Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στο κεφάλαιο 14

Η αποδοχή των ασθενών στην πίστη, η αποφυγή κατακρίσεων και σκανδάλων σχετικά με τα βρώματα, και η βίωση της ειρήνης και της δικαιοσύνης στη Βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 9 από 10

Röm 14, 1—5 Ὅρα τὸ συνετὸν καὶ δραστήριον καὶ προνοητικὸν τοῦ Παύλου. δεξιούμενος ἐπιπλήττει τὸν τοῖς βρώμασι διακρινόμενον, τὸ μὲν ἵνα μὴ ἀποσκιρτήσῃ ἀκράτου τοῦ ἐλέγχου προτεινομένου, τὸ δὲ ἵνα μὴ δόξῃ καλῶς ποιεῖν ἀνεπιτίμητος μένων. διὸ 〈προσλαμβάνεσθε〉 αὐτόν, φησίν, 〈ἀσθενής〉 ἐστιν. μὴ κρίνῃς αὐτόν, φησίν. διὰ τί; οὐχὶ ὅτι οὐ ποιεῖ κακόν, ἀλλ᾽ ὅτι κύριον ἔχει τὸν κρίνοντα αὐτὸν ἄλλον. τούτῳ καὶ ἐκεῖνον παραμυθούμενος, ὡς ἔφημεν, ἐπὶ τῷ μὴ κατακρίνεσθαι ὑπὸ τοῦ πλησίον, καὶ διδοὺς πάλιν ἐννοεῖν ὅτι κἂν οὗτος αὐτὸν οὐ κρίνῃ, ἀλλ᾽ οὖν ὑπὸ κρίμα ἐστὶ παρατηρούμενος τὰ βρώματα· εἰ γὰρ καὶ οὗτος οὐ κρίνει σε, μονονουχὶ λέγων, ἀλλ᾽ ἔχεις κύριον τὸν κρίνοντά σε. διὸ δεῖ σε τῆς τοιαύτης ἀποσχέσθαι σμικρολογίας. κωλύει δὲ περὶ βρωμάτων κρίνειν ἀλλήλους, ἵνα μὴ κατ᾽ ἀρχὰς τῆς πίστεως περὶ ταῦτα ἐρίζοντες καὶ διαφιλονεικοῦντες, ἐκ τούτου καὶ εἰς αὐτὰ τὰ καίρια διαστῆναι κινδυνεύσωσιν, καὶ τὸ κεφάλαιον, αὐτὴν τὴν εἰς Χριστὸν πίστιν ζημιωθῶσιν. τί οὖν; ἂν ἴδωμεν νῦν περὶ τὰ βρώματα Ἰουδαϊκῶς παρατηρούμενον, οὐ μὴ κατακρίνομεν; καὶ μάλιστά γε.

πῶς οὖν φησιν· 〈μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε;〉 οὐ περὶ τῆς πίστεως ἢ τῶν εἰς πίστιν συντελούντων τοῦτο δεῖ ἐκλαμβάνειν—μὴ γένοιτο—οὐδὲ περὶ τῶν ἀναίδην πραττομένων ἀτόπων, ἀλλὰ περὶ τῶν κατὰ τὸν βίον ἔργων, περὶ τῶν ὑπονοουμένων, περὶ τῶν, ὡς αὐτὸς ὁ δεσπότης ἔφη, 〈κάρφους〉 λόγον ἐχόντων· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐδὲ στόμα διᾶραι δεῖ. καὶ μάλιστα οἷς συμπαρατίθησι τῷ προειρημένῳ κεφαλαίῳ καὶ ἕτερον, καί φησιν ὅτι οὐ μόνον ἐπὶ τοῦ προειρημένου οὐ δεῖ κατακρίνειν καὶ ἐξουθενεῖν τὸν πλησίον, ἀλλ᾽ οὐδ᾽ ἐπὶ τοῦ ῥηθῆναι μέλλοντος. ἔστι δὲ τοῦτο τοιοῦτον· οἱ μὲν 〈ἡμέραν παρ᾽ ἡμέραν〉 ἤσθιον, οἱ δὲ καθ᾽ ἡμέραν. φησὶν οὖν ὅτι οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθίοντα—νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθοποιεῖ ποιῶν αὐτὸ διὰ τὸν θεόν—, οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ᾽ ἡμέραν· οὐ γὰρ νομοθεσίας ἐστὶν ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως.

