Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 12 και 13

Πρακτικές και ηθικές προτροπές για την πνευματική ζωή, η λογική λατρεία, η ανυπόκριτη αγάπη, η υποταγή στις κοσμικές εξουσίες και η αποφυγή των έργων του σκότους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 8 από 10

Röm 12,1 Εἰς τὰ δύο προτρέπεται, εἰς τὴν τοῦ βίου ἐπιμέλειαν καὶ εἰς τὴν τῆς πίστεως σπουδήν· δι᾽ ὧν μὲν γάρ φησι 〈παραστῆσαι τὰ σώματα ὑμῶν〉 καὶ ἑξῆς, ἀρίστην πολιτείαν πολιτεύεσθαι παραινεῖ, δι᾽ ὧν δὲ 〈τὴν λογικὴν ὑμῶν λατρείαν〉 φησίν, τὴν ὀρθότητα τῆς πίστεως διώκειν αὐτοὺς ἀπαιτεῖ. προτίθησι δὲ τὰ τῆς πολιτείας, ἐπειδὴ τῷ καθαρῷ βίῳ καὶ ὁ τῆς εὐσεβείας ἀκολουθεῖν εἴωθε λόγος. ὅρα δὲ πῶς εἶπεν ἄμφω εὐφυῶς καὶ δριμέως· 〈παραστήσατε〉 γάρ, φησί, 〈τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ.〉 εἶτα μὴ ἀρκεσθεὶς τούτοις ἐπάγει καὶ ἕτερον· ποῖον; κατὰ 〈τὴν λογικὴν λατρείαν ὑμῶν,〉 φησίν, τοῦτ᾽ ἔστι κατὰ τοὺς ἐκείνης νόμους, συμφώνως ἐκείνῃ, κατ᾽ ἐκείνην, ἐν μηδενὶ διαφωνοῦντες αὐτῇ· τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θεῷ θυσίαν παραστῆσαι τὰ σώματα ἡμῶν, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν τῷ βίῳ καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει. ὥσπερ γὰρ ὁ πίστιν ἐπαγγειλάμενος ὀρθήν, φαῦλος δὲ τρόπον, δι᾽ ὧν πράττει τὴν ὁμολογίαν ἐλέγχει τῆς πίστεως, οὕτω καὶ ὁ πράξεις δεικνύμενος ἀγαθάς, πίστιν δὲ πρεσβεύων δυσσεβῆ, δι᾽ ὧν δυσσεβεῖ καὶ τὰ πράξεις φαυλίζει καὶ θριαμβεύει μηδένα καρπὸν αὐταῖς ἐνεῖναι πνευματικόν. δεῖ ἄρα πολιτεύεσθαι κατὰ τὴν λογικὴν λατρείαν ἡμῶν.

Röm 12,2 Εἰπών· 〈μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ,〉 τοῦτ᾽ ἔστι μὴ συμμεταβάλλεσθε καὶ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων· τοῦτο εἰπών, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν· οὐκοῦν οὐδ᾽ ὅλως δεῖ ἡμᾶς μετατίθεσθαι καὶ μετασχηματίζεσθαι ἀπὸ τῆς παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· 〈ἀλλὰ μεταμορφοῦσθε,〉 τοῦτ᾽ ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ 〈τὸ θέλημα τοῦ θεοῦ〉 πολιτεύεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ κόσμου διδασκαλίας καὶ τῆς κατὰ τὸ θέλημα τοῦ θεοῦ σοφίας· καὶ ἡ μὲν καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα, ἡ δὲ οὐ μόνον οὐκ ἀπόλλυσι τὸ τοῦ νόμου σχῆμα —ἐν σχήματι γὰρ καὶ τύπῳ καὶ σκιᾷ τὰ τοῦ νόμου ὑπῆρχεν—ἀλλὰ καὶ βελτιοῖ αὐτό, τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ καλῶς 〈μὴ συσχηματίζεσθε,〉 φησίν, 〈ἀλλὰ μεταμορφοῦσθε·〉 τὸ μὲν γάρ ἐστιν ἀπώλεια, τὸ δὲ σωτηρία καὶ τελειότης.

