Ἔργον
Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)
Ερμηνεία στο κεφάλαιο 11
Το παράπτωμα των Ιουδαίων ως αφορμή σωτηρίας των εθνών, το άρρητο της θείας πρόνοιας και η προσδοκία του θείου ελέους για όλη την ανθρωπότητα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στο κεφάλαιο 11
Το παράπτωμα των Ιουδαίων ως αφορμή σωτηρίας των εθνών, το άρρητο της θείας πρόνοιας και η προσδοκία του θείου ελέους για όλη την ανθρωπότητα.
Röm 11,11—15 Ἐπειδὴ τῶν προσπταιόντων οἱ μὲν πταίοντες ὑποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσιν, θέλων τοὺς Ἰουδαίους ἅμα μὲν τῆς πολλῆς ἀθυμίας ὡς προϋβρισμένους ἀπαγαγεῖν, ἅμα δὲ καὶ ἐπὶ τὴν πίστιν προτρέψασθαι, φησὶν ὅτι τὸ πταῖσμα αὐτῶν οὐχὶ εἰς κατάπτωσιν τελείαν γέγονεν, ἀλλὰ μόνον οἷον ὑπεσκελίσθησαν. καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ διά τινα οἰκονομίαν συνεχωρήθη, ἵνα ἐν τῷ ἐκείνων παραπτώματι γένηται ἡ σωτηρία τοῖς ἔθνεσιν, γένηται δὲ καὶ αὐτῶν ἐκείνων ἡ ἀνόρθωσις παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ παραπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν αὐτῶν συντελεῖ, εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν, ἐν δὲ τῇ σωτηρίᾳ ἡ παραζήλωσις, διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἀνόρθωσις· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ ἄρρητος καὶ ἀκατάληπτος πρόνοια καὶ οἰκονομία, ἐξ ἀπόρων πόρους παρέχει καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα. οἱ μὲν γὰρ Ἰουδαῖοι ἔπταισαν ὥστε καὶ πεσεῖν καὶ κεῖσθαι καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινος γενήσεσθαι αἴτιοι, ὁ δὲ θεὸς τῷ ἐκείνων παραπτώματι καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν ἀπεχρήσατο καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἀπὸ τοῦ πτώματος ἐπανόρθωσιν.
ὥστε 〈οὐκ ἔπταισαν〉—ταῦτα τοῦ θεοῦ οἰκονομοῦντος—〈ἵνα πέσωσιν,〉 ἀλλ᾽ ἔπταισαν ἵνα διορθώσωνται· μᾶλλον δέ, ὡς αὐτός φησιν, ἵνα 〈πλοῦτος κόσμου〉 γένηται καὶ 〈πλοῦτος ἐθνῶν.〉 καὶ ἐκ τούτου πάλιν τελεία καταλλαγὴ κόσμου καὶ τελεία πάντων ἀναβίωσις, οὐ μόνον τῶν προσπταισάντων ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων. καὶ ὅρα· ἀρχόμενος μὲν 〈πταῖσμα〉 τὴν ἀπείθειαν ἐκάλει τῶν Ἰουδαίων, εἶτα 〈παράπτωμα.〉 ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν καὶ ἐπῆρεν αὐτοὺς 〈πλοῦτον ἐθνῶν〉 καλῶν καὶ 〈καταλλαγὴν κόσμου〉 καὶ 〈σάρκα οἰκείαν,〉 τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶν δεικνύει, νεκροὺς αὐτοὺς διὰ ταύτης ἀποφαινόμενος γενέσθαι. ἀλλὰ καὶ τοῦτο λίαν θαυμαστῶς ποιεῖ καὶ σοφῶς· ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ἁπλῶς ὀνομασθῆναι λίαν ἦν πικρὸν καὶ καταφορικὸν καὶ εἰς ὕβριν μᾶλλον ἢ παραίνεσιν συντελοῦν, οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ καὶ ἐν τάξει ἐπαίνου προάγει λέγων· 〈τίς ἡ πρόσληψις αὐτῶν εἰ μὴ ζωὴ ἐκ νεκρῶν;〉 διὰ μὲν τοῦ 〈ζωὴ〉 τὸ εὐφραῖνον τιθείς, διὰ δὲ τοῦ 〈ἐκ νεκρῶν〉 ὑποσημαίνων ὅτι ἡ ἀπείθεια αὐτῶν νέκρωσις ἦν. εἶτα εἰπὼν ὅτι τὸ παράπτωμα αὐτῶν σωτηρία γέγονε τῶν ἐθνῶν, ἐφεξῆς ἐκ τούτου μᾶλλον ἐπιχειρεῖ ὅτι πάντως καὶ αὐτῶν ἔσται σωτηρία.
