε τὸ ἀπορούμενον τοῖς ἀγνώμοσιν, ἀλλὰ καὶ ἑτέρας ἀπορίας ἀφορμὴ γέγονεν; δι᾽ ὃ ἄμεινον μὴ ζητεῖν τὰς τοιαύτας αἰτίας, ἢ ζητοῦντας μειζόνων ἀποριῶν αἰτίας τὰς λύσεις ποιεῖσθαι· τοῦτο γὰρ εὐγνωμόνων πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ᾽ ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους δι᾽ οὓς γίνεται. μᾶλλον δὲ ἐπὶ τῶν τοιούτων πλέον ὀφείλομεν εὐχαριστεῖν· δῆλον γὰρ πρὸς ὧν μὴ κατειλήφαμεν, ἐπὶ τούτων μείζους εἰσὶν οἱ λόγοι καὶ θαυμασιώτεροι καὶ τῆς ἡμῶν ὑπερκείμενοι καταλήψεως, ὥστε μείζους δεῖ καὶ τὰς εὐεργεσίας προσάγεσθαι. αὐτὸς δὲ προϊὼν καὶ τῆς δευτέρας ἀπορίας τίθησι τὴν λύσιν.

Röm 9,16—21 〈Οὐ τοῦ θέλοντος〉 μόνον 〈οὐδὲ τοῦ τρέχοντος〉 μόνον, ἀλλὰ δεῖ καὶ τοῦ θεόθεν ἐλέου καὶ τῆς ἐκεῖθεν συμμαχίας. ἢ καὶ οὕτως· τὸ 〈ἄρα οὖν οὐ τοῦ θέλοντος〉 καὶ ἑξῆς οὐκ ἔστιν ὡς Παύλῳ ὁμολογούμενον, ἀλλὰ μᾶλλον παρὰ τῶν ἀπορούντων προτεινόμενον. εἰ γὰρ 〈ὃν θέλει ἐλεεῖ〉 καὶ ἑξῆς, εἰ οὖν τοῦτο, φησί, μάτην θέλομεν καὶ μάτην τρέχομεν, καὶ ἡ ῥῆσις δὲ εἰς βεβαίωσιν τῆς ἀπορίας, ἀλλ᾽ οὐκ εἰς ἐπίλυσίν τινος ἑτέρας. εἶτα πάλιν ἐπανάληψις τῆς ἀπορίας· 〈ἄρα οὖν ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει.〉 εἶτα ὡς μὴ ἐξαρκούσης τῆς ἀπορίας τοῦ ἀτόπου τὸ μέγεθος παραστῆσαι, μετάληψις αὐτῆς ἐπὶ τὸ ἐκ ταύτης ἀνακύπτον ἀτοπώτερον καὶ ἀπορώτερον· τί γὰρ 〈ἔτι μέμφεται;〉 φησίν. τί λοιπὸν κολάζει; τίς γὰρ ἀντιστῆναι δύναται τῇ βουλῇ αὐτοῦ; οὕτω τὴν ἀπορίαν αὐξήσας καὶ τραχύνας ἐπάγει δι᾽ ἐπιτιμήσεως τὴν λύσιν σφόδρα δριμέως καὶ προσφυῶς λέγων· 〈σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;〉 οἷον· σὺ τί νῦν ποιεῖς ἀνταποκρινόμενος τῷ θεῷ; ἀνθίστασαι καὶ πολεμεῖς τῇ βουλῇ αὐτοῦ καὶ τῇ πράξει αὐτοῦ ἢ οὔ; εἰ μὲν γὰρ οὐχί, τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ θεῷ;