Röm 12,3a 〈Τὸ παντὶ τῷ ὄντι ἐν ὑμῖν〉 διαφόρως ἐγχωρεῖ νοηθῆναι· ἢ ὅτι λέγω παντὶ τῷ ὄντι ἐν ὑμῖν, τοῦτ᾽ ἔστι πᾶσι λέγω, πᾶσι παραινῶ, καὶ ταύτην τὴν ἐξουσίαν ἐκ τῆς χάριτος ἔχω· ἢ λέγω μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῷ ὄντι ἐν ὑμῖν· ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὰ ἐπαγόμενα δηλοῖ ἐν οἷς φησιν· 〈ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε〉 καὶ ἑξῆς. σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε, μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν, τὸ 〈διὰ τῆς χάριτος τοῦ θεοῦ·〉 ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, παραλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι, φησίν, ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς, διὰ τῆς χάριτος τοῦτο ποιῶ τοῦ θεοῦ. αὐτὸς κελεύει, αὐτοῦ τὸ ἐπίταγμα πληρῶ. δεῖ οὖν πείθεσθαι καὶ μὴ ἀντιλέγειν.

Röm 12,3b 〈Πῶς ἐμέρισεν;〉 κατὰ φιλοτιμίαν; μὴ γένοιτο. ἀλλὰ πῶς; κατὰ τὸ 〈μέτρον τῆς πίστεως.〉 πίστεως δὲ οὐ τῆς κατὰ τὴν λατρείαν φησίν· πάντες γὰρ πιστοὶ καὶ εὐσεβεῖς καὶ τέλειοι ἐν αὐτῇ εἰσι δηλονότι οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα νῦν φησι πίστεως, καθὼς καὶ ἐν Εὐαγγελίοις εἴρηται· 〈κύριε δὸς ἡμῖν πίστιν,〉 καὶ πάλιν· 〈ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως,〉 καὶ πάλιν· 〈διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν.〉 δῆλον γὰρ ὡς ἕτερον τοῦτο τὸ σημαινόμενον τῆς πίστεως παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον.

Röm 12,4—8a Δυσὶ τρόποις ἐσχημάτισται ὅλον τὸ χωρίον τοῦτο ἕως τοῦ 〈εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει.〉 ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ. καὶ γὰρ τὸ 〈ἔχοντες〉 ἀπὸ κοινοῦ καθ᾽ ἕκαστον κῶλον παραλαμβάνεται, οἷον· 〈εἴτε προφητείαν〉 ἔχει τις, 〈εἴτε διακονίαν〉 ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ καὶ ζεῦγμα καλεῖται, ὅτι συζεύγνυσι πληθυντικὸν ἑνικῷ καὶ μετοχὴν ῥήματι. οὕτως οὖν ἀπὸ κοινοῦ τὸ 〈ἔχοντες〉 κατὰ τὸ ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπτικῷ δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει τι πρὸς αὐτοτέλειαν τοῦ νοήματος, οἷον τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι, ἢ ἀρκείσθω, ἢ στοιχείτω ἤ τι τοιοῦτον οἷον· εἴτε προφητείαν ἔχει τις, εἴτε διακονίαν, μενέτω ἕκαστος, καὶ ὁ τὴν προφητείαν ἔχων καὶ ὁ τὴν διακονίαν καὶ ὁ τὴν διδασκαλίαν καὶ ὁ τὴν παράκλησιν ἔχων, καὶ ἁπλῶς ἕκαστος ἐν ᾧ ἔλαβε χαρίσματι. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς, εἰ ἀμαθὴς ὢν τούτων ἐκέχρητο τούτοις· ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα καὶ τῶν εὐτελῶν πολλάκις παρεῖχε τὴν γνῶσιν. οὐχ ὡς μέγα τι τούτων ὑπαρχόντων, τί γὰρ ἂν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα;