προαγαγὼν δὲ τὸ ἐπιχείρημα, ἐπειδὴ ὡς ἔθος αὐτῷ πρὸ τοῦ ἀπαρτίσαι τὴν περίοδον περιβολαῖς ἐχρήσατο διὰ τοῦ 〈ὑμῖν γὰρ λέγω〉 καὶ ἑξῆς, πάλιν ἐπαναλαμβάνει τὸ ἐπιχείρημα καί φησιν· 〈εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν〉 καὶ ἑξῆς. καὶ σημείωσαι ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπαναλήψεσιν οὐχ οὕτω γυμνῶς καὶ ὡς ἐπεχείρησε πάλιν ἐπαναλαμβάνει, ἀλλ᾽ ἢ μετὰ αὐξήσεως ἢ μετὰ τελειοτέρας διακαθάρσεως ἢ ἐμφαντικώτερον, καὶ ἁπλῶς ἄνευ τινὸς σχηματισμοῦ καὶ διαμορφώσεως σπανιάκας εὕροις ἂν αὐτὸν καίτοι συνεχῶς σχεδόν τι χρώμενον, τῇ ἐπαναλήψει κεχρημένον. 〈Πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν,〉 οἷον· τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ οὖν καὶ τούτων ἐλλειπόντων 〈πλοῦτος κόσμου,〉 φησί, γέγονε καὶ 〈πλοῦτος ἐθνῶν,〉 πόσῳ μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται 〈πλοῦτος κόσμου〉 καὶ 〈πλοῦτος ἐθνῶν.〉 Röm 11,15 Τὸ γὰρ 〈εἰ ἡ ἀποβολὴ αὐτῶν〉 καὶ ἑξῆς, ἢ ἐπανάληψίς ἐστι τοῦ 〈εἰ δὲ τὸ παράπτωμα αὐτῶν,〉 ὡς προείπομεν, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς, ὡς ἂν εἴ τις ἔλεγεν· τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰουδαίων; τί λέγεις· 〈εἴ πως παραζηλώσω τὴν σάρκα μου καὶ σώσω τινὰς ἐξ αὐτῶν;〉 τί ἐστιν ὁ τοσοῦτός σου ἀγών;
ναί, φησίν· προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι· 〈εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν〉 καὶ ἑξῆς, τοῦτ᾽ ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως 〈κατηλλάγη〉 ὁ θεὸς 〈τῷ κόσμῳ,〉 καὶ τὸ 〈μεσότοιχον〉 ἤρθη τῆς παλαιᾶς 〈ἔχθρας,〉 τί ἂν οὐ γένοιτο χρηστὸν καὶ ὑπερθαύμαστον καὶ τούτων σωθέντων καὶ προστεθέντων; 〈Τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;〉 εἰ γὰρ καὶ μεγίστῳ μέρει, φησί, ζημιουμένων τῶν σωζομένων, ὅμως ἡ σωτηρία αὐτῶν 〈καταλλαγὴ〉 γίνεται 〈κόσμου〉 καὶ ἡ ἔχθρα ἡ πρὸς τὸν θεὸν διαλύεται τῶν ἀνθρώπων, τί χρὴ λογίζεσθαι, ἐπειδὰν καὶ αὐτὸ τὸ μέρος ὅπερ ἐστὶν οἱ Ἰουδαῖοι προσληφθῇ καὶ προστεθῇ τοῖς σωζομένοις; τίς οὖν αὐτῶν ἐστιν ἡ πρόσληψις καὶ ἡ προσθήκη εἰ μὴ μέγας πλοῦτος, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρά, ὡς ἐπὶ τελείᾳ καὶ κοινῇ ζωῇ καὶ ἀναβιώσει ἐκ νεκρῶν;
Röm 11,16 Τοῦτο ἐπικατασκευαστικὸν ὅτι πάντως, ἐάν περ θέλωσι, σωθήσονται οἱ Ἰουδαῖοι. καὶ κατασκευάζει αὐτὸ διχῶς· πρῶτον μὲν ἐκ τῆς ἀκολουθίας, δεύτερον δὲ ἀπορίαν πρὸς τοῦτο φερομένην πολλαχῶς ἐπιλυόμενος.
