Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 15 και 16

Η εκπλήρωση των επαγγελιών του Χριστού, η αποστολική διακονία, η κοινωνία των εκκλησιών, οι χαιρετισμοί σε συγκεκριμένα πρόσωπα και η καταληκτήρια τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 10 από 10

Röm 15,8 〈Λέγω γὰρ Χριστὸν Ἰησοῦν〉 καὶ ἑξῆς. οἷον· πῶς προσελάβετο ὑμᾶς ὁ Χριστός; οὕτω λέγω, φησίν· τοὺς μὲν Ἰουδαίους περιτμηθεὶς καὶ χρηματίσας 〈κατὰ σάρκα ἐκ τοῦ σπέρματος〉 αὐτῶν, ἐξ οὗ ἀληθεῦσαί τε συνήργησε τὸν πατέρα καὶ τὰς ἐπαγγελίας ἐκπληρῶσαι. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τίς χρεία τοῦ προσληφθῆναι τοὺς Ἰουδαίους πάλαι τῷ πατρὶ προσῳκειωμένους ὄντας, καὶ ἐπαγγελίας ἐκδεχομένους ἃς οὐχ οἷόν τε ἦν μὴ ἐκβῆναι, ἐπεὶ παναληθὴς ὁ ὑποσχόμενος; ταῦτα, φησίν, ὅτι κἂν προελήφθησαν οἱ Ἰουδαῖοι, κἂν ἐπαγγελίας ἐδέξαντο, εἰ μὴ προσελάβετο αὐτοὺς ὁ υἱὸς σαρκωθεὶς καὶ περιτμηθείς, οὔτε τῶν ἐπαγγελιῶν ἠξιώθησαν ἂν ἑαυτοὺς τῶν ἐντολῶν παραβάτας ἀπεργασάμενοι, οὔτ᾽ ἂν τὸ περὶ τὴν ἀλήθειαν ἄτρεπτον καὶ ἀμετάβλητον τοῦ πατρὸς εἰς συμφέρον αὐτοῖς ἐχρημάτιζε, διὰ τῆς παραβάσεως παρεμποδίζουσι ταύτην ἀποβῆναι. διὸ προσλαβόμενος αὐτοὺς καὶ περιτμηθεὶς καὶ 〈τῇ τοῦ πατρὸς ἀληθείᾳ〉 συνέπραξεν, καὶ 〈τὰς ἐπαγγελίας〉 τελεσθῆναι καὶ 〈βεβαιωθῆναι〉 συνήργησεν. ἀλλὰ τοὺς μὲν Ἰουδαίους οὕτω τε καὶ διὰ ταῦτα· τὰ δὲ ἔθνη, φησί, διὰ τί προσελάβετο; δι᾽ ἄφατον ἔλεος καὶ τοῦ δοξασθῆναι μᾶλλον τὸν πατέρα.

εἰ γὰρ τὸ τὰς ἐπαγγελίας ἐκπληρῶσαι καὶ μὴ δόξαι τισὶ διαψεύσασθαι τὸν πατέρα, εἰς δόξαν αὐτοῦ συνετέλει, τὸ μηδ᾽ ὑποσχέσθαι μηδ᾽ ἐπαγγείλασθαι, ἀλλ᾽ οὕτως ἀθρόον χαρίσασθαι τὰ ὑπερφυῆ καὶ μεγάλα καὶ ἀνέλπιστα, πῶς οὐχὶ εἰς ἄφατον δόξαν τοῦ πατρὸς συντελέσει; 〈Διάκονον,〉 φησί, 〈γεγενῆσθαι περιτομῆς.〉 ὁ Χριστὸς μόνος ἐπλήρωσε τὸν νόμον πάσας τὰς ἐντολὰς κατορθώσας, ἀλλὰ καὶ Ἰουδαῖος ἦν κατὰ σάρκα· τοῦτο γὰρ καὶ διὰ τῆς περιτομῆς δηλοῦται. ἀλλὰ καὶ οἱ αὑτῷ υἱοθετηθέντες ὡς 〈τὰ ἄστρα τοῦ οὐρανοῦ〉 ἐπληθύνθησαν καὶ ὡς ἡ 〈ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης.〉 ὥστε αὐτὸς καὶ τῷ πατρὶ συνήργησεν εἰς τὸ ἀληθεῦσαι καὶ εἰς τὸ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ἀποπληρωθῆναι, καθορθώσας μὲν πᾶσαν ἐντολήν, εἰς Ἀβραὰμ δὲ σπέρμα λογισθεὶς πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν.