οὔκουν ὡς μεγάλων τινῶν ὄντων ἐκέχρητο τούτοις, ἀλλ᾽ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας· ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἔφερεν ἀνθρώποις. διὸ καὶ χρήσεις ποιητικῶν στίχων καὶ ἱστορίας Ἑλληνικὰς καὶ μυρία τοιαῦτα οὐκ ὀκνεῖ προκομίζειν, ἂν μόνον καὶ διὰ τούτων ἐλπίζῃ τινὰ σωτηρίαν ἀνθρώπων ἁρπάσαι. βαβαὶ τῆς τηλικαύτης ψυχῆς καὶ σπουδῆς. καλῶς δὲ καὶ τῷ τοιούτῳ κέχρηται τῶν λόγων εἴδει, καὶ πάλιν τοῦ ἀποστολικοῦ καὶ ἁπλοῦ καὶ εὐγενοῦς καὶ ἀπεριέργου χαρακτῆρος οὐκ ἀφίσταται. εἰ μὲν γὰρ οὐδ᾽ ὅλως ἐκέχρητο τούτοις, ἀδυναμίαν ἂν οἱ πάντα τολμῶντες καὶ ἰδιωτισμὸν ᾐτιάσαντο, ὅπου καὶ νῦν τινες μὴ συνιέντες τὰ τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ᾽ αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ᾽ αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴρ ἐν τοῖς παρεωραμένοις ἐτίθετο. διῄτησιν οὖν συνετῶς καὶ πανσόφως ἄμφω· ἐχρήσατο μὲν γὰρ ἐκείνοις ὥστε δεῖξαι ῥᾴδιον εἶναι βουλομένῳ τὸ τοιοῦτον, καὶ ὅτι οὐκ ἀγνοεῖ, ἐνέμεινε δὲ τῷ ἀποστολικῷ χαρακτῆρι, τὴν εὐγένειαν καὶ τὸ ἀπερίεργον καὶ καθαρὸν καὶ αὐτοφυὲς τοῦ λόγου τιμῶν. τί οὖν μὴ καὶ οἱ λοιποὶ οὕτω τοὺς ἑαυτῶν κατέμιξαν λόγους; ἀρκεῖ καὶ οὗτος μόνος δεῖξαι ὅτι κἀκείνοις ῥᾷον ἦν εἴπερ ἐβούλοντο ποιεῖν.

καίτοι καὶ ἐν ταῖς ἐκείνων ἐπιστολαῖς ἐστιν, εἰ καὶ σπανιώτερον, τὰ τοιαῦτα εὑρεῖν. εἰ δὲ τὸ 〈ἔχοντες χαρίσματα〉 μηδαμοῦ ἀναπαυστέον μέχρι τοῦ 〈εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς,〉 ἄλλη μὲν διάνοια ἀνακύψει, μονοσχημάτιστος δὲ ἡ σύνταξις ἔσται, εἰς πνεῦμα δὲ λίαν ἡ περίοδος ἀποτετμημένη.

Röm 12,8b Ἐπειδὴ τὰ χαρίσματα ἢ ἐν δόσει τὴν ἐνέργειαν αὐτῶν ἐπιδείκνυσιν ἢ ἐν προστασίᾳ ἢ ἐν ἐλέῳ, φησὶν ὅτι οὐχ ἁπλῶς ταῦτα δεῖ ἐπιτελεῖν, ἀλλὰ 〈διδόναι〉 μὲν μεθ᾽ 〈ἁπλότητος〉 καὶ χαρᾶς, οὐχ ὡς ζημιούμενόν τι ἀλλὰ μᾶλλον κερδαίνοντα, καὶ 〈προΐστασθαι〉 μὴ ἀμελῶς ἀλλ᾽ ὡς ὑπὲρ ἑαυτοῦ 〈σπουδάζοντα,〉 καὶ 〈ἐλεεῖν〉 ἱλαρῶς καὶ εὐθύμως ὡς αὐτόν τι καρπούμενον. ἔσται δὲ ταῦτα πῶς; ἂν ἀγάπην ἔχωμεν πρὸς ἀλλήλους, ἀγάπην δὲ μὴ πεπλασμένην καὶ ἐν ὑποκρίσει, ἀλλ᾽ ἄπλαστον καὶ ἀνυπόκριτον καὶ τελείαν καὶ ἀληθῶς ἀγάπην.