Röm 11,28 Εἰ 〈ἐχθροὶ〉 γεγόνασιν οἱ Ἰουδαῖοι διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, πῶς ἀνωτέρω ἔλεγεν· 〈ἐφ᾽ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω;〉 διὰ τί φησιν· 〈εἴ πως παραζηλώσω μου τὴν σάρκα;〉 εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι καὶ μιμοῦνται οἱ Ἰουδαῖοι καὶ πιστοὶ γίνονται, πῶς δι᾽ αὐτοὺς 〈ἐχθροὶ〉 γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ 〈εὐαγγελίου;〉 ἀλλὰ πρῶτόν φαμεν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐξ ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους, ἀλλὰ διὰ τὸ δοξάζεσθαι αὐτούς, διὰ τὸ ἐπαινεῖσθαι· ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνερεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν παρακαλέσει, ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δέ, οὐδὲ κατ᾽ ἀπόφασιν ἔφη ὅτι παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ᾽ ἀμφιβόλως καὶ διστάζων· 〈εἴ πως〉 γάρ, φησί, 〈παραζηλώσω μου τὴν σάρκα,〉 οἷον· ἴσως τάχα· ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους. οὐδ᾽ οὕτως ἐμάχετο· διὰ μὲν γὰρ τοῦ εἰπεῖν 〈ἐχθροὶ δι᾽ ὑμᾶς〉 τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει καὶ τὴν αἰτίαν δι᾽ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ 〈εἴ πως παραζηλώσω μου τὴν σάρκα,〉 τὴν ἰδίαν ἐνδείκνυται σπουδὴν καὶ προθυμίαν ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων.
καὶ χωρὶς δὲ τῶν εἰρημένων οὐδ᾽ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο· καὶ γὰρ οὐδὲν ἐκώλυέν τινας μὲν τῶν πεπιστευκότων ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν παραζηλῶσαι καὶ πιστεῦσαι, καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς ἀπεχθείᾳ καὶ μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν σκληροτέρους καὶ ἀπειθεστέρους γενέσθαι τῷ εὐαγγελικῷ κηρύγματι, ὡς ἔστι καὶ ἐπ᾽ αὐτῶν ἰδεῖν τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν προσέρχονται τῇ πίστει καὶ σώζονται, οἱ δὲ τούτοις ἀπεχθανόμενοι σφοδρότεροι ἐχθροὶ καὶ τῆς πίστεως καθίστανται.
Röm 11,30—32 Προτρέπεται τοὺς Ἰουδαίους ἐπὶ τὴν εἰς Χριστὸν πίστιν διὰ τούτων, καὶ ἅμα χρηστὰς ἐλπίδας αὐτοῖς ὑποτείνει καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς, φησί, κἂν ἠπείθησας προσελθεῖν, μηδ᾽ ἀπελπίσῃς ὡς βραδύτερον προσερχόμενος· τεύξῃ καὶ ὀψὲ προσϊὼν τοῦ ἐλέους. καὶ γὰρ καὶ τὰ ἔθνη κληθέντα ἠπείθησε πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν, μήτε τὴν προτέραν αἰσχυνθέντα ἀπείθειαν, μήτε ὑπὸ τῆς βραδυτῆτος εἰς τὴν σωτηρίαν παρεμποδισθέντα. μηδ᾽ αὐτὸς τοίνυν, ὦ Ἰουδαῖε, μήτ᾽ αἰσχυνθῇς μήτ᾽ ἀπελπίσῃς, ἀλλὰ πρόσελθε προθύμως τῇ πίστει καὶ πάντως ἐλεηθήσῃ. ἢ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἢ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ 〈ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,〉 καὶ 〈ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει,〉 φησίν, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ᾽ ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς Ἰουδαίων ἀπειθείας, ἀλλὰ ταῦτά φησι δεικνὺς καὶ διδάσκων, ὅτι ὁ θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ ποιῶν καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθει τὰ ἔθνη, νῦν δ᾽ ἀπειθοῦσιν οἱ Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπειθούντων τῶν Ἰουδαίων.