Röm 15,13 〈Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος〉 ἐστί, φησί, 〈θεὸς〉 ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπίζω γὰρ ἐνεργῆσαι τὴν εὐχήν, ἂν αὐτοὶ μόνον βούλοισθε. 〈ἐν δὲ τῷ πιστεύειν χαρᾶς καὶ εἰρήνης〉 τῆς κατὰ τοὺς λογισμοὺς πληρούμενοι, ὅπερ ὑμῶν ὑπερεύχομαι, ἐστὲ καὶ 〈ἐν τῇ ἐλπίδι περισσεύοντες,〉 οἷον πλουτοῦντες καὶ δαψιλῶς διακείμενοι. ταῦτα δὲ διὰ τῆς χάριτος καὶ 〈δυνάμεως τοῦ παναγίου〉 παραγίνεται 〈πνεύματος.〉 Röm 15,15—16 〈Τολμηρότερον ἀπὸ μέρους,〉 ἀντὶ τοῦ τρόπον τινά. καὶ εἴ τις μὴ τὴν διάνοιαν ὅλην βλέπει, ἀλλ᾽ αὐτὰς τὰς λέξεις ἐκ μέρους πολυπραγμονεῖ γυμνώσας τῆς διανοίας, εἴ τις οὖν ἐκ μέρους σκοπεῖ, δόξει ἂν αὐτῷ σκληρότερόν με καὶ τραχύτερον ὑμῖν προσενεχθῆναι διὰ τῶν γραμμάτων, ἀλλ᾽ ἐγὼ 〈ὡς ἐπαναμιμνήσκων ἔγραψα.〉 καὶ πάλιν ἀνάγκην εἶχον τοῦ γράφειν, ὅτι χάρις μοι ἀπὸ θεοῦ ἐδόθη εἰς τὸ κηρύσσειν καὶ διδάσκειν τὰ ἔθνη· 〈λειτουργὸς〉 γάρ 〈εἰμι Χριστοῦ,〉 οἷον ὑπουργὸς καὶ ὑπηρέτης. καὶ τί ἐργάζῃ; 〈ἱερουργῶ,〉 φησί, 〈τὸ εὐαγγέλιον〉 αὐτοῦ, τοῦτ᾽ ἔστι θυσίαν αὐτῷ ταύτην θύω, τὸ εὐαγγέλιον αὐτοῦ. καὶ πῶς ἐστι θύειν καὶ ἱερουργεῖν τὸ εὐαγγέλιον; ἐκ τοῦ προσφέρειν αὐτῷ, φησί, τὰ δι᾽ αὐτοῦ πιστεύοντα ἔθνη καὶ γίνεσθαι αὐτὰ 〈εὐπρόσδεκτα〉 καὶ 〈ἡγιασμένα ἐν πνεύματι ἁγίῳ·〉 ὥστε ὁ προσάγων τῇ πίστει τὸ εὐαγγέλιον τοῦ θεοῦ ἱερουργεῖ.

ἢ 〈ἱερουργοῦντα〉 ἀκουστέον ἁπλούστερον οἷον ἱερῶς ἐργαζόμενον καὶ σπουδαίως, ἀλλὰ μὴ ὡς ἔτυχε καὶ ἠμελημένως. ἢ οὖν οὕτως ἢ μᾶλλον οὕτως ἐκληπτέον, 〈τολμηρότερον ἔγραψα ἐκ μέρους ὑμῖν〉 καὶ 〈ὡς ἐπαναμιμνήσκων〉 γράψας· ἡ γὰρ 〈ἐπικειμένη μοι ἀνάγκη〉 καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς καὶ ὡς ἐπαναμιμνήσκων, καίτοι χρεωστῶν καὶ ἀκριβέστερον καὶ σφοδρότερον· εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προκεχείρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡσανεί τις ἔλεγεν ἴσως· ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδοξά τισιν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι· ἐγὼ δὲ τοσούτῳ δέω τοῦτο ποιῆσαι, ὅτι καὶ φοβοῦμαι, μή πως οὕτω μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκάλου ποιῆσαι.

Τί λέγεις; τοσαῦτα γράφων 〈τολμηρότερον〉 λέγεις γράφειν καὶ 〈ἐκ μέρους〉 καὶ 〈ὡς ἐπαναμιμνήσκων〉 καὶ ἐνδεῖν τι νομίζεις τῆς τελειότητος καὶ ἀκριβείας; ναί, φησίν· καὶ γὰρ μείζονα γράφειν καὶ πλείω ὡς τὸ διδάσκειν ἐμπεπιστευμένος χρεωστῶ, νῦν δὲ ὡς φειδόμενος καὶ ὡς τολμηρόν τι πράττων, οὕτως ὑφειμένως ἔγραψα.