Röm 12,9—10 Πῶς ἐστι 〈κολληθῆναι τῷ ἀγαθῷ;〉 ἐν τῇ 〈φιλαδελφίᾳ,〉 φησί, τοῦτ᾽ ἔστι διὰ τῆς φιλαδελφίας· 〈ἐν τούτῳ γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.〉 ὁ δὲ μαθητὴς φυλάττων τὰ μαθήματα κεκόλληται καὶ ἥνωται τῷ διδασκάλῳ, ὅπερ ἐστὶ τὸ κυρίως ἀγαθόν, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. ἀλλὰ πόθεν φύεται ἡ φιλαδελφία; πόθεν ἐστὶ θηρᾶσαι αὐτήν; ἐκ τοῦ 〈προηγεῖσθαι ἀλλήλους,〉 φησί, 〈τῇ τιμῇ·〉 ὡς ἀληθῶς γὰρ ἀρχὴν λαμβάνει φιλία ἀσφαλῆ, ἐὰν ἕκαστος ἀγωνίζηται προλαβεῖν εἰς τὸ τιμῆσαι τὸν πλησίον.

Röm 12,13 〈Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες.〉 τὴν πρὸς τοὺς ἁγίους ἐλεημοσύνην εἰσάγει, διὸ καὶ ἐφύλαξεν αὐτὴν ἐν ἐξαιρέτῳ. ἄνω μὲν περὶ καθολικῆς εἶπεν ἐλεημοσύνης, 〈κοινωνοῦντες,〉 φησίν· κοινωνία γὰρ τὸ πρᾶγμα· σὺ μὲν γὰρ εἰσφέρεις χρήματα αὐτοῖς, ἐκεῖνοι δὲ σοὶ τὴν πρὸς θεὸν παρρησίαν καὶ τὰ μυρία ἀγαθά.

Röm 12,19 Εἰ καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρόν, ὁ θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ, καὶ πῦρ πειρασμῶν καὶ κακώσεων ἃ κατὰ τοῦ πλησίον ἐκεῖνος ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ᾽ οὖν σὺ μὴ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵνα ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς, ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ, κἀκεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν πάσχει, σὺ δὲ ἀπώλεσας τὸν μισθὸν νικηθεὶς ὑπὸ τοῦ κακοῦ. μᾶλλον δέ, εἰ τοιαύτην σου τὴν γνώμην ὁ θεὸς ἴδῃ, οὐδ᾽ ἐκδικεῖ· τὸν γὰρ ἀγαθόν, τὸν πρᾷον, τὸν ἀδικηθέντα ἐκδικεῖ, ἀλλ᾽ οὐχὶ τὸν διὰ τοῦ θυμοῦ καὶ τῆς προαιρέσεως ἑαυτὸν ἐκδικήσαντα, καὶ διὰ πράξεως ἀγαθῆς τῆς εὐεργεσίας πονηρευσάμενον τὴν διαφθορὰν ἰδεῖν τοῦ λυπήσαντος. εὐεργέτει οὖν σύ, ἵνα 〈νικήσῃς τὸ κακόν,〉 καὶ ἵνα 〈γένῃ υἱός,〉 ὡς ὁ κύριός φησι, 〈τοῦ ἐν οὐρανοῖς πατρός.〉 Röm 12,20—21 Οὐκοῦν οὐ δεῖ, φησί, ποιεῖν ἵνα μὴ σωρεύωμεν ἄνθρακας, ἀλλ᾽ ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις. καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία· οὐ γὰρ σὺ τοῦτο ποιεῖς ἀλλ᾽ ἐκεῖνος ὁ θηριώδης. εἰ γὰρ εὐεργετοῦντός σου μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὐτοῦ τὴν κεφαλήν, σὺ δὲ ἀναίτιος εἶ. μὴ γίνου τοῦ θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά, μηδὲ σοφιζώμεθα τὰ προστάγματα τοῦ θεοῦ.

εἶπεν· 〈τοῦτο ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις,〉 σὺ δὲ λέγεις· φείδομαι τοῦ ἐχθροῦ. εἴθε σαυτοῦ ἐφρόντιζες. μὴ ποίει σκοπῷ τοιούτῳ, μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ, ἀλλ᾽ οὐ ποιεῖς. οὐ λέγω σοι ὅτι 〈ἄνθρακας πυρὸς σωρεύσεις,〉 ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. ταῦτα γὰρ πάντα ἵνα σε ἐκκαλέσῃ τε, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν· οὐδὲ γάρ ἐστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν.

