Röm 12,19 Εἰ καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρόν, ὁ θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ, καὶ πῦρ πειρασμῶν καὶ κακώσεων ἃ κατὰ τοῦ πλησίον ἐκεῖνος ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ᾽ οὖν σὺ μὴ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵνα ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς, ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ, κἀκεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν πάσχει, σὺ δὲ ἀπώλεσας τὸν μισθὸν νικηθεὶς ὑπὸ τοῦ κακοῦ. μᾶλλον δέ, εἰ τοιαύτην σου τὴν γνώμην ὁ θεὸς ἴδῃ, οὐδ᾽ ἐκδικεῖ· τὸν γὰρ ἀγαθόν, τὸν πρᾷον, τὸν ἀδικηθέντα ἐκδικεῖ, ἀλλ᾽ οὐχὶ τὸν διὰ τοῦ θυμοῦ καὶ τῆς προαιρέσεως ἑαυτὸν ἐκδικήσαντα, καὶ διὰ πράξεως ἀγαθῆς τῆς εὐεργεσίας πονηρευσάμενον τὴν διαφθορὰν ἰδεῖν τοῦ λυπήσαντος. εὐεργέτει οὖν σύ, ἵνα 〈νικήσῃς τὸ κακόν,〉 καὶ ἵνα 〈γένῃ υἱός,〉 ὡς ὁ κύριός φησι, 〈τοῦ ἐν οὐρανοῖς πατρός.〉 Röm 12,20—21 Οὐκοῦν οὐ δεῖ, φησί, ποιεῖν ἵνα μὴ σωρεύωμεν ἄνθρακας, ἀλλ᾽ ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις. καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία· οὐ γὰρ σὺ τοῦτο ποιεῖς ἀλλ᾽ ἐκεῖνος ὁ θηριώδης. εἰ γὰρ εὐεργετοῦντός σου μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὐτοῦ τὴν κεφαλήν, σὺ δὲ ἀναίτιος εἶ. μὴ γίνου τοῦ θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά, μηδὲ σοφιζώμεθα τὰ προστάγματα τοῦ θεοῦ.