Röm 15,17—19 Τί οὖν; σὺ ἐνεπιστεύθης τὴν τῶν ἐθνῶν προσφοράν; ναί, φησί, καὶ καυχήσασθαι δύναμαι ἐν οἷς εἰργασάμην ἐν αὐτοῖς. ἡ δὲ 〈καύχησίς〉 μου οὐκ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν οὐκ ἐν τῇ ἰσχύϊ ἢ τῇ δυνάμει τῇ ἐμῇ, ἀλλ᾽ 〈ἐν Χριστῷ Ἰησοῦ·〉 καὶ γὰρ εἴ τι ἂν εἴπω καὶ καυχήσωμαι, οὐδὲν ἄλλο τολμήσω λέγειν, ἀλλ᾽ ἢ ἅπερ ἐν ἐμοὶ ὁ Χριστὸς κατειργάσατο εἰς τὸ ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη. τί οὖν κατειργάσατο; λόγον εἰς τὸ κηρύττειν ἔδωκεν, σημεῖα καὶ τέρατα εἰς τὸ εὐεργετεῖν καὶ πείθειν ἐχορήγησεν. τέλος οὕτως ηὔξησε καὶ ἐπλάτυνε καὶ ἐστήριξε τὴν δι᾽ ἐμοῦ κηρυττομένην πίστιν, ὥστε ἀπὸ Ἰερουσαλὴμ ἑξῆς τὴν πρώτην ἤνεγκε βλάστην, καὶ πέριξ μέχρι τοῦ Ἰλλυρικοῦ διαριζωθῆναι καὶ διαφῦναι καὶ πληρῶσαι τὸ κήρυγμα τὴν τοσαύτην οἰκουμένην. οὐκοῦν καλῶς καὶ ὑμῖν ἔγραψα καὶ ὑπέμνησα τῶν ἐν ἐκείνοις κατορθωθέντων, θαρρεῖν καὶ περὶ ὑμᾶς ὑποτιθεμένων, καὶ τὴν ἐξουσίαν καὶ ἄδειαν τοῦ νουθετεῖν μετὰ τοῦ πνεύματος ἐγγυωμένων.

Röm 15,32 Καὶ 〈συναναπαύσωμαι ὑμῖν,〉 ὅπερ κατ᾽ ἀρχὰς ἔλεγεν· 〈τοῦτο δέ ἐστι συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως.〉 Röm 16,9 〈Καὶ Στάχυν.〉 τοῦτόν φασι πρῶτον ἐπίσκοπον γενέσθαι τοῦ Βυζαντίου ὑπὸ Ἀνδρέου.

Röm 16,15 Τὸν 〈Φιλόλογόν〉 φασι πρῶτον ἐπίσκοπον γενέσθαι Σινώπης ὑπὸ Ἀνδρέου. Röm 16,25—27a Τί ἐστι 〈τὸ κήρυγμα τοῦ Ἰησοῦ; ἵνα γινώσκωσίν σε,〉 φησί, 〈καὶ ὃν ἀπέστειλας Ἰησοῦν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· ἐγὼ〉 δὲ 〈καὶ ὁ πατὴρ ἕν ἐσμεν·〉 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ 〈υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος·〉 καὶ ὅτι 〈τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει·〉 καὶ 〈πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος〉 καὶ τὰ ὅμοια.

Τίς δέ ἐστιν οὗτος ὁ Ἰησοῦς Χριστός; ὁ ἐξ ἀρχῆς μὲν συνὼν τῷ πατρί, φανερωθεὶς δὲ νῦν. πῶς φανερωθείς; 〈τοῦ μυστηρίου,〉 φησίν, 〈ἀποκαλυφθέντος·〉 ἐν 〈χρόνοις〉 γὰρ 〈αἰωνίοις〉 τοῦτο 〈σεσιγημένον〉 ὑπῆρχε μόνῳ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι γινωσκόμενον, νῦν δὲ τοῦ μυστηρίου ἀποκαλυφθέντος εἰς πάντα τὰ ἔθνη ἐφανερώθη ὁ Χριστός, υἱὸς ὢν τοῦ θεοῦ καὶ θεὸς ὁμοούσιος. ἀλλὰ πῶς ἐφανερώθη; 〈διὰ〉 τῶν 〈προφητῶν,〉 διὰ τῶν 〈γραφῶν〉 αὐτῶν. καὶ πόθεν οὗτοι ἐλάλησαν καὶ ἔγραψαν; 〈ἐπιτάττοντος〉 καὶ ἐμπνέοντος αὐτοῖς τοῦ παναγίου πνεύματος· τοῦτο γὰρ 〈αἰώνιον θεὸν〉 καλεῖ, τοῦτ᾽ ἔστιν ἄχρονον. τί οὖν τὸ ἔργον τῶν προφητικῶν γραφῶν ἃς διὰ τοῦ πνεύματος ἐλάλησαν; 〈γνωρισθῆναι〉 τὸν Χριστὸν 〈πᾶσιν ἔθνεσιν.〉 πῶς; 〈ὑπακουσάντων〉 αὐτῶν 〈τῇ πίστει〉 διὰ τῶν εὐαγγελισαμένων αὐτοῖς ταύτην, ὧν τὸ πλεῖστον μέρος ὁ τοῦ Παύλου δρόμος καὶ τὸ εὐαγγέλιον ἤνυσεν. ἔχεις οὖν κἀνταῦθα τὴν τριάδα συναπτομένην· διὰ μὲν τοῦ 〈σοφῷ θεῷ〉 τὸν πατέρα, διὰ δὲ τοῦ 〈Ἰησοῦ Χριστοῦ〉 δηλονότι τὸν υἱόν, διὰ δὲ τοῦ 〈κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ〉 τοὺς προφήτας προφητεῦσαι τὸ ἅγιον πνεῦμα. καὶ ὅρα τῆς ὡς ἀληθῶς ὑψηλῆς καὶ οὐρανοδρόμου διανοίας Παύλου τὸ ὀξυωπές· ἐπεὶ γὰρ ὡς ἐπίπαν τὸ μὲν σοφὸν εἶναι τὸ πνεῦμα οὐ προσίσταταί τισιν, τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, ἤμειψε ταῦτα.