Röm 13,1—4 Κερδαίνεις κἀντεῦθεν, φησίν, 〈ὑποτασσόμενος,〉 οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ᾽ ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ᾽ αὐτοῦ 〈τεταγμένην ἐξουσίαν〉 καὶ τὸν ταύτην χειρίζοντα. μακάριος οὖν ὁ οὕτω καὶ διὰ ταῦτα τὴν ἐξουσίαν τιμῶν καὶ ὑποτασσόμενος, ὥσπερ ἄθλιος ὁ διὰ ταῦτα μὴ ὑποκείμενος. καὶ διπλοῦν γὰρ ἀποφέρεται κρίμα· πρῶτον ἐκ τοῦ θεοῦ, ὅτι τὴν ὑπ᾽ αὐτοῦ τεταγμένην καὶ ὁρισθεῖσαν ἀρχὴν ἐξουθενεῖ, δεύτερον καὶ ἐκ τῶν ἠτιμασμένων ἀρχόντων. ὅρα δὲ καὶ τὸ κέρδος τῶν ἀρχόντων· κωλύουσι τοὺς φαύλους, προτρέπονται τοὺς σπουδαίους δι᾽ ὧν αὐτοὺς τιμῶσι καὶ ἐπαινοῦσιν εἰς ἀρετήν. χρὴ οὖν αὐτοὺς ἀποδέχεσθαι καὶ διὰ τοῦτο, καὶ ὅτι 〈θεοῦ διάκονοί〉 εἰσι, τῷ αὐτοῦ θελήματι ὑπηρετούμενοι. καὶ τρίτον, ὅτι τὰ ἴδια λιπόντες ὑπὲρ τῶν κοινῶν φροντίζουσι, τῇ τῶν πλησίον ὠφελείᾳ προσκαρτεροῦντες καὶ πρὸ τῆς ἰδίας ἀνέσεως τὸν ὑπὲρ ἐκείνων πόνον ἀποδεχόμενοι. τίς τούτοις, εἰ καὶ μήτις φόβος ἐπέκειτο, ἐξ αὐτῆς τοῦ συνειδότος τῆς κρίσεως οὐκ ἂν ἀγάσαιτο, καὶ ἐν πατέρων θήσῃ καὶ προστατῶν λόγῳ. μακάριοί εἰσιν, οἱ τοιοῦτοι ἄρχοντες.

Καὶ 〈σοί,〉 φησίν, 〈ἐστὶ διάκονος εἰς τὸ ἀγαθόν,〉 τοῦ θεοῦ δηλονότι διάκονος ὑπάρχων. πῶς δέ ἐστι 〈σοὶ διάκονος;〉 κωλύων τοὺς κακοὺς καὶ τὴν ἀπ᾽ αὐτῶν βλάβην σοι ἀφαιρούμενος καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δὲ σοὶ εἰς τὸ ἀγαθόν, καὶ ὅταν σε ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν καὶ προτρεπόμενος ἐπ᾽ ἀρετήν· ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος προτρέπει εἰς αὐτὸ τοῦτο.

Röm 13,5 〈Διό,〉 φησίν, 〈ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.〉 εἰ γὰρ διάκονός ἐστι θεοῦ, εἰ ἐπαίνους ἕξεις ἐξ αὐτῆς, οὐ μόνον δεῖ διὰ τὴν ἐξ αὐτῆς ὀργὴν ἐγγινομένην τοῖς ἁμαρτάνουσιν ὑποτάσσεσθαι αὐτῇ, ἀλλά γε πολλῷ μᾶλλον προσήκει καὶ ὡς διάκονον θεοῦ καὶ ὡς ἐπαινοῦσαν καὶ ἐπαλείφουσαν ἐπ᾽ ἀρετὴν τιμῆς αὐτὴν ἀξιοῦν· καὶ γὰρ κἂν μηδεὶς ᾖ φόβος, αὐτὴ ἡ συνείδησις εἰς ὑπακοὴν αὐτῆς καὶ ὑποταγὴν προτρέπεται. 〈Ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.〉 διὰ μὲν τὴν ὀργὴν οἱ φαῦλοι καὶ μὴ θέλοντες ὑποτάσσονται, διὰ δὲ τὴν συνείδησιν ὀφείλουσιν οἱ σπουδαῖοι ἑκόντες καὶ σὺν προθυμίᾳ ὑποτάσσεσθαι.