εἰ δὲ ἀνθίστασαι καὶ ἀντιλέγεις καὶ ἀνταποκρίνῃ, πῶς λέγεις ὅτι 〈τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;〉 ὥστε εἰ μὲν ἀνθίστασαι, μάτην καὶ κατὰ σεαυτοῦ ἐρεῖς· 〈τί ὅτι μέμφεται;〉 εἰ δὲ μὴ ἀνθίστασαι, οὐκέτι ἐρεῖς ὅλως τὸ 〈τί ὅτι μέμφεται;〉 οὐδὲ τὸ 〈ἄρα ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει,〉 οὐδ᾽ εἰς λογισμοὺς ἄρα ὅλως ἐξαχθήσῃ τοιούτους λογοθετεῖν τὸν δημιουργὸν ἐφ᾽ οἷς πράττει καὶ διοικεῖ τὸν κόσμον, οὐδ᾽ ἀντιλέγειν αὐτῷ καὶ ἀνθίστασθαι. οὕτως οὖν σπερματικῶς εἰπὼν τὴν ἀνατροπὴν τῆς ἀπορίας, καὶ ἑτέραν λύσιν ἀπὸ τῆς τῶν παρ᾽ ἡμῖν δημιουργημάτων φύσεως καὶ ἰδιότητος ἐπάγει, τοῦτο μὲν παραινετικὴν περιέχουσαν συμβουλὴν καὶ διδασκαλίαν, τοῦτο δὲ καὶ ἀντιρρητικὸν ἔλεγχον. καὶ ἡ μὲν παραινετικὴ συμβουλὴ καὶ διδασκαλία τοιαύτη· τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ πλάστῃ καὶ δημιουργῷ; μίμησαι τὰ ἄλλα πλάσματα, ὁ λογικὸς τὰ ἄλογα, ὁ ἔμψυχος τὰ ἄψυχα, ὁ πλέον χρεωστῶν ἐξυμνεῖν τὸν πλάστην ἢ ἐκεῖνα τοὺς πλαστουργοὺς τοὺς ἰδίους. ἐκεῖνα οὐκ ἀντιλέγει οὐδὲ ἀνθίσταται τῷ δημιουργοῦντι, καίτοι φύσει δουλεύοντα, ἀλλ᾽ ὅμως πρὸς τὸ ἐκείνου μετασχηματίζεται βούλημα, πάντα παραχωροῦντα τῷ τεχνίτῃ.

καὶ σὺ μηδὲ φύσεως ἀνάγκῃ δουλεύων ἀλλὰ λόγῳ τιμηθεὶς καὶ αὐτεξουσιότητι, οὐχ ὑπείκεις τῷ τοῦ πλάσαντος βουλήματι καὶ στέργεις τὴν κυβέρνησιν, ἀλλὰ λογοθετεῖς καὶ ἀντιπίπτεις καὶ εὐθύνας ἀπαιτεῖς τῶν πραττομένων καὶ προνοουμένων. 〈μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας;〉 ἡ δέ γε κατ᾽ ἔλεγχον ἀντίρρησις τοιαύτη· ἀνταποκρίνῃ τῷ θεῷ, φησίν, ὡς ἄκων ἁμαρτάνεις, ἅτε νικῶντος αὐτοῦ τὴν σὴν γνώμην τοῦ βουλήματος, καὶ τὸ αὐτεξούσιον ταύτῃ περιῃρημένος. καὶ μὴν οὐχ ὁρῶμεν ἐπὶ τῶν μὴ αὐτεξουσίων πλασμάτων ἃ σὺ ποιεῖς. ἐκεῖνα οὐκ ἀντιλέγει τοῖς πλάττουσιν· τί με οὕτως ἀλλὰ μὴ οὕτως ἐποίησας; ἢ τόδε τί οὕτως ἀλλὰ μὴ οὕτως; ἢ ὅλως τί με ἐποίησας; σὺ δὲ καὶ ἀντιλέγεις καὶ εὐθύνας τὸν πλάστην ἀπαιτεῖς, οὐκ ἄρα τοῦ αὐτεξουσίου ἐστέρησαι, οὐκ ἄρα ἄκων ἁμαρτάνεις. δικαίως ἄρα καὶ κολάζῃ σὺ καὶ ὑπὸ μέμψιν πίπτεις, αὐτεξούσιος ὢν καὶ μὴ πράττων τὰ δέοντα. καὶ ταῦτα μὲν περὶ τούτων. 〈Τὸ δὲ ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς〉 καὶ ἑξῆς, ἄλλο ἐστὶν ἐπιχείρημα κατ᾽ ἀντιπαράστασιν προαγόμενον. δεδόσθω, φησί, κατὰ τὸν σὸν λόγον καίτοι ἐλεγχθέντα, ὅτι οὐκ εἶ αὐτεξούσιος, ὅτι ὁ θεὸς οὕτως ἔπλασέν σε· οὐδ᾽ οὕτως ἐστὶ δίκαιον ἀντιλέγειν καὶ μέμφεσθαι τῷ θεῷ.