καὶ τὸ ἔτι σαφέστερον, ὅτι καὶ ἔτι τοὺς Ἰουδαίους, κἂν ἠπείθησαν, ἐλεήσει· ἅμα δὲ καὶ ἔνδειξίς ἐστι πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησίν, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις· ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς θεὸν θεραπείας, οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισται δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα, ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλομένου ποιεῖσθαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὡς μὴ μεγαλοφρονεῖν ὅτι ἐπίστευσαν· ἐλέει γὰρ καὶ ὑμεῖς πεπιστεύκατε καὶ οἱ ἀπειθήσαντες, φησίν, ἐλεηθήσονται καὶ πιστεύσουσιν.
Τὸ 〈συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν〉 δύο δύναται δηλοῦν· ἢ ὅτι ἀπειθεῖς ἐποίησεν, ὅπερ οὐκ ἔχει χώραν, ἢ ὅτι ἀπειθεῖς ἀπέδειξεν, ὅπερ ἐστὶν ἀληθές· διὰ γὰρ τῆς πολλῆς αὐτοῦ προνοίας καὶ εὐεργεσίας ἣν διὰ παντὸς εἰς ἀνθρώπους ἐπεδείξατο, μᾶλλον αὐτῶν τὴν ἀπείθειαν καὶ ἀγνωμοσύνην ἐστηλίτευσέ τε καὶ ἐθριάμβευσεν. δῆλον δ᾽ ὅτι τῶν μὴ πεπιστευκότων εἰς αὐτόν, εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ ἐθνῶν εἶεν· διὸ καὶ τὸ 〈πάντας〉 φησί, τοὺς ἐκ τῶν δύο λαῶν ἀπιστήσαντας περιλαμβάνων.
Πῶς 〈συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν;〉 εὐεργετῶν καὶ προνοούμενος καὶ οἰκτείρων. τί οὖν; ἀπειθεῖς γεγονότες οὐ δώσουσι δίκην; καὶ τί τοῦτο πρὸς τὸν εὐεργέτην; ἐκεῖνος μὲν γὰρ ἵνα πάντας ἐλεήσῃ, πάντων προὐνόει καὶ εὐηργέτει. εἰ δὲ ἠπείθησαν ἐκεῖνοι, οὐδὲν τοῦτο πρὸς τὸν εὐεργέτην; ὅμως οὖν καὶ οὕτως ἐπιστρέφοντας ἐλεήσει καὶ οὐκ ἀποστραφήσεται. Ἢ οὕτως· ἠπείθησε τὰ ἔθνη πάλαι, ἠπείθησαν νῦν οἱ Ἰουδαῖοι· καίτοι ἔδει κἀκείνους τηλικούτοις τέρασι καὶ σημείοις εὐεργετουμένους τοὺς Ἰουδαίους ὁρῶντας μὴ ἀπειθῆσαι, καὶ τοὺς Ἰουδαίους νῦν μείζονα βλέποντας θαυματουργούμενα πρὸ τῶν ἐθνῶν τῇ πίστει προσελθεῖν. ἀλλ᾽ οὔτε τὰ ἔθνη τότε, οὔτε νῦν οἱ Ἰουδαῖοι τὸ ἄμεινον σφίσιν εἵλοντο, ὥστε δῆλον ὅτι καὶ τότε οἱ Ἰουδαῖοι καὶ νῦν τὰ ἔθνη ἐλέει θεοῦ καὶ φιλανθρωπίᾳ καὶ πρὸς τὴν πίστιν ἐχειραγωγήθησαν καὶ τῆς σωτηρίας ἔτυχον. Ἢ μᾶλλον οὕτως· ἐπειδὴ εἶπεν· 〈ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν,〉 τοὺς Ἰουδαίους δηλῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.