Röm 13,8—10 Πῶς ὁ 〈ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν;〉 ἢ αὐτόθεν δῆλον· ἀγαπῶν γὰρ οὐκ ἂν τοῦ ἀγαπωμένου τὸν γάμον διορύξῃ, εἰς αὐτὸ τὸ κεφάλαιον τοῦ βίου ἐπιβουλεύων τὸν φιλούμενον καὶ ζημιῶν, ἀλλ᾽ οὐδὲ μιαιφόνους χεῖρας ὁπλίσῃ κατ᾽ αὐτοῦ· οὐ μὴν οὐδὲ κλέπτειν ἐπιχειρήσῃ, οὐδ᾽ ἄλλως πως εἰς ἐπιθυμίαν τινὸς τῶν αὐτοῦ καταστὰς ἀφαιρήσεται βίᾳ λαβών—οὐδὲν γὰρ τούτων ἐστὶ φιλοῦντος—· οὐ μὴν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει, οὐδ᾽ ἐπίορκον ὅρκον ὀμόσει. πατέρα δὲ καὶ μητέρα πῶς ὁ τὸν πλησίον φιλῶν οὐ διαφερόντως φιλήσει καὶ τιμήσει; πῶς δ᾽ οὐχὶ τὸ θεῖον οὗτος ὡς ἀληθῶς 〈ἐξ ὅλης〉 αὐτοῦ 〈τῆς καρδίας〉 καὶ 〈ἐξ ὅλης τῆς ψυχῆς〉 αὐτοῦ 〈ἀγαπήσει〉 καὶ δοξολογήσει; ὁ δὲ τούτοις ἑαυτὸν περιφράξας, ποίαν ἄλλην ἀρετὴν ταῖς προαιρημέναις οὐ συναυξήσει καὶ συναπαρτίσει; ὥστε ὁ 〈ἀγαπῶν τὸν πλησίον ὅλον τὸν νόμον πεπληρωκὼς〉 ἂν εἴη. ἐπειδὴ δὲ τὸ τῆς ἀγάπης ὄνομα εἰώθασιν οἱ ἄνθρωποι καὶ ἐπὶ τῶν ἀναξίων διαθέσεων τῆς κλήσεως ταύτης τιθέναι, ὑπογραφὴν αὐτῆς αὐτὸς ἀποδίδωσιν, ποίαν ἔφησεν ἀγάπην, περιστὰς ἐν αὑτῇ περιέχειν τὸν νόμον καὶ συγκεφαλαιοῦσθαι τῶν ἀρετῶν τὸ πλῆθος· ἡ ἀγάπη γάρ, φησίν, ἣν ἔφην, συνάπτουσα τοὺς πλησίον ἀλλήλοις οὕτως ἑνοποιεῖ ὡς ἑκάτερον οὐχ ἕτερον ἡγεῖσθαι τὸν συναφθέντα, ἀλλὰ νομίζειν ἄλλον αὐτὸν εἶναι ἐκεῖνον.