καὶ τὸ μὲν ὃ προὔστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησιν ἐπὶ τοῦ πνεύματος 〈αἰώνιον θεὸν〉 καλῶν· τὸ δὲ ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ πνεύματος, τοῦτο τίθησι μηδὲν δεδιὼς ἐπὶ τοῦ πατρός, 〈σοφὸν〉 ἀποκαλῶν. οὐ γὰρ ἐδεδίει, μή τις ἀφαιρήσῃ τῶν πολλῶν ἢ τὸ 〈σοφὸν〉 ἀπὸ τοῦ πνεύματος ἢ τὸ 〈αἰώνιον〉 ἀπὸ τοῦ πατρός, τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ υἱοῦ· τὸ γὰρ 〈χρόνοις αἰωνίοις〉 καὶ τὸ 〈φανερωθέντος〉 τὸ ἄχρονον κηρύσσει τοῦ υἱοῦ, περὶ ὃ προσκόπτειν ἔμελλόν τινες, τοῦτο προθεραπεύων. ὥσπερ οὖν ῥηθέντος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος 〈αἰωνίου〉 καὶ τὸν πατέρα 〈αἰώνιον〉 ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω 〈σοφοῦ〉 ῥηθέντος τοῦ πατρὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν, καὶ οὔτε τὸ 〈αἰώνιον〉 τοῦ πατρὸς ἀφαιρεθείη, οὔτε τὸ 〈σοφὸν〉 τοῦ πνεύματος ἢ τοῦ υἱοῦ ἀποστερηθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ πατρὸς ἐνταῦθα 〈σοφῷ〉 συνάψαντα τὸ 〈μόνῳ,〉 τῆς ὡς ἀληθῶς ἦν τοῦ πνεύματος σοφίας καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλῳ διανοίας· ἐν τούτῳ γὰρ τέθεικεν τὸ 〈μόνῳ,〉 ἐν ᾧ πᾶσίν ἐστι ἀναμφίβολον, καὶ τοῖς λίαν φιλονείκοις ὅτι ὁ υἱὸς καὶ τὸ πνεῦμα οὐκ ἀπεστέρηται τούτου. τί τοῦτο ποιήσας;

ἵνα καὶ ἐν οἷς ἂν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι τὸ 〈μόνον〉 ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων, ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος· ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας 〈σοφὸν〉 τὸν πατέρα· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συνεξάκουσον σοφόν. 〈αἰώνιον〉 εἶπον τὸν υἱὸν ἢ τὸ πνεῦμα· καὶ τὸν πατέρα οὕτω μοι νόησον. βασιλέα εἶπον τὸν πατέρα, δυνατόν, ἐξουσιαστήν· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα οὕτω δοξάζειν σε χρή. 〈μόνον〉 εἶπον καλῶς, ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον, οὐχ ἵνα σχίσας αὐτὴν ἀφαιρήσω τὸ ἀξίωμα. 〈μόνον〉 ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω, ἐκείνην δὲ μᾶλλον διὰ τοῦ 〈μόνον〉 ἑνοποιῶ, τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ συσφίγγων ταῖς τῶν ἀκροατῶν διανοίαις τὴν ἑνότητα.

Röm 16,27b Τὸ ᾧ παρέλκεται. τὸ ᾧ ἡ 〈δόξα〉 πρὸς τὰ τρία ἀκουστέον, ὡς τὸ 〈τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνῳ σοφῷ θεῷ,〉 καὶ ὡς τὸ 〈κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ,〉 καὶ ὡς τὸ 〈διὰ Ἰησοῦ Χριστοῦ·〉 τῆς τριάδος γὰρ διὰ τούτων δηλουμένης καὶ τῇ τριάδι τὴν δόξαν ἤνεγκεν.