Röm 14,6—13 〈Ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ.〉 τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ᾽ ἡμέραν φαγεῖν, τῷ κυρίῳ φρονεῖ, τοῦτ᾽ ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται, τοῦτ᾽ ἔστι διὰ τὸν κύριον αὐτὸ ποιεῖ· καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλόν ἐστι καθ᾽ ἡμέραν φαγεῖν, διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται· αἰτία γάρ ἐστιν αὐτῷ ταῦτα εἰρημένα τοῦ 〈ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω.〉 πῶς λέγεις τοῦτο, Παῦλε; καλῶς εἶπον, φησίν, ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ᾽ ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι, καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα καὶ ἐπιτείνει τὴν αἰτίαν καί φησιν· καὶ γὰρ ὁ ἐσθίων 〈εὐχαριστεῖ〉 τῷ θεῷ ἐν τῷ ἐσθίειν, ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς, καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι᾽ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως πως νηστεύων ἢ ἐσθίων κατάκριτος ὥσπερ τῶν αἱρέσεών τινες.

Ταῦτα οὖν περὶ τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον, ἀλλὰ μὴ ἐπὶ ἄλλων τινῶν· οὐ γὰρ ἐπὶ παντὶ ὁ κανὼν οὗτος διήκει, ἀλλ᾽ ὡς ἔφημεν, ἰδικός ἐστιν ἐπὶ τούτου μόνου καὶ τῶν ὁμοίων παραλαμβανόμενος. διὸ οὐδ᾽ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει, οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου· καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων οὐχὶ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Χριστοῦ, ἀλλ᾽ ὡς ἀσθενὴς καὶ ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ᾽ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν, ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν, τὸν δὲ ἐσθίοντα καθ᾽ ἡμέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν, ὅτι ἄμφω εἰς δόξαν κυρίου ποιοῦσιν ὃ ποιοῦσιν. καὶ τὰ ἑξῆς ὅσα περὶ τὴν τοιαύτην ἔννοιαν στρέφεται, ἐπὶ τῶν νηστευόντων ὑπὲρ ἡμέραν καὶ ἐσθιόντων καθ᾽ ἡμέραν ἐκληπτέον μόνον, οἷον· 〈σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου;〉 καὶ 〈ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον δώσει τῷ θεῷ.〉 εἶτα λαβὼν ἐντεῦθεν ἀφορμὴν καὶ ἀναμνήσας ὅτι κύριον ἔχομεν, καὶ τοῦ βήματος αὐτοῦ εἰς παραίνεσιν ἀνάγει τὸν λόγον καθολικήν. τί, φησί, τοῦτο ἢ ἐκεῖνο λέγω; οὕτω δεῖ πρὸς ἀλλήλους διακεῖσθαι ὥστε ἐν μηδενὶ τὸ ὅσον ἐφ᾽ ἡμῖν ἐπάγειν ἀλλήλοις 〈πρόσκομμα ἢ σκάνδαλον. τῷ ἀδελφῷ〉 δὲ εἴρηκε καὶ ἐκ τοῦ ὀνόματος δυσωπῆσαι θέλων. τί, φησί, σκανδαλίζεις; ἀδελφός σού. ἐστιν, μέλος σού ἐστιν, ἕνα πατέρα ἔχετε, ἕνα δημιουργόν.

ἂν οὖν ἀναιρεθῇ ἀφ᾽ ὑμῶν τὰ σκάνδαλα καὶ τὰ σκόμματα, πολλῷ μᾶλλον ἀναιρεθήσεται τὸ κρίνειν. οὐχὶ μόνον τὸ ἐπὶ τούτῳ κρίνειν καὶ κατακρίνειν ἢ ἐπὶ τούτῳ, ἀλλ᾽ ἁπλῶς καὶ καθόλου ἀναιρεθήσεται τὸ κρίνειν ὅλως ἀλλήλους καὶ κατακρίνειν. καὶ τότε ἔσται ὡς ἀληθῶς ὅ τε μὴ κρινόμενος τρισμακάριστος, καὶ ὁ μὴ κρίνων παραπλήσιος, ἐν ἀρετῇ καὶ ἁγιότητι ζώντων ἡμῶν καὶ τοῦ κρίνειν καὶ κρίνεσθαι πᾶσαν ἐκποδὼν ποιησαμένων πρόφασιν. ὦ Παύλου φωνῆς, ὦ οἰκοδόμου θεμέλιος. 〈τοῦτο κρίνατε,〉 φησί, 〈τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.〉 ταύτην κρηπῖδα πρώτην καταβάλλεσθε. ἂν αὕτη ἑδρασθῇ ἐν ὑμῖν ἡ κρηπίς, ῥᾷον τἄλλα ἐποικοδομεῖν ἐστιν.

Röm 14,14 Ἐντεῦθεν πάλιν εἰς τὰ περὶ βρωμάτων ἐπάνεισι, καὶ παραινεῖ τοὺς δυνατοὺς κατὰ τὴν πίστιν ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν, καὶ δείκνυσιν ἐξ ὧν λέγει· καλὸν μὲν καὶ τὸ ἐν βρώμασιν ἐκεῖνον διακρινόμενον πειρᾶσθαι διορθοῦν, ἄμεινον δὲ τὸ ἀδυνατοῦντα ἐν τούτῳ ὑπερορᾶν τὸ ἐλάττωμα καὶ χειραγωγεῖν παντὶ τρόπῳ ἐπὶ τὸ κερδῆσαι καὶ σῶσαι αὐτόν.