εἰ καὶ μηδὲν γὰρ ἄλλο προνόμιον αὐτῷ ἀποδοῦναι βούλει τῷ ὑπὲρ πάντα ὄντι καὶ λόγον καὶ ἔννοιαν, ἀλλὰ τέως τὸ πᾶσι κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ᾽ αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δημιουργὸν ἐπιμέμφεται καὶ εὐθύνει, ἀλλ᾽ ἐξουσίαν ἔχει ἕκαστος δημιουργὸς δημιουργεῖν ὡς βούλεται καὶ πλάττειν, καὶ ἀνεύθυνός ἐστι καὶ μάλιστα ὑπὸ τῶν πλασμάτων. ὥστε καὶ σὺ εἰκαίως λέγεις· οὕτως ἐπλάσθην. οὐκ ὀφείλεις μέμφεσθαι ἢ ἀντιλέγειν κατὰ τὸν κοινὸν τῶν πλασμάτων νόμον καὶ ὅρον.

Röm 9,22—23 〈Τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι〉 ἢ τοῦ πρὸ αὐτοῦ ἐπιχειρήματός ἐστιν ἐξαγγελτικὸν διὰ πλειόνων ἐκεῖνο πλατύνων καὶ ἀπαγγέλλων, ἢ ἰδίως πρὸς τοῖς εἰρημένοις ἕτερον εἰσάγει εἰς τὴν αὐτὴν ὑπόθεσιν συντελοῦν. ἔδει, φησί, γνωρισθῆναι τὴν τιμωρητικὴν δύναμιν τοῦ θεοῦ, ἔδει τὴν μακροθυμίαν, ἔδει τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεος καὶ τὴν ἄφατον αὐτοῦ δόξαν καὶ πολλήν. ταῦτα δὲ πόθεν δείκνυται; ἐκ τῶν δοκούντων τοῖς πολλοῖς παραλόγων, ἐκ τοῦ 〈Φαραώ,〉 ἐκ τοῦ 〈καλέσαι τὸν οὐ λαὸν λαόν,〉 ἐκ τοῦ τὸ 〈κατάλειμμα σωθῆναι,〉 καὶ ἐκ τῶν παραπλησίων· ὥστε ἐξ ὧν οἱ ἀγνώμονες ἀδικίαν καταψηφίζονται τοῦ θεοῦ, οἱ εὐγνώμονες μεγάλα κερδαίνουσιν. οὔκουν ἡ τῶν πραγμάτων φύσις ἔχει τὸ ἄπορον, ἄλλ᾽ ἡ τῶν ἀγνωμονούντων τὸ βλάσφημον. ἢ μᾶλλον τῶν πρὸ αὐτοῦ ἤρτηται· 〈εἰ θέλων,〉 φησίν, 〈ὁ θεὸς ἐνδείξασθαι, καὶ ἵνα γνωρίσῃ,〉 καὶ ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος,〉 καὶ τὸ 〈κατάλειμμα τοῦ Ἰσραὴλ σωθῇ·〉 εἰ ταῦτα ποιεῖ, 〈σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;

Ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ,〉 τοῦτ᾽ ἔστι πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων τὸν Φαραώ. ὡς δὲ οὐκ ἦλθεν πρὸς σωφρονισμόν, ἐτιμωρήσατο αὐτόν. 〈Κατηρτισμένα εἰς ἀπώλειαν. ἀπώλειαν〉 νῦν τὴν διαφθοράν φησιν. 〈ἤνεγκε〉 δέ, φησίν, ὁ θεὸς 〈εἰς ἀπώλειαν,〉 οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ ἐκείνους τοὺς καταρτίσαντας ἑαυτοὺς 〈εἰς σκεύη ὀργῆς,〉 ἀλλ᾽ ὅμως οὖν καὶ ἐπὶ τούτων καίτοι τοιούτων ἑαυτοὺς παρασκευασάντων πολλὰ πρότερον μακροθυμήσας. οὕτως ἐχρήσατο τῇ κατὰ τὸ δίκαιον τιμωρίᾳ. —Ἢ μᾶλλον οὕτω νοήσεις· 〈ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·〉 ὑπήνεγκε, φησίν, ὑπέμεινε καὶ ἐν πολλῇ μακροθυμίᾳ. πῶς δὲ 〈ἐν πολλῇ μακροθυμίᾳ;〉 ὅτι ἕτοιμα καὶ ἀπηρτισμένα ὄντα εἰς ἀπώλειαν καὶ μόνον οὐ διὰ τὴν ὑπερβολὴν τῆς κακίας πεπληρωμένα ὄντα δικαίας ὀργῆς, ὅμως ἔτι ἀνέχετο καὶ διεβάσταζεν ἐπιστροφὴν ἐκδεχόμενος. τί οὖν οὐκ ἀπόλλυται ταῦτα; παντί που δῆλον· κατήρτισε γὰρ ἑαυτὰ εἰς ἀπώλειαν, ἀπόλλυται δὲ μετὰ τὸ ἀπαρτίσαι ἑαυτά, μετὰ τὸ εἰς τέλος κακίας ἀναδραμεῖν, μετὰ τὸ μηδὲν ἀπὸ τῆς μακροθυμίας ἀπόνασθαι. καὶ δείκνυται διὰ τῆς εἰς αὐτοὺς δικαίας τιμωρίας τοῦ θεοῦ καὶ 〈τὸ δυνατὸν αὐτοῦ,〉 τοῦτ᾽ ἔστιν ἡ τιμωρητικὴ δύναμις καὶ ἡ ἔνδειξις τῆς ὀργῆς ἧς εἰσιν ἄξιοι τυγχάνειν οἱ τοιοῦτοι.

τοῖς γὰρ καταφρονοῦσι καὶ ὑπερορῶσι τῆς δυνάμεως τοῦ θεοῦ ἀναγκαῖον καὶ συμφέρον ἦν γνωρίσαι αὐτοῖς διὰ τιμωρίας τὸ δυνατὸν καὶ πανσθενὲς καὶ πανεπίσκοπον αὐτοῦ. 〈Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ.〉 δυσὶ τρόποις σχηματίζεται τόδε τὸ ῥητόν, ἀπὸ κοινοῦ καὶ ἐλλειπτικῶς· ἀπὸ κοινοῦ μὲν γὰρ δεῖ λαβεῖν τὸ 〈ἤνεγκεν〉—ἤνεγκε σκεύη ὀργῆς καὶ ἤνεγκε σκεύη ἐλέους—· ἐλλειπτικῶς δέ, ὅτι οὐκ εἶπεν εἰς τί ἤνεγκεν τὰ σκεύη τοῦ ἐλέους, ὥσπερ ἐκεῖ εἶπεν ὅτι 〈τὰ σκεύη τῆς ὀργῆς εἰς ἀπώλειαν.〉 ἐξακουστέον οὖν ἐνταῦθα τὸ εἰς σωτηρίαν. 〈Ἃ προητοίμασεν εἰς δόξαν.〉 προητοίμασεν ὡς προγνώστης καὶ εἰδὼς ὅτι σπουδαῖοι ἔσονται. προητοίμασεν οὖν αὐτὰ τὰ ἄξια ἐλέους σκεύη 〈εἰς δόξαν,〉 τοῦτ᾽ ἔστιν εἰς τὸ δοξασθῆναι αὐτά· καὶ γὰρ ὁ 〈πλοῦτος τῆς δόξης αὐτοῦ〉 ἐγνωρίσθη ἐν ἡμῖν, ὅτι τοῖς εἰδώλοις προσανακειμένους καὶ δούλους ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας οὐ μόνον τούτων ἠλευθέρωσεν, ἀλλὰ καὶ δι᾽ υἱοθεσίας ἐδόξασεν.

