Röm 7,22—23 Τρεῖς εἰσι νόμοι· ὁ γραπτός, ὃν λέγει 〈νόμον θεοῦ·〉 ὁ ἔμφυτος, ὃν λέγει 〈νόμον νοός·〉 ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας, ὃν καὶ 〈ἀντιστρατευόμενον〉 λέγει καὶ 〈ἐν τοῖς μέλεσιν〉 ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι. νόμον δὲ τοῦτον, ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν. εἶτα οὗτος ὁ νόμος, φησίν, ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών, ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με. ἀλλὰ πῶς; ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν, ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου, ἐπάγει καί φησιν· 〈νόμῳ ἁμαρτίας.〉 οὐ ‹δικαίως› φησίν—μὴ γίνοιτο—ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον καὶ ποίημα ὑφ᾽ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; 〈νόμῳ ἁμαρτίας,〉 τοῦτ᾽ ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχμαλωτίζει, κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς, ἐξ ἀναισχυντίας, ἐκ πολλῆς ἰταμότητος, ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας, οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ᾽ ἀπατῶσα, συναρπάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με, εἴπερ καὶ αἰχμαλωτίζει με, καὶ τῷ οἰκείῳ ἔθει με αἰχμαλωτίζει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθειμένη, προστίθησιν· 〈ἐν τοῖς μέλεσίν μου,〉 οἷον· ὅτι τὸ ἐγκαθιδρύσθαι αὐτὴν ἐν τούτοις ἐμόν ἐστι καὶ ἑξῆς.