Röm 14,16—17 〈Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. ἀγαθὸν〉 μὲν γὰρ τὸ διὰ τὸ ἐστηριγμένον εἶναι τῇ πίστει μὴ διακρίνεσθαι ἐν τοῖς βρώμασιν, ἐρίζοντες δὲ καὶ διαφιλονεικοῦντες σφόδρα πρὸς τοὺς διακρινομένους ποιεῖτε τὸ ἀγαθὸν ὑμῶν βλασφημεῖσθαι· ἐλεγχόμενοι γὰρ ἐκεῖνοι συνελαύνονται λέγειν πρὸς ὑμᾶς ὡς οὐ διὰ πίστιν τοῦτο ποιεῖτε, ἀλλὰ τὴν γαστέρα θεραπεύοντες. εἰ οὖν καὶ μὴ δι᾽ ἄλλο τι ἐχρῆν τῆς περὶ τοῦτο ἔριδος ἀποσχέσθαι, ἀλλ᾽ οὖν καὶ αὐτὸ τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς πίστεως, ἀλλὰ τιμᾶν ἐν τῷ τὰς κατ᾽ αὐτῆς κωλύειν βλασφημίας. εἰκὸς δὲ καὶ τῶν ἔξω τινὰς τὰς ἔριδας διακούοντας ἐπιγελᾶν καὶ τὰ τῶν Χριστιανῶν χλευάζειν καὶ βλασφημεῖν.

δι᾽ ἃ πάντα ἄμεινον ἦν ἀντὶ τοῦ ἐρίζειν περὶ τὰ μὴ καίρια, ὁμονοοῦντας περὶ τὰ καίρια καὶ τῇ ἀγάπῃ συνηρμοσμένους πᾶσαν διαβολῆς καὶ βλασφημίας πρόφασιν ἐκκόπτειν· ταῦτα γάρ ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ ἐν πίστει καὶ 〈εἰρήνῃ〉 καὶ 〈ἡ ἐν ἁγίῳ πνεύματι χαρὰ καὶ ἡ δικαιοσύνη.〉 Εἰπών· 〈οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις,〉 δείκνυσι τὴν περὶ τὰ βρώματα αὐτῶν ἔριν σφοδροτάτην οὖσαν καὶ πέρα τοῦ μέτρου, καὶ αἰνίττεται ὡς εἰ ἦν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐκ ἂν πλέον διηγωνίσασθε ἄν· ἅμα δὲ καὶ ἐντρεπτικῶς, ὅτι εἰ ὑπὲρ τούτων οὕτω ποιεῖτε, τί χρὴ πράττειν ὑπὲρ δικαιοσύνης καὶ εἰρήνης καὶ τῆς πνευματικῆς χαρᾶς.

Röm 14,18 〈Ὁ γὰρ ἐν τούτῳ δουλεύων.〉 οὕτω πράττων αὐτὰ ὡς χρεωστῶν, ὡς ὀφειλέτης μετὰ φόβου καὶ μετὰ συντριμμοῦ, ὡς πιστὸς δοῦλος θεοῦ· ὁ γὰρ φυσιούμενος καὶ ἀλαζονευόμενος ἐν τούτοις οὔτε 〈δουλεύει〉 θεῷ οὔτε 〈εὐάρεστος〉 αὐτῷ ἐστιν.

Röm 14,22—23 Ἀντιπίπτον λύει. τί οὖν, φησίν, ἂν διὰ τὸν ἀσθενῆ μηδ᾽ ἐγὼ φάγω; οὐ παραβάλλομαι αὐτῷ; οὐ γίνομαι αὐτῷ ὅμοιος; πρὸς οὖν τοῦτο μονονουχὶ λέγει ὅτι μὴ γένοιτο· ἡ γὰρ πίστις σου ἡ ἐνώπιον τοῦ θεοῦ καθαρὰ καὶ ἀκίβδηλος μένει. εἶτα τί δὲ λέγω; ὅτι οὐδὲν παραβλάπτῃ ἐκ τούτου, καὶ ὅτι ἡ πίστις σου μένει ἐνώπιον τοῦ θεοῦ, καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν ὠφέλειαν καὶ σωτηρίαν τοῦ ἀδελφοῦ οὐ τρώγῃς. 〈μακάριος〉 γάρ, φησίν, ὁ 〈μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει,〉 τοῦτ᾽ ἔστιν ὁ ἔχων τὸ συνειδὸς αὐτοῦ μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνον ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ τὴν συνείδησιν ἔχων μαρτυροῦσαν. μακάριός ἐστιν ὁ τοιοῦτος, τοσοῦτον ἀπέχει τοῦ λαβήν τινα ἕνεκεν τούτου δέξασθαι.