Röm 9,27—28 〈Τὸ κατάλειμμα σωθήσεται.〉 πρὸς ταῦτα τὰ ἀνεξιχνίαστα κρίματα αὐτοῦ 〈σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;〉 κατὰ κοινοῦ γὰρ τοῦτο ἀκουστέον. ἢ κατ᾽ ἔλλειψιν ἔκληπται, οἷον· 〈εἰ θέλων ὁ θεὸς ἐνδείξασθαι,〉 εἰ τάδε καὶ τάδε ἐποίησεν, καὶ πάντα ἐπὶ συμφέροντι καὶ σοφῶς, πῶς σὺ τολμᾷς εὐθύνας ἀπαιτεῖν τῶν τοιούτων πανσόφων καὶ ἀκαταλήπτων ἔργων; 〈Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ.〉 ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι 〈συντελῶν καὶ συντέμνων,〉 τοῦτ᾽ ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων, μηδεμίαν ἑτέραν δυνάμενον ἐπανόρθωσιν ἢ τελείωσιν δέξασθαι. —Ἑτέρως· τοῦ 〈λόγον γὰρ συντελῶν καὶ συντέμνων〉 τίνος ἕνεκα ἐμνήσθη; ὥσπερ γὰρ αἰτίαν τινὰ τῶν προειρημένων ἀποδιδοὺς τοῦτο συνῆψεν. καὶ λέγομεν ὅτι λίαν ἁρμοζόντως καὶ ὑπερφυῶς αὐτὸ διὰ πολλὰς αἰτίας ἐπισυνῆψεν· πρῶτον μὲν γάρ, ἐπειδὴ εἶπεν· 〈καλέσω τὸν οὐ λαόν μου λαόν μου〉 καὶ ἑξῆς, ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαός, οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένωνται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν.

οὐχ οὕτως, φησίν· 〈λόγον γὰρ συντελῶν καὶ συντέμνων·〉 ἐκεῖνα μὲν γὰρ μετέπιπτε καὶ μετετίθετο ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμίζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία καὶ ἡ ὑπόσχεσις. διὰ τοῦτο μὲν ἐμνήσθη τὸ 〈λόγον γὰρ συντελῶν.〉 δεύτερον δέ, ἐπειδὴ εἶπεν ὅτι 〈ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης〉 καὶ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις πολλῶν ἐπαγγελιῶν ἀκούσαντες ἢ οὐδ᾽ ὅλως ἐτύχομεν ἢ μετὰ μακρὸν καὶ πολὺν χρόνον—καὶ γὰρ καὶ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν—· ἵνα οὖν μὴ οὕτω λέγωσιν οἱ Ἰουδαῖοι, οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ᾽ ἐὰν μόνον βούλησθε, τετελειωμένη καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία. καὶ ταῦτα μέν, ὅτι λίαν ἡρμοσμένως ἐπισυνῆψεν. Ἔχει δὲ καὶ ἰδίαν διδασκαλίαν—τοιοῦτον γὰρ τὸ ἰδίωμα τοῦ θεσπεσίου—καὶ συνάπτει καὶ ἀλληλουχεῖ τὰ ἐφεξῆς λεγόμενα τοῖς προειρημένοις, καὶ ἰδίαν πάλιν ἔννοιαν καὶ διδασκαλίαν δι᾽ αὐτῶν πηγάζει· γονιμώτατος γὰρ ὢν τοῖς νοήμασι, βραχυτάτοις ῥήμασι πολλὰς καὶ ποικίλας διανοίας περιλαμβάνει. καὶ νῦν οὖν φησιν· μὴ νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωϋσαϊκὴ παυθήσεται.

ἐκείνη 〈τύπος〉 ἦν, πρὸς ἄλλην ἔβλεπεν τελειότητα, καλῶς οὖν ἐπαύθη· ἡ δὲ δεσποτικὴ νομοθεσία τετελειωμένη ἐστίν, πρὸς ταύτην ἔβλεπεν ἡ Μωϋσαϊκή, ταύτης ἦν τύπος· ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία, καὶ μετ᾽ αὐτὴν οὐκ ἔστιν ἑτέρα. δι᾽ ὃ εἰκότως ἐκείνη μὲν πέπαυται καὶ ἔτι τελείως παυθήσεται, αὕτη δὲ διὰ παντὸς ἔσται. ταῦτα δὲ δηλονότι φησὶ προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον.