ἐξ οὗ δηλονότι οὐδὲν ἑκάτερος τῷ πλησίον ἐργάζεται κακόν. εἶτα ἐπαναληπτικὸν συμπέρασμα· 〈πλήρωμα οὖν νόμου ἡ ἀγάπη,〉 ἀντὶ τοῦ ἀληθῶς ἄρα καὶ δικαίως ἔφην, ὅτι ὁ 〈ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.〉 Röm 13,11—12 〈Καὶ τοῦτο εἰδότες τὸν καιρόν.〉 τοῖς ἄνω τοῦτο συνήρτηται καὶ πρὸς ἐκεῖνα ἀποδίδοται, ἐπίτασις μᾶλλον ὂν καὶ προτροπὴν ἐμφαῖνον τῶν εἰρημένων. ποίοις δὲ ἄνω; 〈πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω,〉 καὶ 〈ἀπόδοτε πᾶσι τὰς ὀφειλάς,〉 καὶ 〈μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους.〉 ταῦτα οὖν, φησί, ποιεῖτε διά τε τὰ προειρημένα καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; 〈εἰδότες τὸν καιρόν,〉 ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς 〈ἐξ ὕπνου〉 κἂν νῦν γοῦν 〈ἐξεγερθῆναι·〉 φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τὸ τέλος ἐσμὲν τῆς ζωῆς ἡμῶν ἢ 〈ὅτι ἐπιστεύσαμεν· σωτηρίαν〉 δὲ καλεῖ τὸ τέλος τῆς ζωῆς, ὅτι τότε τοῖς ἀξίοις ἡ σωτηρία καὶ ἡ ἀπόλαυσις ἀποκαλύπτεται μᾶλλον. διὸ καὶ 〈ἡμέραν〉 αὐτὴν καλεῖ, ὡς ἡδονὴν παρέχουσαν καὶ φωτίζουσαν καὶ φανεροποιοῦσαν τὰ πρὶν ἐν ἀγνοίᾳ τῇ κατὰ πεῖραν καὶ κατ᾽ ἀπόλαυσιν κείμενα, μόνῃ δὲ τῇ ἐλπίδι θεωρούμενα.

εἰκότως δὲ τὸν παρόντα βίον 〈νύκτα〉 καλεῖ πρὸς τὴν μέλλουσαν ἡμέραν· πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται, καὶ πολλὰ τῶν ἀγνοουμένων ἐνταῦθα ὡς ἐν σκότει, ἐκεῖ ὡς ἐν φωτὶ ἐπιγνωσθήσεται, πάσης σκηνῆς λυομένης καὶ παντὸς προσωπείου περιαιρουμένου καὶ τῆς ἐπιπροσθούσης ἀχλύος τοῖς λογισμοῖς ἐκκαθαιρομένης. συνετμήθη οὖν, φησίν, ἡ νύξ, τοῦτ᾽ ἔστιν ὁ βίος ἡμῶν, καὶ ἐγγίζει τὸ τέλος, ἤ τοι ἡ ἡμέρα ἤδη πλησιάζει τῆς τελευτῆς καὶ τῆς ἀνταποδόσεως. χρὴ οὖν καὶ διὰ ταῦτα πᾶσαν ἐντολὴν προθύμως ἡμᾶς ἐπιτελεῖν, ἀγαπᾶν ἀλλήλους, ἀποδιδόναι πᾶσι τὰς ὀφειλάς, ὑποτάσσεσθαι ταῖς ἀρχαῖς· καὶ γὰρ καὶ ὀλίγος ὁ πόνος ἤδη, οὐκ εἰς μῆκος οἱ ἀγῶνες, εἴ τι καὶ δέοι ἀγωνίσασθαι, ἐκτείνονται. βραχὺ λίαν γέγονε τὸ στάδιον τῆς ζωῆς ἡμῶν· μηδεὶς ὀκνείτω, πάντες σπουδάσωμεν.

Röm 13,13 〈Ὡς ἐν ἡμέρᾳ.〉 ὡς ἤδη παρούσης, ὡς ἐνεστηκυίας τῆς ὅσον οὔπω παρεσομένης ἡμέρας, οὕτω πολιτευσώμεθα 〈εὐσχημόνως.〉 τί δέ ἐστι τὸ 〈εὐσχημόνως;〉 ἑρμηνεύει αὐτὸς ἐπάγων· 〈μὴ κώμοις〉 καὶ ἑξῆς. 〈εὐσχημόνως〉 δέ φησι λίαν ἐντρέπων, ὅτι εἰ καὶ μὴ κόλασις ἦν ἀποκειμένη τοῖς ἁμαρτάνουσι καὶ ἀπόλαυσις τοῖς κατορθοῦσιν, ἔδει τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἀσχημονοῦν φεύγοντας ἔχεσθαι τῆς ἀρετῆς. ὅτε δὲ καὶ τὰ ῥηθέντα ἑκατέρῳ βίῳ ἀκολουθεῖ, τί χρὴ ποιεῖν.