Röm 9,29—30 Διὰ τούτων δεδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς ὡς· εἰ μὴ πάντως τινὲς ὑμῶν πιστεύσουσι τῷ Χριστῷ, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἂν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐναβρύνεσθε. ἢ μᾶλλον πρὸς τὸ 〈ποιήσει〉 τὸν 〈συντετμημένον λόγον〉 ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν, οἷον· εἰ μὴ ἐποίησεν τοῦτο ὁ κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον διὰ τοῦ υἱοῦ αὐτοῦ εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες 〈ἂν ὡς Σόδομα ἐγενήθημεν〉 καὶ ἑξῆς· τὸ γὰρ 〈σπέρμα〉 τὸν εὐαγγελικὸν λόγον σημαίνει, ὡς καὶ ὁ κύριός φησιν· 〈ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.〉 τὸ δὲ 〈ἐγκατέλιπεν·〉 ὅτι οὐ μόνον, φησίν, ἔσπειρεν ἀλλ᾽ οὐδ᾽ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑφ᾽ ἑτέρων τινῶν ἀγρίων καὶ ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν, ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν ὥστε ἐγκαταλειφθῆναι ἡμῖν καὶ εἰς γεώργιον καὶ καρπὸν προελθεῖν. δύναιο δ᾽ ἂν καὶ 〈σπέρμα〉 τοὺς ἀποστόλους ἐκλαβεῖν, οἳ ἐκ πάντων τῶν Ἰουδαίων δίκην σπέρματος ἀφαιρεθέντες τῇ οἰκουμένῃ ἐγκατελείφθησαν, καὶ τὰ ἔθνη πάντα τῇ ἐκκλησίᾳ Χριστοῦ ἐγεώργησαν· καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν ἡμῶν οὐκ ὀλίγοις παρείληπται.

ὅσον οὖν, φησίν, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, 〈ὡς Σόδομα καὶ Γομόρρα ἂν ἐγενήθημεν,〉 ἀλλὰ τὸ ἀπὸ κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα, οἱ ἀπόστολοι, καὶ τὰ ἔθνη καρποφορήσαντες καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ᾽ αὐτῶν ἀνθούσας καὶ τελειουμένας τῶν πραγμάτων δείκνυσιν. 〈Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην.〉 ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί 〈ὁ οὐ λαὸς〉 ἐγένετο 〈λαός,〉 καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται. εἶπον μὲν πολλὰ ὅτι οὐδ᾽ ὅλως σε χρὴ ταῦτα λογοθετεῖν, ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ πολλὰ γέγονεν ὧν ἀγνοεῖς τοὺς λόγους· ὁ Ἰακὼβ πρὸ τοῦ τι διαπράξασθαι προτιμηθεὶς τοῦ Ἡσαῦ, οἱ τῶν μοσχοποιησάντων καταδικασθέντες θανάτῳ καίτοι πάντων εἰς τὴν δυσσέβειαν κατενεχθέντων, ὁ Φαραώ, μυρία ἄλλα. νῦν δέ σοι καὶ τοῦτο προστίθημι, ὅτι διὰ τοῦτο οἱ ἐξ ἐθνῶν εἰς σπέρμα Ἀβραὰμ ἐλογίσθησαν, σὺ δὲ οὐκέτι, διότι ἐκεῖνοι ἐκ πίστεως 〈κατέλαβον τὴν δικαίωσιν〉 καὶ τὴν σωτηρίαν τὴν 〈ἐκ πίστεως,〉 σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαίωσιν ὑπερορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἀβραὰμ ἀλλότριος ὤφθης τοῦ σπέρματος, καὶ ἀντὶ 〈λαοῦ〉 γέγονας 〈οὐ λαός,〉 καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες.

Röm 10,1—3 Ἐπειδὴ καθήψατο τῶν Ἰουδαίων, μέλλει δὲ καὶ ἔτι διὰ τοῦ 〈ἀδελφοὶ〉 καὶ τῶν ἄλλων καταλεαίνειν αὐτοὺς καὶ εἰς νουθεσίαν λεληθότως προκαταρτίζειν, ἵνα μὴ ὀργισθέντες ὅλως ἀνήκοοι γένωνται. 〈Ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν.〉 οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν αἰτοῦμαι ἀλλ᾽ 〈εἰς σωτηρίαν,〉 ἵνα πιστεύσαντες Χριστῷ σωθῶσιν. 〈Καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι.〉 φιλονεικοῦντες κυρῶσαι τὴν ἰδίαν δικαιοσύνην.

Röm 10,4 Πῶς 〈τέλος νόμου Χριστός;〉 ὅτι ἐδικαίωσεν, καὶ ἅπερ ἐκεῖνος ἠθέλησε ποιῆσαι, οὐκ ἴσχυσε δέ, ταῦτα ὁ Χριστὸς ἐλθὼν ἀπήρτισε καὶ ἐτελείωσεν εἰς τοὺς αὐτῷ πιστεύσαντας. Röm 10,12—15 Λίαν ἐνταῦθα συμπεπλεγμένας ἐννοίας συνείρει καὶ θαυμασίως προσάγει. 〈πλοῦτον〉 ἡγεῖται, φησίν, ὁ Χριστὸς τὸ πιστεῦσαι καὶ σωθῆναί σε, ὥστε τὸ ἀπό γε τοῦ Χριστοῦ ἅπαν γέγονεν. θέλεις οὖν 〈σωθῆναι; ἐπικάλεσαι〉 τὸν Χριστόν. ἀλλὰ θέλεις ἐπικαλέσασθαι; 〈πιστεῦσαι〉 δεῖ πρότερον. θέλεις δὲ πιστεῦσαι; 〈ἀκοῦσαί〉 σε δεῖ πρότερον τοῦ κηρύγματος. ἀλλὰ τὸν 〈κηρύσσοντα〉 ζητεῖς; ἰδοὺ ἐγὼ βοῶ. ἀλλ᾽ ἀγνοεῖς εἰ 〈ἀπέσταλμαι〉 κηρύσσειν; προφητεία ἐστὶν ἄνωθεν τοῦτο κηρύσσουσα, ὅτι οὐ μόνον κηρύξουσι καὶ εὐαγγελίσονται τὴν σωτηρίαν καὶ εἰρήνην, ἀλλ᾽ ὅτι καὶ μεγάλα καὶ ὑπερφυῆ ἐξανύσουσιν· 〈ὡς ὡραῖοι〉 γὰρ 〈οἱ πόδες〉 τῶν ἐπὶ τὸ κήρυγμα τρεχόντων, φησί, τῶν τὸ εὐαγγέλιον καταγγελλόντων. ὥστε οὐδεμία πρόφασις ὑμῖν τοῦ μὴ σωθῆναι.

Röm 10,20—21 Ἐμφανέστερον γὰρ καὶ ἐπιπληκτικώτερον προφητεύων καθήψατο οὗτος τῆς Ἰουδαίων ἀγνωμοσύνης λέγων· 〈πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.〉 διὰ τοῦτό φησιν· 〈ἀποτολμᾷ.〉 Röm 11,6 〈Εἰ χάριτι〉 ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ· οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι, ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ· κατὰ χάριν γὰρ καὶ οὐ δι᾽ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων, ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι μένει χάρις ἡ χάρις, διὰ τοῦ ἔργου εἰς ἀντιμισθίαν περιϊσταμένη, ὥστε οὐκ ἔστι χάρις ἡ χάρις. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον· εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνῄρηται ἡ χάρις, ἐπεὶ εἰ μὴ ἀνῄρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι, ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ᾽ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον, καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς ἀλλ᾽ οὐ χάρις, ἡ δὲ χάρις δίδοται οὐχ ὡς ἀντιμισθία ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν ὅτι τῆς χάριτος τὴν εὐεργεσίαν παρεχομένης, εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον γε ἐφ᾽ ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις.

πάλιν δὲ οὐδὲ τὰ ἔργα μένει ἔργα· τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν, ἐπεὶ τοῖς ἔργοις μισθὸς ἀλλ᾽ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν κἄν τις δι᾽ ἔργων ταύτης τυχεῖν πειραθείη, εἰς μάτην ἔσται ἡ πεῖρα, μήτε τῶν ἔργων ἔργων ἔτι δυναμένων διαμεῖναι· οὐ γὰρ ἔσται τούτοις μισθὸς τῆς χάριτος προλαβούσης καὶ ματαιοπονοῦντος λαβεῖν δι᾽ ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις.

Ἢ οὕτως· 〈εἰ χάριτι,〉 φησίν, 〈οὐκέτι ἐξ ἔργων,〉 ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρις χάρις εἶναι. πάλιν· εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον ἔργον.